Toggle notes
Chapter 1
II T | StatResG | 1:1 | ¶Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ, διὰ θελήματος ˚Θεοῦ, κατʼ ἐπαγγελίαν ζωῆς τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ, | |
II T | StatResG | 1:2 | Τιμοθέῳ ἀγαπητῷ τέκνῳ: χάρις, ἔλεος, εἰρήνη, ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Χριστοῦ ˚Ἰησοῦ τοῦ ˚Κυρίου ἡμῶν. | |
II T | StatResG | 1:3 | ¶Χάριν ἔχω τῷ ˚Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν, ἐν ταῖς δεήσεσίν μου, νυκτὸς καὶ ἡμέρας, | |
II T | StatResG | 1:5 | ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου, Λωΐδι, καὶ τῇ μητρί σου, Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. | |
II T | StatResG | 1:6 | Διʼ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ ˚Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. | |
II T | StatResG | 1:7 | Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ ˚Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ. | |
II T | StatResG | 1:8 | ¶Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ ˚Κυρίου ἡμῶν, μηδὲ ἐμὲ, τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ, κατὰ δύναμιν ˚Θεοῦ, | |
II T | StatResG | 1:9 | τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν ˚Χριστῷ ˚Ἰησοῦ πρὸ χρόνων αἰωνίων, | |
II T | StatResG | 1:10 | φανερωθεῖσαν δὲ νῦν, διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν, ˚Χριστοῦ ˚Ἰησοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, | |
II T | StatResG | 1:12 | Διʼ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλʼ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν, τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. | |
II T | StatResG | 1:13 | Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρʼ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν ˚Χριστῷ ˚Ἰησοῦ. | |
II T | StatResG | 1:15 | ¶Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης. | |
II T | StatResG | 1:16 | Δῴη ἔλεος ὁ ˚Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, | |
Chapter 2
II T | StatResG | 2:2 | Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. | |
II T | StatResG | 2:4 | Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. | |
II T | StatResG | 2:8 | ¶Μνημόνευε ˚Ἰησοῦν ˚Χριστὸν, ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου, | |
II T | StatResG | 2:10 | Διὰ τοῦτο, πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ μετὰ δόξης αἰωνίου. | |
II T | StatResG | 2:14 | ¶Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ ˚Θεοῦ, μὴ λογομαχεῖν ἐπʼ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. | |
II T | StatResG | 2:15 | Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ ˚Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. | |
II T | StatResG | 2:18 | οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν. | |
II T | StatResG | 2:19 | Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ ˚Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην: “Ἔγνω ˚Κύριος τοὺς ὄντας αὐτοῦ”, καί, “Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα ˚Κυρίου.” | |
II T | StatResG | 2:20 | ¶Ἐν μεγάλῃ δὲ οἰκίᾳ, οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. | |
II T | StatResG | 2:21 | Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. | |
II T | StatResG | 2:22 | Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν ˚Κύριον ἐκ καθαρᾶς καρδίας. | |
II T | StatResG | 2:24 | Δοῦλον δὲ ˚Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, | |
II T | StatResG | 2:25 | ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ ˚Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, | |
Chapter 3
II T | StatResG | 3:2 | Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, | |
II T | StatResG | 3:5 | ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. | |
II T | StatResG | 3:6 | Ἐκ τούτων γάρ, εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια, σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, | |
II T | StatResG | 3:8 | Ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. | |
II T | StatResG | 3:9 | Ἀλλʼ οὐ προκόψουσιν ἐπὶ πλεῖον, ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. | |
II T | StatResG | 3:10 | ¶Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, | |
II T | StatResG | 3:11 | τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων, με ἐρρύσατο ὁ ˚Κύριος. | |
II T | StatResG | 3:13 | Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. | |
II T | StatResG | 3:15 | καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ. | |
II T | StatResG | 3:16 | Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, | |
Chapter 4
II T | StatResG | 4:1 | ¶Διαμαρτύρομαι ἐνώπιον τοῦ ˚Θεοῦ καὶ ˚Χριστοῦ ˚Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ: | |
II T | StatResG | 4:2 | κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. | |
II T | StatResG | 4:3 | Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας, ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν, | |
II T | StatResG | 4:4 | καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. | |
II T | StatResG | 4:5 | Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. | |
II T | StatResG | 4:8 | Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ ˚Κύριος ἐν, ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. | |
II T | StatResG | 4:10 | Δημᾶς γάρ με ἐγκατέλειπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν. | |
II T | StatResG | 4:11 | Λουκᾶς ἐστιν μόνος μετʼ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν, ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν. | |
II T | StatResG | 4:13 | Τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. | |
II T | StatResG | 4:14 | Ἀλέξανδρος ὁ χαλκεὺς, πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ ὁ ˚Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· | |
II T | StatResG | 4:16 | ¶Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. | |
II T | StatResG | 4:17 | Ὁ δὲ ˚Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέν με, ἵνα διʼ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. | |
II T | StatResG | 4:18 | Ῥύσεταί με ὁ ˚Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν! | |
II T | StatResG | 4:21 | Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. | |