Site uses cookies to provide basic functionality.

OK
JOHN
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next Toggle notes
Chapter 8
John StatResG 8:12  ¶Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ ˚Ἰησοῦς λέγων, “Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλʼ ἕξει τὸ φῶς τῆς ζωῆς.”
John StatResG 8:13  Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι, “Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.”
John StatResG 8:14  Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω. Ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω.
John StatResG 8:15  Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.
John StatResG 8:16  Καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλʼ ἐγὼ καὶ ὁ πέμψας με Πατήρ.
John StatResG 8:17  Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
John StatResG 8:18  Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.”
John StatResG 8:19  Ἔλεγον οὖν αὐτῷ, “Ποῦ ἐστιν ὁ πατήρ σου;” Ἀπεκρίθη ˚Ἰησοῦς, “Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου. Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.”
John StatResG 8:20  Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
John StatResG 8:21  ¶Εἶπεν οὖν πάλιν αὐτοῖς, “Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.”
John StatResG 8:22  Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, “Μήτι ἀποκτενεῖ ἑαυτὸν, ὅτι λέγει, ‘Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς, οὐ δύνασθε ἐλθεῖν’;”
John StatResG 8:23  Καὶ ἔλεγεν αὐτοῖς, “Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
John StatResG 8:24  Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.”
John StatResG 8:25  Ἔλεγον οὖν αὐτῷ, “Σὺ τίς εἶ;” Εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν;
John StatResG 8:26  Πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλʼ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρʼ αὐτοῦ, ταῦτα λαλῶ εἰς τὸν κόσμον.”
John StatResG 8:27  Οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν.
John StatResG 8:28  Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ Ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπʼ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ, ταῦτα λαλῶ.
John StatResG 8:29  Καὶ ὁ πέμψας με, μετʼ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.”
John StatResG 8:30  Ταῦτα αὐτοῦ λαλοῦντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
John StatResG 8:31  ¶Ἔλεγεν οὖν ὁ ˚Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους, “Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε.
John StatResG 8:32  Καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.”
John StatResG 8:33  Ἀπεκρίθησαν πρὸς αὐτόν, “Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις, ὅτι ‘Ἐλεύθεροι γενήσεσθε’;”
John StatResG 8:34  ¶Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας.
John StatResG 8:35  Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ Υἱὸς μένει εἰς τὸν αἰῶνα.
John StatResG 8:36  Ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
John StatResG 8:37  Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε, ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.
John StatResG 8:38  Ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρὶ, λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς, ποιεῖτε.”
John StatResG 8:39  ¶Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, “Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν.” Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε.
John StatResG 8:40  Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ ˚Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
John StatResG 8:41  Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν.” εἶπον οὖν αὐτῷ, “Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα Πατέρα ἔχομεν, τὸν ˚Θεόν.”
John StatResG 8:42  Εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Εἰ ὁ ˚Θεὸς Πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ ˚Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπʼ ἐμαυτοῦ ἐλήλυθα, ἀλλʼ ἐκεῖνός με ἀπέστειλεν.
John StatResG 8:43  Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; Ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.
John StatResG 8:44  Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν, καὶ ὁ πατὴρ αὐτοῦ.
John StatResG 8:45  Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι!
John StatResG 8:46  Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
John StatResG 8:47  Ὁ ὢν ἐκ τοῦ ˚Θεοῦ, τὰ ῥήματα τοῦ ˚Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ ˚Θεοῦ οὐκ ἐστέ.”
John StatResG 8:48  ¶Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, “Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις;”
John StatResG 8:49  Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
John StatResG 8:50  Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
John StatResG 8:51  Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.”
John StatResG 8:52  Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι, “Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ‘Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.’
John StatResG 8:53  Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; Καὶ οἱ προφῆται ἀπέθανον! Τίνα σεαυτὸν ποιεῖς;”
John StatResG 8:54  Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε, ὅτι ‘˚Θεὸς ἡμῶν ἐστιν’,
John StatResG 8:55  καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν, κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης. Ἀλλʼ οἶδα αὐτὸν, καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
John StatResG 8:56  Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.”
John StatResG 8:57  Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, “Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;”
John StatResG 8:58  Εἶπεν αὐτοῖς ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί.”
John StatResG 8:59  Ἦραν οὖν λίθους, ἵνα βάλωσιν ἐπʼ αὐτόν· ˚Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.