NEHEMIAH
Chapter 12
Nehe | LXX | 12:1 | καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱοῦ Σαλαθιηλ καὶ Ἰησοῦ Σαραια Ιερμια Εσδρα | |
Nehe | LXX | 12:8 | καὶ οἱ Λευῖται Ιησου Βανουι Καδμιηλ Σαραβια Ιουδα Μαχανια ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ | |
Nehe | LXX | 12:10 | καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ιωακιμ καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ καὶ Ελιασιβ τὸν Ιωδαε | |
Nehe | LXX | 12:12 | καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῷ Σαραια Μαραια τῷ Ιερμια Ανανια | |
Nehe | LXX | 12:22 | οἱ Λευῖται ἐν ἡμέραις Ελιασιβ Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου | |
Nehe | LXX | 12:23 | υἱοὶ Λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ιωαναν υἱοῦ Ελισουβ | |
Nehe | LXX | 12:24 | καὶ ἄρχοντες τῶν Λευιτῶν Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερίαν | |
Nehe | LXX | 12:26 | ἐν ἡμέραις Ιωακιμ υἱοῦ Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς | |
Nehe | LXX | 12:27 | καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ᾠδαῖς κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι | |
Nehe | LXX | 12:28 | καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων | |
Nehe | LXX | 12:30 | καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος | |
Nehe | LXX | 12:31 | καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας | |
Nehe | LXX | 12:35 | καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαφ | |
Nehe | LXX | 12:36 | καὶ ἀδελφοὶ αὐτοῦ Σαμαια καὶ Οζιηλ αἰνεῖν ἐν ᾠδαῖς Δαυιδ ἀνθρώπου τοῦ θεοῦ καὶ Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν | |
Nehe | LXX | 12:37 | ἐπὶ πύλης τοῦ αιν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυιδ καὶ ἕως πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς | |
Nehe | LXX | 12:38 | καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς καὶ ἐγὼ ὀπίσω αὐτῆς καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουριμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος | |
Nehe | LXX | 12:39 | καὶ ὑπεράνω τῆς πύλης Εφραιμ καὶ ἐπὶ πύλην τῆς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ανανεηλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς | |
Nehe | LXX | 12:40 | καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ’ ἐμοῦ | |
Nehe | LXX | 12:41 | καὶ οἱ ἱερεῖς Ελιακιμ Μαασιας Βενιαμιν Μιχαιας Ελιωηναι Ζαχαριας Ανανιας ἐν σάλπιγξιν | |
Nehe | LXX | 12:42 | καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν | |
Nehe | LXX | 12:43 | καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν | |
Nehe | LXX | 12:44 | καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῖς θησαυροῖς ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις ὅτι εὐφροσύνη ἦν ἐν Ιουδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας | |
Nehe | LXX | 12:45 | καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱοῦ αὐτοῦ | |