Site uses cookies to provide basic functionality.

OK
GENESIS
Prev Up Next Toggle notes
Chapter 36
Gene LXX 36:1  αὗται δὲ αἱ γενέσεις Ησαυ αὐτός ἐστιν Εδωμ
Gene LXX 36:2  Ησαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων τὴν Αδα θυγατέρα Αιλων τοῦ Χετταίου καὶ τὴν Ελιβεμα θυγατέρα Ανα τοῦ υἱοῦ Σεβεγων τοῦ Ευαίου
Gene LXX 36:3  καὶ τὴν Βασεμμαθ θυγατέρα Ισμαηλ ἀδελφὴν Ναβαιωθ
Gene LXX 36:4  ἔτεκεν δὲ Αδα τῷ Ησαυ τὸν Ελιφας καὶ Βασεμμαθ ἔτεκεν τὸν Ραγουηλ
Gene LXX 36:5  καὶ Ελιβεμα ἔτεκεν τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε οὗτοι υἱοὶ Ησαυ οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χανααν
Gene LXX 36:6  ἔλαβεν δὲ Ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανααν καὶ ἐπορεύθη ἐκ γῆς Χανααν ἀπὸ προσώπου Ιακωβ τοῦ ἀδελφοῦ αὐτοῦ
Gene LXX 36:7  ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν
Gene LXX 36:8  ᾤκησεν δὲ Ησαυ ἐν τῷ ὄρει Σηιρ Ησαυ αὐτός ἐστιν Εδωμ
Gene LXX 36:9  αὗται δὲ αἱ γενέσεις Ησαυ πατρὸς Εδωμ ἐν τῷ ὄρει Σηιρ
Gene LXX 36:10  καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ησαυ Ελιφας υἱὸς Αδας γυναικὸς Ησαυ καὶ Ραγουηλ υἱὸς Βασεμμαθ γυναικὸς Ησαυ
Gene LXX 36:11  ἐγένοντο δὲ υἱοὶ Ελιφας Θαιμαν Ωμαρ Σωφαρ Γοθομ καὶ Κενεζ
Gene LXX 36:12  Θαμνα δὲ ἦν παλλακὴ Ελιφας τοῦ υἱοῦ Ησαυ καὶ ἔτεκεν τῷ Ελιφας τὸν Αμαληκ οὗτοι υἱοὶ Αδας γυναικὸς Ησαυ
Gene LXX 36:13  οὗτοι δὲ υἱοὶ Ραγουηλ Ναχοθ Ζαρε Σομε καὶ Μοζε οὗτοι ἦσαν υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ
Gene LXX 36:14  οὗτοι δὲ ἦσαν υἱοὶ Ελιβεμας θυγατρὸς Ανα τοῦ υἱοῦ Σεβεγων γυναικὸς Ησαυ ἔτεκεν δὲ τῷ Ησαυ τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε
Gene LXX 36:15  οὗτοι ἡγεμόνες υἱοὶ Ησαυ υἱοὶ Ελιφας πρωτοτόκου Ησαυ ἡγεμὼν Θαιμαν ἡγεμὼν Ωμαρ ἡγεμὼν Σωφαρ ἡγεμὼν Κενεζ
Gene LXX 36:16  ἡγεμὼν Κορε ἡγεμὼν Γοθομ ἡγεμὼν Αμαληκ οὗτοι ἡγεμόνες Ελιφας ἐν γῇ Ιδουμαίᾳ οὗτοι υἱοὶ Αδας
Gene LXX 36:17  καὶ οὗτοι υἱοὶ Ραγουηλ υἱοῦ Ησαυ ἡγεμὼν Ναχοθ ἡγεμὼν Ζαρε ἡγεμὼν Σομε ἡγεμὼν Μοζε οὗτοι ἡγεμόνες Ραγουηλ ἐν γῇ Εδωμ οὗτοι υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ
Gene LXX 36:18  οὗτοι δὲ υἱοὶ Ελιβεμας γυναικὸς Ησαυ ἡγεμὼν Ιεους ἡγεμὼν Ιεγλομ ἡγεμὼν Κορε οὗτοι ἡγεμόνες Ελιβεμας
Gene LXX 36:19  οὗτοι υἱοὶ Ησαυ καὶ οὗτοι ἡγεμόνες αὐτῶν οὗτοί εἰσιν υἱοὶ Εδωμ
Gene LXX 36:20  οὗτοι δὲ υἱοὶ Σηιρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν Λωταν Σωβαλ Σεβεγων Ανα
Gene LXX 36:21  καὶ Δησων καὶ Ασαρ καὶ Ρισων οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηιρ ἐν τῇ γῇ Εδωμ
Gene LXX 36:22  ἐγένοντο δὲ υἱοὶ Λωταν Χορρι καὶ Αιμαν ἀδελφὴ δὲ Λωταν Θαμνα
Gene LXX 36:23  οὗτοι δὲ υἱοὶ Σωβαλ Γωλων καὶ Μαναχαθ καὶ Γαιβηλ Σωφ καὶ Ωμαν
Gene LXX 36:24  καὶ οὗτοι υἱοὶ Σεβεγων Αιε καὶ Ωναν οὗτός ἐστιν ὁ Ωνας ὃς εὗρεν τὸν Ιαμιν ἐν τῇ ἐρήμῳ ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγων τοῦ πατρὸς αὐτοῦ
Gene LXX 36:25  οὗτοι δὲ υἱοὶ Ανα Δησων καὶ Ελιβεμα θυγάτηρ Ανα
Gene LXX 36:26  οὗτοι δὲ υἱοὶ Δησων Αμαδα καὶ Ασβαν καὶ Ιεθραν καὶ Χαρραν
Gene LXX 36:27  οὗτοι δὲ υἱοὶ Ασαρ Βαλααν καὶ Ζουκαμ καὶ Ιωυκαμ καὶ Ουκαν
Gene LXX 36:28  οὗτοι δὲ υἱοὶ Ρισων Ως καὶ Αραμ
Gene LXX 36:29  οὗτοι ἡγεμόνες Χορρι ἡγεμὼν Λωταν ἡγεμὼν Σωβαλ ἡγεμὼν Σεβεγων ἡγεμὼν Ανα
Gene LXX 36:30  ἡγεμὼν Δησων ἡγεμὼν Ασαρ ἡγεμὼν Ρισων οὗτοι ἡγεμόνες Χορρι ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Εδωμ
Gene LXX 36:31  καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ισραηλ
Gene LXX 36:32  καὶ ἐβασίλευσεν ἐν Εδωμ Βαλακ υἱὸς τοῦ Βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα
Gene LXX 36:33  ἀπέθανεν δὲ Βαλακ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας
Gene LXX 36:34  ἀπέθανεν δὲ Ιωβαβ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων
Gene LXX 36:35  ἀπέθανεν δὲ Ασομ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ
Gene LXX 36:36  ἀπέθανεν δὲ Αδαδ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαμαλα ἐκ Μασεκκας
Gene LXX 36:37  ἀπέθανεν δὲ Σαμαλα καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν
Gene LXX 36:38  ἀπέθανεν δὲ Σαουλ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ
Gene LXX 36:39  ἀπέθανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αραδ υἱὸς Βαραδ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μαιτεβεηλ θυγάτηρ Ματραιθ υἱοῦ Μαιζοοβ
Gene LXX 36:40  ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ησαυ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν ἡγεμὼν Θαμνα ἡγεμὼν Γωλα ἡγεμὼν Ιεθερ
Gene LXX 36:41  ἡγεμὼν Ελιβεμας ἡγεμὼν Ηλας ἡγεμὼν Φινων
Gene LXX 36:42  ἡγεμὼν Κενεζ ἡγεμὼν Θαιμαν ἡγεμὼν Μαζαρ
Gene LXX 36:43  ἡγεμὼν Μεγεδιηλ ἡγεμὼν Ζαφωιμ οὗτοι ἡγεμόνες Εδωμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν οὗτος Ησαυ πατὴρ Εδωμ