Site uses cookies to provide basic functionality.

OK
II PETER
Up
1 2 3
Toggle notes
Chapter 1
II P StatResG 1:1  ¶Σίμων Πέτρος, δοῦλος καὶ ἀπόστολος ˚Ἰησοῦ ˚Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ ˚Θεοῦ ἡμῶν καὶ Σωτῆρος, ˚Ἰησοῦ ˚Χριστοῦ:
II P StatResG 1:2  χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ ˚Θεοῦ, καὶ ˚Ἰησοῦ τοῦ ˚Κυρίου ἡμῶν.
II P StatResG 1:3  ¶Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ, τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς, ἰδίᾳ δόξῃ καὶ ἀρετῇ,
II P StatResG 1:4  διʼ ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
II P StatResG 1:5  Καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες, ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν,
II P StatResG 1:6  ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,
II P StatResG 1:7  ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.
II P StatResG 1:8  Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν, εἰς τὴν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ἐπίγνωσιν.
II P StatResG 1:9  ὯΙ γὰρ μὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν.
II P StatResG 1:10  Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε, βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι, ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.
II P StatResG 1:11  Οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ ˚Κυρίου ἡμῶν καὶ Σωτῆρος, ˚Ἰησοῦ ˚Χριστοῦ.
II P StatResG 1:12  ¶Διὸ μελλήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.
II P StatResG 1:13  Δίκαιον δὲ ἡγοῦμαι ἐφʼ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει,
II P StatResG 1:14  εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ ˚Κύριος ἡμῶν, ˚Ἰησοῦς ˚Χριστὸς, ἐδήλωσέν μοι.
II P StatResG 1:15  Σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον, τὴν τούτων μνήμην ποιεῖσθαι.
II P StatResG 1:16  ¶Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες, ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ ˚Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλʼ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.
II P StatResG 1:17  Λαβὼν γὰρ παρὰ ˚Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς Μεγαλοπρεποῦς Δόξης, “Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός εἰς ὃν ἐγὼ εὐδόκησα”·
II P StatResG 1:18  καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ, ἐνεχθεῖσαν σὺν αὐτῷ, ὄντες ἐν τῷ ἁγίῳ ὄρει.
II P StatResG 1:19  Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.
II P StatResG 1:20  Τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία Γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται.
II P StatResG 1:21  Οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτέ, ἀλλὰ ὑπὸ ˚Πνεύματος Ἁγίου φερόμενοι, ἐλάλησαν ἀπὸ ˚Θεοῦ ἅγιοι ἄνθρωποι.
Chapter 2
II P StatResG 2:1  ¶Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν.
II P StatResG 2:2  Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, διʼ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται.
II P StatResG 2:3  Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει.
II P StatResG 2:4  ¶Εἰ γὰρ ὁ ˚Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειροῖς ζόφου ταρταρώσας, παρέδωκεν εἰς κρίσιν τηρουμένους,
II P StatResG 2:5  καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον, Νῶε, δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας,
II P StatResG 2:6  καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς,
II P StatResG 2:7  καὶ δίκαιον Λὼτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο
II P StatResG 2:8  (βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας, ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν)·
II P StatResG 2:9  οἶδεν ˚Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
II P StatResG 2:10  μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. ¶Τολμηταὶ αὐθάδεις, δόξας οὐ τρέμουσιν, βλασφημοῦντες,
II P StatResG 2:11  ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσιν κατʼ αὐτῶν παρὰ ˚Κυρίῳ βλάσφημον κρίσιν.
II P StatResG 2:12  Οὗτοι δέ ὡς ἄλογα ζῷα, γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καὶ φθαρήσονται,
II P StatResG 2:13  ἀδικούμενοι μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν, συνευωχούμενοι ὑμῖν,
II P StatResG 2:14  ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος, καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα,
II P StatResG 2:15  καταλιπόντες εὐθεῖαν ὁδὸν, ἐπλανήθησαν ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσὸρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν,
II P StatResG 2:16  ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας, ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
II P StatResG 2:17  ¶Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι, καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους τετήρηται.
II P StatResG 2:18  Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις, τοὺς ὀλίγως ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,
II P StatResG 2:19  ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται.
II P StatResG 2:20  Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου, ἐν ἐπιγνώσει τοῦ ˚Κυρίου καὶ Σωτῆρος, ˚Ἰησοῦ ˚Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
II P StatResG 2:21  Κρεῖττον γὰρ ἦν αὐτοῖς, μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν, ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.
II P StatResG 2:22  Συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας: “Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα”, καί, “Ὗς λουσαμένη, εἰς κυλισμὸν βορβόρου.”
Chapter 3
II P StatResG 3:1  ¶Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν,
II P StatResG 3:2  μνησθῆναι τῶν προειρημένων ῥημάτων, ὑπὸ τῶν ἁγίων προφητῶν, καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ ˚Κυρίου καὶ Σωτῆρος.
II P StatResG 3:3  Τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπʼ ἐσχάτων τῶν ἡμερῶν ἐν ἐμπαιγμονῇ ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι,
II P StatResG 3:4  καὶ λέγοντες, “Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; Ἀφʼ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπʼ ἀρχῆς κτίσεως.”
II P StatResG 3:5  Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι, καὶ γῆ ἐξ ὕδατος καὶ διʼ ὕδατος συνεστῶσα τῷ τοῦ ˚Θεοῦ λόγῳ,
II P StatResG 3:6  διʼ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο.
II P StatResG 3:7  Οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ, τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν, πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
II P StatResG 3:8  ¶Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ ˚Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία.
II P StatResG 3:9  Οὐ βραδύνει ˚Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ὑμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
II P StatResG 3:10  Ἥξει δὲ ἡμέρα ˚Κυρίου ὡς κλέπτης, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα εὑρεθήσεται.
II P StatResG 3:11  ¶Τούτων οὕτως πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις,
II P StatResG 3:12  προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ ˚Θεοῦ ἡμέρας, διʼ ἣν οὐρανοὶ πυρούμενοι, λυθήσονται, καὶ στοιχεῖα καυσούμενα, τήκεται.
II P StatResG 3:13  Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν, κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
II P StatResG 3:14  ¶Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες, σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ.
II P StatResG 3:15  Καὶ τὴν τοῦ ˚Κυρίου ἡμῶν μακροθυμίαν, σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος, κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν, ἔγραψεν ὑμῖν,
II P StatResG 3:16  ὡς καὶ ἐν πάσαις ἐπιστολαῖς, λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν αἷς ἐστιν δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς Γραφὰς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
II P StatResG 3:17  Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ.
II P StatResG 3:18  Αὐξάνετε δὲ ἐν χάριτι, καὶ γνώσει τοῦ ˚Κυρίου ἡμῶν καὶ Σωτῆρος, ˚Ἰησοῦ ˚Χριστοῦ. Αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. Ἀμήν!