Site uses cookies to provide basic functionality.

OK
TITUS
Up
1 2 3
Toggle notes
Chapter 1
Titu StatResG 1:1  ¶Παῦλος, δοῦλος ˚Θεοῦ, ἀπόστολος δὲ ˚Ἰησοῦ ˚Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν ˚Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας, τῆς κατʼ εὐσέβειαν
Titu StatResG 1:2  ἐπʼ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς ˚Θεὸς πρὸ χρόνων αἰωνίων,
Titu StatResG 1:3  ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ, κατʼ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν ˚Θεοῦ,
Titu StatResG 1:4  Τίτῳ, γνησίῳ τέκνῳ, κατὰ κοινὴν πίστιν: χάρις καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Χριστοῦ ˚Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν.
Titu StatResG 1:5  ¶Τούτου χάριν, ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,
Titu StatResG 1:6  εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
Titu StatResG 1:7  Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς ˚Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
Titu StatResG 1:8  ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,
Titu StatResG 1:9  ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ, καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
Titu StatResG 1:10  ¶Εἰσὶν γὰρ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι, καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς,
Titu StatResG 1:11  οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν.
Titu StatResG 1:12  Εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, “Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.”
Titu StatResG 1:13  Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Διʼ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,
Titu StatResG 1:14  μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων, ἀποστρεφομένων τὴν ἀλήθειαν.
Titu StatResG 1:15  Πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις, οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς, καὶ ἡ συνείδησις.
Titu StatResG 1:16  ˚Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
Chapter 2
Titu StatResG 2:1  ¶Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
Titu StatResG 2:2  Πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
Titu StatResG 2:3  ¶Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
Titu StatResG 2:4  ἵνα σωφρονίζουσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,
Titu StatResG 2:5  σώφρονας, ἁγνάς, οἰκουργούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ ˚Θεοῦ βλασφημῆται.
Titu StatResG 2:6  ¶Τοὺς νεωτέρους ὡσαύτως παρακάλει, σωφρονεῖν·
Titu StatResG 2:7  περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν, σεμνότητα,
Titu StatResG 2:8  λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον.
Titu StatResG 2:9  ¶Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
Titu StatResG 2:10  μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ Σωτῆρος ἡμῶν, ˚Θεοῦ, κοσμῶσιν ἐν πᾶσιν.
Titu StatResG 2:11  ¶Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ ˚Θεοῦ, σωτήριος πᾶσιν ἀνθρώποις,
Titu StatResG 2:12  παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως, καὶ εὐσεβῶς, ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,
Titu StatResG 2:13  προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου ˚Θεοῦ καὶ Σωτῆρος ἡμῶν, ˚Ἰησοῦ· ˚Χριστοῦ
Titu StatResG 2:14  ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
Titu StatResG 2:15  ¶Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε, μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.
Chapter 3
Titu StatResG 3:1  ¶Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς, ἐξουσίαις, ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,
Titu StatResG 3:2  μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους.
Titu StatResG 3:3  Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους.
Titu StatResG 3:4  Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν, ˚Θεοῦ,
Titu StatResG 3:5  οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος, ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως ˚Πνεύματος Ἁγίου,
Titu StatResG 3:6  οὗ ἐξέχεεν ἐφʼ ἡμᾶς πλουσίως, διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, τοῦ Σωτῆρος ἡμῶν,
Titu StatResG 3:7  ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενηθῶμεν, κατʼ ἐλπίδα ζωῆς αἰωνίου.
Titu StatResG 3:8  ¶Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, “Ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι, οἱ πεπιστευκότες ˚Θεῷ.” Ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις.
Titu StatResG 3:9  Μωρὰς δὲ ζητήσεις, καὶ γενεαλογίας, καὶ ἔρεις, καὶ μάχας νομικὰς, περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
Titu StatResG 3:10  Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,
Titu StatResG 3:11  εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.
Titu StatResG 3:12  ¶Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.
Titu StatResG 3:13  Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
Titu StatResG 3:14  Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
Titu StatResG 3:15  ¶Ἀσπάζονταί σε οἱ μετʼ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν.