Site uses cookies to provide basic functionality.

OK
ACTS
Prev Up Next Toggle notes
Chapter 15
Acts StatResG 15:1  ¶Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι “Ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι.”
Acts StatResG 15:2  Γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν, καί τινας ἄλλους ἐξ αὐτῶν, πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
Acts StatResG 15:3  Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς.
Acts StatResG 15:4  Παραγενόμενοι δὲ εἰς Ἱεροσόλυμα, παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας, καὶ τῶν ἀποστόλων, καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ ˚Θεὸς ἐποίησεν μετʼ αὐτῶν.
Acts StatResG 15:5  Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες, ὅτι “Δεῖ περιτέμνειν αὐτοὺς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.”
Acts StatResG 15:6  ¶Συνήχθησάν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι, ἰδεῖν περὶ τοῦ λόγου τούτου.
Acts StatResG 15:7  Πολλῆς δὲ ζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς, “Ἄνδρες, ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφʼ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν, ἐξελέξατο ὁ ˚Θεὸς διὰ τοῦ στόματός μου, ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι.
Acts StatResG 15:8  Καὶ ὁ καρδιογνώστης ˚Θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς τὸ ˚Πνεῦμα τὸ Ἅγιον καθὼς καὶ ἡμῖν,
Acts StatResG 15:9  καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
Acts StatResG 15:10  Νῦν οὖν τί πειράζετε τὸν ˚Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
Acts StatResG 15:11  Ἀλλὰ διὰ τῆς χάριτος τοῦ ˚Κυρίου ˚Ἰησοῦ, πιστεύομεν σωθῆναι καθʼ ὃν τρόπον κἀκεῖνοι.”
Acts StatResG 15:12  ¶Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου, ἐξηγουμένων ὅσα ἐποίησεν ὁ ˚Θεὸς, σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν διʼ αὐτῶν.
Acts StatResG 15:13  Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος λέγων, “Ἄνδρες, ἀδελφοί, ἀκούσατέ μου.
Acts StatResG 15:14  Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ ˚Θεὸς ἐπεσκέψατο, λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ.
Acts StatResG 15:15  Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν καθὼς γέγραπται,
Acts StatResG 15:16  ‘“Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς, ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν,
Acts StatResG 15:17  ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν ˚Κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτούς”, λέγει ˚Κύριος ποιῶν ταῦτα’,
Acts StatResG 15:19  Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν, ἐπιστρέφουσιν ἐπὶ τὸν ˚Θεόν,
Acts StatResG 15:20  ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων, καὶ τῆς πορνείας, καὶ τοῦ πνικτοῦ, καὶ τοῦ αἵματος.
Acts StatResG 15:21  Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν, ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν Σάββατον ἀναγινωσκόμενος.”
Acts StatResG 15:22  ¶Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν, πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ– Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
Acts StatResG 15:23  γράψαντες διὰ χειρὸς αὐτῶν, “Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι, ἀδελφοὶ, τοῖς κατὰ τὴν Ἀντιόχειαν, καὶ Συρίαν, καὶ Κιλικίαν, ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν.
Acts StatResG 15:24  Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες, ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα,
Acts StatResG 15:25  ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν, ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
Acts StatResG 15:26  ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ.
Acts StatResG 15:27  Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
Acts StatResG 15:28  Ἔδοξεν γὰρ τῷ ˚Πνεύματι τῷ Ἁγίῳ καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν τούτων τῶν ἐπάναγκες:
Acts StatResG 15:29  ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτῶν, καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. Ἔρρωσθε!”
Acts StatResG 15:30  ¶Οἱ μὲν οὖν ἀπολυθέντες, κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν.
Acts StatResG 15:31  Ἀναγνόντες δὲ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
Acts StatResG 15:32  Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ, παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν.
Acts StatResG 15:33  Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετʼ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν, πρὸς τοὺς ἀποστείλαντας αὐτούς.
Acts StatResG 15:35  Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ ˚Κυρίου.
Acts StatResG 15:36  ¶Μετὰ δέ τινας ἡμέρας, εἶπεν πρὸς Βαρναβᾶν Παῦλος, “Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ ˚Κυρίου, πῶς ἔχουσιν.”
Acts StatResG 15:37  Βαρναβᾶς δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ τὸν Ἰωάννην, τὸν καλούμενον Μᾶρκον.
Acts StatResG 15:38  Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπʼ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαμβάνειν τοῦτον.
Acts StatResG 15:39  Ἐγένετο δὲ παροξυσμὸς, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπʼ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον, ἐκπλεῦσαι εἰς Κύπρον.
Acts StatResG 15:40  Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν, ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ ˚Κυρίου ὑπὸ τῶν ἀδελφῶν.
Acts StatResG 15:41  Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.