Site uses cookies to provide basic functionality.

OK
MALACHI
Up
1 2 3 4
Toggle notes
Chapter 1
Mala LXX 1:1  λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν
Mala LXX 1:2  ἠγάπησα ὑμᾶς λέγει κύριος καὶ εἴπατε ἐν τίνι ἠγάπησας ἡμᾶς οὐκ ἀδελφὸς ἦν Ησαυ τοῦ Ιακωβ λέγει κύριος καὶ ἠγάπησα τὸν Ιακωβ
Mala LXX 1:3  τὸν δὲ Ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δόματα ἐρήμου
Mala LXX 1:4  διότι ἐρεῖ ἡ Ιδουμαία κατέστραπται καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους τάδε λέγει κύριος παντοκράτωρ αὐτοὶ οἰκοδομήσουσιν καὶ ἐγὼ καταστρέψω καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐφ’ ὃν παρατέτακται κύριος ἕως αἰῶνος
Mala LXX 1:5  καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται καὶ ὑμεῖς ἐρεῖτε ἐμεγαλύνθη κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ισραηλ
Mala LXX 1:6  υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ καὶ εἰ πατήρ εἰμι ἐγώ ποῦ ἐστιν ἡ δόξα μου καὶ εἰ κύριός εἰμι ἐγώ ποῦ ἐστιν ὁ φόβος μου λέγει κύριος παντοκράτωρ ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου καὶ εἴπατε ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου
Mala LXX 1:7  προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους καὶ εἴπατε ἐν τίνι ἠλισγήσαμεν αὐτούς ἐν τῷ λέγειν ὑμᾶς τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα
Mala LXX 1:8  διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν οὐ κακόν καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον οὐ κακόν προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου εἰ προσδέξεται αὐτό εἰ λήμψεται πρόσωπόν σου λέγει κύριος παντοκράτωρ
Mala LXX 1:9  καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ θεοῦ ὑμῶν καὶ δεήθητε αὐτοῦ ἐν χερσὶν ὑμῶν γέγονεν ταῦτα εἰ λήμψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν λέγει κύριος παντοκράτωρ
Mala LXX 1:10  διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν οὐκ ἔστιν μου θέλημα ἐν ὑμῖν λέγει κύριος παντοκράτωρ καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν
Mala LXX 1:11  διότι ἀπ’ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν λέγει κύριος παντοκράτωρ
Mala LXX 1:12  ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς τράπεζα κυρίου ἠλισγημένη ἐστίν καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτοῦ
Mala LXX 1:13  καὶ εἴπατε ταῦτα ἐκ κακοπαθείας ἐστίν καὶ ἐξεφύσησα αὐτὰ λέγει κύριος παντοκράτωρ καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα καὶ ἐὰν φέρητε τὴν θυσίαν εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν λέγει κύριος παντοκράτωρ
Mala LXX 1:14  καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν καὶ εὐχὴ αὐτοῦ ἐπ’ αὐτῷ καὶ θύει διεφθαρμένον τῷ κυρίῳ διότι βασιλεὺς μέγας ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσιν
Chapter 2
Mala LXX 2:1  καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς οἱ ἱερεῖς
Mala LXX 2:2  ἐὰν μὴ ἀκούσητε καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου λέγει κύριος παντοκράτωρ καὶ ἐξαποστελῶ ἐφ’ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν καὶ οὐκ ἔσται ἐν ὑμῖν ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν
Mala LXX 2:3  ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον καὶ σκορπιῶ ἤνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν ἤνυστρον ἑορτῶν ὑμῶν καὶ λήμψομαι ὑμᾶς εἰς τὸ αὐτό
Mala LXX 2:4  καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας λέγει κύριος παντοκράτωρ
Mala LXX 2:5  ἡ διαθήκη μου ἦν μετ’ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν
Mala LXX 2:6  νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ’ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας
Mala LXX 2:7  ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν
Mala LXX 2:8  ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε ἐν νόμῳ διεφθείρατε τὴν διαθήκην τοῦ Λευι λέγει κύριος παντοκράτωρ
Mala LXX 2:9  κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη ἀνθ’ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ
Mala LXX 2:10  οὐχὶ θεὸς εἷς ἔκτισεν ὑμᾶς οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν
Mala LXX 2:11  ἐγκατελείφθη Ιουδας καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ισραηλ καὶ ἐν Ιερουσαλημ διότι ἐβεβήλωσεν Ιουδας τὰ ἅγια κυρίου ἐν οἷς ἠγάπησεν καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους
Mala LXX 2:12  ἐξολεθρεύσει κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ιακωβ καὶ ἐκ προσαγόντων θυσίαν τῷ κυρίῳ παντοκράτορι
Mala LXX 2:13  καὶ ταῦτα ἃ ἐμίσουν ἐποιεῖτε ἐκαλύπτετε δάκρυσιν τὸ θυσιαστήριον κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν
Mala LXX 2:14  καὶ εἴπατε ἕνεκεν τίνος ὅτι κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἣν ἐγκατέλιπες καὶ αὐτὴ κοινωνός σου καὶ γυνὴ διαθήκης σου
Mala LXX 2:15  καὶ οὐκ ἄλλος ἐποίησεν καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ καὶ εἴπατε τί ἄλλο ἀλλ’ ἢ σπέρμα ζητεῖ ὁ θεός καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς
Mala LXX 2:16  ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς λέγει κύριος ὁ θεὸς τοῦ Ισραηλ καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου λέγει κύριος παντοκράτωρ καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε
Mala LXX 2:17  οἱ παροξύνοντες τὸν θεὸν ἐν τοῖς λόγοις ὑμῶν καὶ εἴπατε ἐν τίνι παρωξύναμεν αὐτόν ἐν τῷ λέγειν ὑμᾶς πᾶς ποιῶν πονηρόν καλὸν ἐνώπιον κυρίου καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν καί ποῦ ἐστιν ὁ θεὸς τῆς δικαιοσύνης
Chapter 3
Mala LXX 3:1  ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ κύριος ὃν ὑμεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε ἰδοὺ ἔρχεται λέγει κύριος παντοκράτωρ
Mala LXX 3:2  καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων
Mala LXX 3:3  καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον καὶ καθαρίσει τοὺς υἱοὺς Λευι καὶ χεεῖ αὐτοὺς ὡς τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον καὶ ἔσονται τῷ κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ
Mala LXX 3:4  καὶ ἀρέσει τῷ κυρίῳ θυσία Ιουδα καὶ Ιερουσαλημ καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν
Mala LXX 3:5  καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με λέγει κύριος παντοκράτωρ
Mala LXX 3:6  διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι καὶ ὑμεῖς υἱοὶ Ιακωβ οὐκ ἀπέχεσθε
Mala LXX 3:7  ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς λέγει κύριος παντοκράτωρ καὶ εἴπατε ἐν τίνι ἐπιστρέψωμεν
Mala LXX 3:8  εἰ πτερνιεῖ ἄνθρωπος θεόν διότι ὑμεῖς πτερνίζετέ με καὶ ἐρεῖτε ἐν τίνι ἐπτερνίκαμέν σε ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεθ’ ὑμῶν εἰσιν
Mala LXX 3:9  καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε καὶ ἐμὲ ὑμεῖς πτερνίζετε τὸ ἔθνος συνετελέσθη
Mala LXX 3:10  καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυρούς καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ ἐπισκέψασθε δὴ ἐν τούτῳ λέγει κύριος παντοκράτωρ ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταρράκτας τοῦ οὐρανοῦ καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου ἕως τοῦ ἱκανωθῆναι
Mala LXX 3:11  καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς καὶ οὐ μὴ ἀσθενήσῃ ὑμῶν ἡ ἄμπελος ἡ ἐν τῷ ἀγρῷ λέγει κύριος παντοκράτωρ
Mala LXX 3:12  καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη διότι ἔσεσθε ὑμεῖς γῆ θελητή λέγει κύριος παντοκράτωρ
Mala LXX 3:13  ἐβαρύνατε ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶν λέγει κύριος καὶ εἴπατε ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ
Mala LXX 3:14  εἴπατε μάταιος ὁ δουλεύων θεῷ καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου κυρίου παντοκράτορος
Mala LXX 3:15  καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα καὶ ἀντέστησαν θεῷ καὶ ἐσώθησαν
Mala LXX 3:16  ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν κύριον ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ προσέσχεν κύριος καὶ εἰσήκουσεν καὶ ἔγραψεν βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ
Mala LXX 3:17  καὶ ἔσονταί μοι λέγει κύριος παντοκράτωρ εἰς ἡμέραν ἣν ἐγὼ ποιῶ εἰς περιποίησιν καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τὸν δουλεύοντα αὐτῷ
Mala LXX 3:18  καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀνόμου καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος θεῷ καὶ τοῦ μὴ δουλεύοντος
Mala LXX 3:19  διότι ἰδοὺ ἡμέρα κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτούς καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη λέγει κύριος παντοκράτωρ καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα
Mala LXX 3:20  καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα
Mala LXX 3:21  καὶ καταπατήσετε ἀνόμους διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ λέγει κύριος παντοκράτωρ
Mala LXX 3:22  καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ηλιαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ
Mala LXX 3:23  ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην
Mala LXX 3:24  μνήσθητε νόμου Μωυσῆ τοῦ δούλου μου καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρηβ πρὸς πάντα τὸν Ισραηλ προστάγματα καὶ δικαιώματα
Chapter 4