MATTHEW
Chapter 14
Matt | StatResG | 14:2 | καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, “Οὗτός ἐστιν Ἰωάννης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.” | |
Matt | StatResG | 14:3 | Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο, διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ. | |
Matt | StatResG | 14:6 | Γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ, | |
Matt | StatResG | 14:8 | Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, “Δός μοι”, φησίν, “ὧδε ἐπὶ πίνακι, τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.” | |
Matt | StatResG | 14:9 | Καὶ ἐλυπήθη ὁ βασιλεὺς διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσεν δοθῆναι. | |
Matt | StatResG | 14:11 | Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. | |
Matt | StatResG | 14:12 | Καὶ προσελθόντες, οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτόν, καὶ ἐλθόντες, ἀπήγγειλαν τῷ ˚Ἰησοῦ. | |
Matt | StatResG | 14:13 | ¶Ἀκούσας δὲ, ὁ ˚Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν. Καὶ ἀκούσαντες, οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. | |
Matt | StatResG | 14:14 | Καὶ ἐξελθὼν, εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. | |
Matt | StatResG | 14:15 | Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες, “Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας, ἀγοράσωσιν ἑαυτοῖς βρώματα.” | |
Matt | StatResG | 14:16 | Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν. Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.” | |
Matt | StatResG | 14:19 | Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησεν καὶ κλάσας, ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. | |
Matt | StatResG | 14:20 | Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. | |
Matt | StatResG | 14:22 | ¶Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. | |
Matt | StatResG | 14:23 | Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατʼ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. | |
Matt | StatResG | 14:24 | Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. | |
Matt | StatResG | 14:26 | Οἱ δὲ μαθηταὶ ἰδόντες, αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα, ἐταράχθησαν λέγοντες, ὅτι “Φάντασμά ἐστιν”, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. | |
Matt | StatResG | 14:28 | ¶Ἀποκριθεὶς δὲ αὐτῷ, ὁ Πέτρος εἶπεν, “˚Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα.” | |
Matt | StatResG | 14:29 | Ὁ δὲ εἶπεν, “Ἐλθέ.” Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου, Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν ˚Ἰησοῦν. | |
Matt | StatResG | 14:30 | Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξεν λέγων, “˚Κύριε, σῶσόν με.” | |
Matt | StatResG | 14:31 | Εὐθέως δὲ ὁ ˚Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ, “Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;” | |
Matt | StatResG | 14:35 | Καὶ ἐπιγνόντες αὐτὸν, οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, | |