Site uses cookies to provide basic functionality.

OK
MATTHEW
Prev Up Next Toggle notes
Chapter 12
Matt StatResG 12:1  ¶Ἐν ἐκείνῳ τῷ καιρῷ, ἐπορεύθη ὁ ˚Ἰησοῦς τοῖς Σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
Matt StatResG 12:2  Οἱ δὲ Φαρισαῖοι ἰδόντες, εἶπαν αὐτῷ, “Ἰδοὺ, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν Σαββάτῳ.”
Matt StatResG 12:3  Ὁ δὲ εἶπεν αὐτοῖς, “Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ, ὅτε ἐπείνασεν καὶ οἱ μετʼ αὐτοῦ;
Matt StatResG 12:4  Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ ˚Θεοῦ, καὶ τοὺς ἄρτους τῆς Προθέσεως ἔφαγον, ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετʼ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
Matt StatResG 12:5  Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς Σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσιν, καὶ ἀναίτιοί εἰσιν;
Matt StatResG 12:6  Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.
Matt StatResG 12:7  Εἰ δὲ ἐγνώκειτε τί ἐστιν: ‘Ἔλεος θέλω καὶ οὐ θυσίαν’, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
Matt StatResG 12:8  ˚Κύριος γάρ ἐστιν τοῦ Σαββάτου ὁ Υἱὸς τοῦ Ἀνθρώπου.”
Matt StatResG 12:9  ¶Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.
Matt StatResG 12:10  Καὶ ἰδοὺ, ἄνθρωπος χεῖρα ἔχων ξηράν. Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, “Εἰ ἔξεστιν τοῖς Σάββασιν θεραπεύειν;” Ἵνα κατηγορήσωσιν αὐτοῦ.
Matt StatResG 12:11  Ὁ δὲ εἶπεν αὐτοῖς, “Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς Σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
Matt StatResG 12:12  Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; Ὥστε ἔξεστιν τοῖς Σάββασιν καλῶς ποιεῖν.”
Matt StatResG 12:13  Τότε λέγει τῷ ἀνθρώπῳ, “Ἔκτεινόν σου τὴν χεῖρα.” Καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη, ὑγιὴς ὡς ἡ ἄλλη.
Matt StatResG 12:14  Ἐξελθόντες δὲ, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατʼ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
Matt StatResG 12:15  ¶Ὁ δὲ ˚Ἰησοῦς γνοὺς, ἀνεχώρησεν ἐκεῖθεν. Καὶ ἠκολούθησαν αὐτῷ πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,
Matt StatResG 12:16  καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν.
Matt StatResG 12:17  Ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος,
Matt StatResG 12:18  “Ἰδοὺ, ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου ὃν εὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ ˚Πνεῦμά μου ἐπʼ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
Matt StatResG 12:19  Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
Matt StatResG 12:20  Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
Matt StatResG 12:21  Καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.”
Matt StatResG 12:22  ¶Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν.
Matt StatResG 12:23  Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, “Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ;”
Matt StatResG 12:24  Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, “Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεεζεβοὺλ, ἄρχοντι τῶν δαιμονίων.”
Matt StatResG 12:25  Εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν αὐτοῖς, “Πᾶσα βασιλεία μερισθεῖσα καθʼ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθʼ ἑαυτῆς οὐ σταθήσεται.
Matt StatResG 12:26  Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφʼ ἑαυτὸν ἐμερίσθη. Πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
Matt StatResG 12:27  Καὶ εἰ ἐγὼ ἐν Βεεζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Διὰ τοῦτο, αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.
Matt StatResG 12:28  Εἰ δὲ ἐν ˚Πνεύματι ˚Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ Βασιλεία τοῦ ˚Θεοῦ.
Matt StatResG 12:29  Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; Καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
Matt StatResG 12:30  Ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει.
Matt StatResG 12:31  Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ ˚Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται.
Matt StatResG 12:32  Καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δʼ ἂν εἴπῃ κατὰ τοῦ ˚Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
Matt StatResG 12:33  ¶Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ, τὸ δένδρον γινώσκεται.
Matt StatResG 12:34  Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας, τὸ στόμα λαλεῖ.
Matt StatResG 12:35  Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
Matt StatResG 12:36  Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.
Matt StatResG 12:37  Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.”
Matt StatResG 12:38  ¶Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες, “Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.”
Matt StatResG 12:39  Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
Matt StatResG 12:40  Ὥσπερ γὰρ ‘ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας’, οὕτως ἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
Matt StatResG 12:41  Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ, πλεῖον Ἰωνᾶ ὧδε.
Matt StatResG 12:42  Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ, πλεῖον Σολομῶνος ὧδε.
Matt StatResG 12:43  ¶Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει.
Matt StatResG 12:44  Τότε λέγει, ‘Εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον.’ Καὶ ἐλθὸν, εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον.
Matt StatResG 12:45  Τότε πορεύεται καὶ παραλαμβάνει μεθʼ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.”
Matt StatResG 12:46  ¶Ἔτι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδοὺ, ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι.
Matt StatResG 12:47  Εἶπεν δέ τις αὐτῷ, “Ἰδοὺ, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ζητοῦντές σοι λαλῆσαι.”
Matt StatResG 12:48  Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ λέγοντι αὐτῷ, “Τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;”
Matt StatResG 12:49  Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν, “Ἰδοὺ, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
Matt StatResG 12:50  Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ ἐστίν.”