MARK
Chapter 15
Mark | StatResG | 15:1 | ¶Καὶ εὐθὺς πρωῒ, συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς, μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ Συνέδριον, δήσαντες τὸν ˚Ἰησοῦν, ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ. | |
Mark | StatResG | 15:2 | Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος, “Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων;” Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει, “Σὺ λέγεις.” | |
Mark | StatResG | 15:4 | Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτὸν λέγων, “Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σου κατηγοροῦσιν!” | |
Mark | StatResG | 15:7 | Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς, μετὰ τῶν στασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. | |
Mark | StatResG | 15:9 | Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, “Θέλετε ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων;” | |
Mark | StatResG | 15:12 | Ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς, “Τί οὖν ποιήσω ὃν λέγετε τὸν Βασιλέα τῶν Ἰουδαίων;” | |
Mark | StatResG | 15:14 | Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, “Τί γὰρ ἐποίησεν κακόν;” Οἱ δὲ περισσῶς ἔκραξαν, “Σταύρωσον αὐτόν!” | |
Mark | StatResG | 15:15 | Ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν ˚Ἰησοῦν φραγελλώσας, ἵνα σταυρωθῇ. | |
Mark | StatResG | 15:16 | ¶Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. | |
Mark | StatResG | 15:17 | Καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, | |
Mark | StatResG | 15:19 | Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα, προσεκύνουν αὐτῷ. | |
Mark | StatResG | 15:20 | Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἴδια ἱμάτια αὐτοῦ. Καὶ ἐξάγουσιν αὐτὸν, ἵνα σταυρώσωσιν αὐτόν. | |
Mark | StatResG | 15:21 | ¶Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπʼ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. | |
Mark | StatResG | 15:22 | Καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν, τόπον ὅ ἐστιν μεθερμηνευόμενος, “Κρανίου Τόπος”. | |
Mark | StatResG | 15:24 | Καὶ σταυρώσαντες αὐτὸν, διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπʼ αὐτὰ, τίς τί ἄρῃ. | |
Mark | StatResG | 15:29 | Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, “Οὐὰ, ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, | |
Mark | StatResG | 15:31 | Ὁμοίως καὶ οἱ ἀρχιερεῖς, ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, “Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. | |
Mark | StatResG | 15:32 | Ὁ ˚Χριστὸς, ὁ Βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν!” Καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν. | |
Mark | StatResG | 15:34 | Καὶ τῇ ἐνάτῃ ὥρᾳ, ἐβόησεν ὁ ˚Ἰησοῦς φωνῇ μεγάλῃ, “Ἐλωῒ, Ἐλωῒ, λεμὰ σαβαχθάνι;” Ὅ ἐστιν μεθερμηνευόμενον, “Ὁ ˚Θεός μου, ὁ ˚Θεός μου, εἰς τί ἐγκατέλιπές με;” | |
Mark | StatResG | 15:36 | Δραμὼν δέ τις, καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν λέγων, “Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.” | |
Mark | StatResG | 15:39 | Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν, “Ἀληθῶς οὗτος ὁ ἄνθρωπος Υἱὸς ˚Θεοῦ ἦν!” | |
Mark | StatResG | 15:40 | ¶Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ Μαριὰμ ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, | |
Mark | StatResG | 15:41 | αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα. | |
Mark | StatResG | 15:43 | ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, τολμήσας, εἰσῆλθεν πρὸς τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ˚Ἰησοῦ. | |
Mark | StatResG | 15:44 | Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ ἤδη ἀπέθανεν. | |
Mark | StatResG | 15:46 | Καὶ ἀγοράσας σινδόνα, καθελὼν αὐτὸν, ἐνείλησεν τῇ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. | |