MARK
Chapter 7
Mark | StatResG | 7:1 | ¶Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων, | |
Mark | StatResG | 7:2 | καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ, ὅτι κοιναῖς χερσίν, τοῦτʼ ἔστιν ἀνίπτοις, ἐσθίουσιν τοὺς ἄρτους. | |
Mark | StatResG | 7:3 | (Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, | |
Mark | StatResG | 7:4 | καὶ ἀπʼ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων.) | |
Mark | StatResG | 7:5 | Καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, “Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσιν κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον;” | |
Mark | StatResG | 7:6 | Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, ὅτι ‘Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ. | |
Mark | StatResG | 7:9 | ¶Καὶ ἔλεγεν αὐτοῖς, “Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ ˚Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. | |
Mark | StatResG | 7:10 | Μωϋσῆς γὰρ εἶπεν, ‘Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου’, καί, ‘Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.’ | |
Mark | StatResG | 7:11 | Ὑμεῖς δὲ λέγετε, ‘Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, “Κορβᾶν”’, (ὅ ἐστιν “Δῶρον”), ‘“ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς”’, | |
Mark | StatResG | 7:13 | ἀκυροῦντες τὸν λόγον τοῦ ˚Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε. Καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.” | |
Mark | StatResG | 7:14 | ¶Καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, “Ἀκούετέ μου πάντες καὶ συνίετε: | |
Mark | StatResG | 7:15 | οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν, ὃ δύναται αὐτὸν κοινῶσαι ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά, ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.” | |
Mark | StatResG | 7:17 | ¶Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν. | |
Mark | StatResG | 7:18 | Καὶ λέγει αὐτοῖς, “Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον, οὐ δύναται αὐτὸν κοινῶσαι, | |
Mark | StatResG | 7:19 | ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλʼ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;” (Καθαρίζων πάντα τὰ βρώματα.) | |
Mark | StatResG | 7:21 | Ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι, μοιχεῖαι, | |
Mark | StatResG | 7:22 | πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη. | |
Mark | StatResG | 7:24 | ¶Ἐκεῖθεν δὲ ἀναστὰς, ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνάσθη λαθεῖν. | |
Mark | StatResG | 7:25 | Ἀλλʼ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον ἐλθοῦσα, προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ. | |
Mark | StatResG | 7:26 | Ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει, καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. | |
Mark | StatResG | 7:27 | Καὶ ἔλεγεν αὐτῇ, “Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ τοῖς κυναρίοις βαλεῖν.” | |
Mark | StatResG | 7:28 | Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, “Ναί, ˚Κύριε, καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.” | |
Mark | StatResG | 7:29 | Καὶ εἶπεν αὐτῇ, “Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν τὸ δαιμόνιον, ἐκ τῆς θυγατρός σου.” | |
Mark | StatResG | 7:30 | Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην, καὶ τὸ δαιμόνιον ἐξεληλυθός. | |
Mark | StatResG | 7:31 | ¶Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου, ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. | |
Mark | StatResG | 7:32 | Καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. | |
Mark | StatResG | 7:33 | Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατʼ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας, ἥψατο τῆς γλώσσης αὐτοῦ, | |
Mark | StatResG | 7:34 | καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, “Ἐφφαθά”, ὅ ἐστιν, “Διανοίχθητι”. | |
Mark | StatResG | 7:35 | Καὶ ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. | |
Mark | StatResG | 7:36 | Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν. Ὅσον δὲ αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον. | |