ACTS
Chapter 7
Acts | SBLGNT | 7:2 | ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, | |
Acts | SBLGNT | 7:3 | καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ⸀ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς ⸀τὴν γῆν ἣν ἄν σοι δείξω. | |
Acts | SBLGNT | 7:4 | τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε, | |
Acts | SBLGNT | 7:5 | καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. | |
Acts | SBLGNT | 7:6 | ἐλάλησεν ⸀δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· | |
Acts | SBLGNT | 7:7 | καὶ τὸ ἔθνος ᾧ ⸀ἐὰν ⸀δουλεύσουσιν κρινῶ ἐγώ, ⸂ὁ θεὸς εἶπεν⸃, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ. | |
Acts | SBLGNT | 7:8 | καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ⸀καὶ Ἰσαὰκ τὸν Ἰακώβ, ⸁καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας. | |
Acts | SBLGNT | 7:9 | Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετʼ αὐτοῦ, | |
Acts | SBLGNT | 7:10 | καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον ⸀καὶ ὅλον τὸν οἶκον αὐτοῦ. | |
Acts | SBLGNT | 7:11 | ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν ⸀Αἴγυπτον καὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν· | |
Acts | SBLGNT | 7:13 | καὶ ἐν τῷ δευτέρῳ ⸀ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ ⸀γένος Ἰωσήφ. | |
Acts | SBLGNT | 7:14 | ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο ⸂Ἰακὼβ τὸν πατέρα αὐτοῦ⸃ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε, | |
Acts | SBLGNT | 7:16 | καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ⸀ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ⸀ἐν Συχέμ. | |
Acts | SBLGNT | 7:17 | Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ⸀ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, | |
Acts | SBLGNT | 7:19 | οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς ⸀πατέρας τοῦ ποιεῖν ⸂τὰ βρέφη ἔκθετα⸃ αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι. | |
Acts | SBLGNT | 7:20 | ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός· | |
Acts | SBLGNT | 7:21 | ⸂ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν⸃ ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. | |
Acts | SBLGNT | 7:22 | καὶ ἐπαιδεύθη ⸀Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις ⸀αὐτοῦ. | |
Acts | SBLGNT | 7:23 | Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. | |
Acts | SBLGNT | 7:24 | καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον. | |
Acts | SBLGNT | 7:25 | ἐνόμιζεν δὲ συνιέναι τοὺς ⸀ἀδελφοὺς ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν ⸂σωτηρίαν αὐτοῖς⸃, οἱ δὲ οὐ συνῆκαν. | |
Acts | SBLGNT | 7:26 | τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ ⸀συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών· Ἄνδρες, ἀδελφοί ⸀ἐστε· ἱνατί ἀδικεῖτε ἀλλήλους; | |
Acts | SBLGNT | 7:27 | ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ⸀ἡμῶν; | |
Acts | SBLGNT | 7:29 | ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο. | |
Acts | SBLGNT | 7:30 | Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ⸀ἄγγελος ἐν φλογὶ πυρὸς βάτου· | |
Acts | SBLGNT | 7:31 | ὁ δὲ Μωϋσῆς ἰδὼν ⸀ἐθαύμασεν τὸ ὅραμα. προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ ⸀κυρίου· | |
Acts | SBLGNT | 7:32 | Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ ⸀καὶ Ἰσαὰκ ⸁καὶ Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι. | |
Acts | SBLGNT | 7:33 | εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ⸀ἐφʼ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. | |
Acts | SBLGNT | 7:34 | ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ ⸀αὐτοῦ ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ⸀ἀποστείλω σε εἰς Αἴγυπτον. | |
Acts | SBLGNT | 7:35 | Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν, τοῦτον ὁ θεὸς ⸀καὶ ἄρχοντα καὶ λυτρωτὴν ⸂ἀπέσταλκεν σὺν⸃ χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. | |
Acts | SBLGNT | 7:36 | οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν ⸀γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα. | |
Acts | SBLGNT | 7:37 | οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ ⸀εἴπας τοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει ⸂ὁ θεὸς⸃ ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. | |
Acts | SBLGNT | 7:38 | οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο ⸀λόγια ζῶντα δοῦναι ⸀ἡμῖν, | |
Acts | SBLGNT | 7:39 | ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ⸂ἐν ταῖς καρδίαις⸃ αὐτῶν εἰς Αἴγυπτον, | |
Acts | SBLGNT | 7:40 | εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ⸀ἐγένετο αὐτῷ. | |
Acts | SBLGNT | 7:41 | καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. | |
Acts | SBLGNT | 7:42 | ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ; | |
Acts | SBLGNT | 7:43 | καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ ⸀θεοῦ ⸀Ῥαιφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. | |
Acts | SBLGNT | 7:44 | Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει, | |
Acts | SBLGNT | 7:45 | ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ· | |
Acts | SBLGNT | 7:49 | Ὁ οὐρανός μοι θρόνος, ⸂ἡ δὲ⸃ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; | |
Acts | SBLGNT | 7:51 | Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ⸀καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. | |
Acts | SBLGNT | 7:52 | τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ⸀ἐγένεσθε, | |
Acts | SBLGNT | 7:54 | Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν. | |
Acts | SBLGNT | 7:55 | ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, | |
Acts | SBLGNT | 7:56 | καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ⸀διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. | |
Acts | SBLGNT | 7:58 | καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια ⸀αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. | |
Acts | SBLGNT | 7:59 | καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· | |