Site uses cookies to provide basic functionality.

OK
I PETER
Up
1 2 3 4 5
Toggle notes
Chapter 1
I Pe StatResG 1:1  ¶Πέτρος, ἀπόστολος ˚Ἰησοῦ ˚Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας,
I Pe StatResG 1:2  κατὰ πρόγνωσιν ˚Θεοῦ Πατρός ἐν ἁγιασμῷ ˚Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος ˚Ἰησοῦ ˚Χριστοῦ: χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
I Pe StatResG 1:3  ¶Εὐλογητὸς ὁ ˚Θεὸς καὶ Πατὴρ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, διʼ ἀναστάσεως ˚Ἰησοῦ ˚Χριστοῦ ἐκ νεκρῶν,
I Pe StatResG 1:4  εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς,
I Pe StatResG 1:5  τοὺς ἐν δυνάμει ˚Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ.
I Pe StatResG 1:6  Ἐν ᾧ ἀγαλλιᾶσθε ὀλίγον ἄρτι, εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
I Pe StatResG 1:7  ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον, καὶ δόξαν, καὶ τιμὴν, ἐν ἀποκαλύψει ˚Ἰησοῦ ˚Χριστοῦ.
I Pe StatResG 1:8  Ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
I Pe StatResG 1:9  κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
I Pe StatResG 1:10  ¶Περὶ ἧς σωτηρίας, ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται, οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες,
I Pe StatResG 1:11  ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς ˚Πνεῦμα ˚Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς ˚Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας.
I Pe StatResG 1:12  Οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν, διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ˚Πνεύματι Ἁγίῳ, ἀποσταλέντι ἀπʼ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
I Pe StatResG 1:13  ¶Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει ˚Ἰησοῦ ˚Χριστοῦ.
I Pe StatResG 1:14  Ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,
I Pe StatResG 1:15  ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,
I Pe StatResG 1:16  διότι γέγραπται, “Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.”
I Pe StatResG 1:17  ¶Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε, τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε·
I Pe StatResG 1:18  εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,
I Pe StatResG 1:19  ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου ˚Χριστοῦ,
I Pe StatResG 1:20  προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπʼ ἐσχάτου τῶν χρόνων διʼ ὑμᾶς,
I Pe StatResG 1:21  τοὺς διʼ αὐτοῦ πιστοὺς εἰς ˚Θεὸν, τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν, καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα, εἶναι εἰς ˚Θεόν.
I Pe StatResG 1:22  ¶Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ καρδίας, ἀλλήλους ἀγαπήσατε ἐκτενῶς.
I Pe StatResG 1:23  Ἀναγεγεννημένοι, οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος ˚Θεοῦ, καὶ μένοντος.
I Pe StatResG 1:24  Διότι, “Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου.” “Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν,
I Pe StatResG 1:25  τὸ δὲ ῥῆμα ˚Κυρίου μένει εἰς τὸν αἰῶνα.” Τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
Chapter 2
I Pe StatResG 2:1  ¶Ἀποθέμενοι οὖν πᾶσαν κακίαν, καὶ πάντα δόλον, καὶ ὑποκρίσεις, καὶ φθόνους, καὶ πάσας καταλαλιάς,
I Pe StatResG 2:2  ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,
I Pe StatResG 2:3  εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ ˚Κύριος.
I Pe StatResG 2:4  ¶Πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ ˚Θεῷ ἐκλεκτὸν, ἔντιμον,
I Pe StatResG 2:5  καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς, εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους ˚Θεῷ διὰ ˚Ἰησοῦ ˚Χριστοῦ.
I Pe StatResG 2:6  Διότι περιέχει ἐν Γραφῇ: “Ἰδοὺ, τίθημι ἐν Σιὼν λίθον, ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ, οὐ μὴ καταισχυνθῇ.”
I Pe StatResG 2:7  Ὑμῖν οὖν ἡ τιμὴ, τοῖς πιστεύουσιν· ἀπιστοῦσιν δὲ, “Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας”,
I Pe StatResG 2:8  καὶ, “Λίθος προσκόμματος, καὶ πέτρα σκανδάλου”· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
I Pe StatResG 2:9  ¶Ὑμεῖς δὲ “γένος ἐκλεκτόν”, “βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν”, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε, τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος, εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
I Pe StatResG 2:10  οἵ ποτε “οὐ λαὸς, νῦν δὲ λαὸς ˚Θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες”.
I Pe StatResG 2:11  ¶Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς·
I Pe StatResG 2:12  τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες, δοξάσωσι τὸν ˚Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
I Pe StatResG 2:13  ¶Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν ˚Κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι,
I Pe StatResG 2:14  εἴτε ἡγεμόσιν ὡς διʼ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν.
I Pe StatResG 2:15  Ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ ˚Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·
I Pe StatResG 2:16  ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλʼ ὡς ˚Θεοῦ δοῦλοι.
I Pe StatResG 2:17  Πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν ˚Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
I Pe StatResG 2:18  ¶Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς.
I Pe StatResG 2:19  Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν ˚Θεοῦ, ὑποφέρει τις λύπας πάσχων ἀδίκως.
I Pe StatResG 2:20  Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλʼ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ ˚Θεῷ.
I Pe StatResG 2:21  Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ ˚Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
I Pe StatResG 2:22  “ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ”·
I Pe StatResG 2:23  ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων, οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
I Pe StatResG 2:24  ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι ἰάθητε.
I Pe StatResG 2:25  Ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι, ἀλλʼ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.
Chapter 3
I Pe StatResG 3:1  ¶Ὁμοίως, γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται,
I Pe StatResG 3:2  ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.
I Pe StatResG 3:3  Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος,
I Pe StatResG 3:4  ἀλλʼ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ ˚Θεοῦ πολυτελές.
I Pe StatResG 3:5  Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς ˚Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
I Pe StatResG 3:6  ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ, “κύριον”, αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
I Pe StatResG 3:7  ¶Οἱ ἄνδρες, ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμήν ὡς καὶ συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
I Pe StatResG 3:8  ¶Τὸ δὲ τέλος, πάντες, ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ταπεινόφρονες,
I Pe StatResG 3:9  μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
I Pe StatResG 3:10  “Ὁ” γὰρ “θέλων ζωὴν ἀγαπᾶν, καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς, παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ, καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον.
I Pe StatResG 3:11  Ἐκκλινάτω δὲ ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν.
I Pe StatResG 3:12  Ὅτι ὀφθαλμοὶ ˚Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ ˚Κυρίου ἐπὶ ποιοῦντας κακά.”
I Pe StatResG 3:13  ¶Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε;
I Pe StatResG 3:14  Ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. “Τὸν δὲ φόβον αὐτῶν, μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε”,
I Pe StatResG 3:15  ˚Κύριον δὲ τὸν ˚Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον, περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,
I Pe StatResG 3:16  ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν ˚Χριστῷ ἀναστροφήν.
I Pe StatResG 3:17  Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ ˚Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
I Pe StatResG 3:18  Ὅτι καὶ ˚Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἀπέθανεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ὑμᾶς προσαγάγῃ τῷ ˚Θεῷ, θανατωθεὶς μὲν σαρκὶ, ζῳοποιηθεὶς δὲ ˚Πνεύματι,
I Pe StatResG 3:19  ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν,
I Pe StatResG 3:20  ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ ˚Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγοι, τοῦτʼ ἔστιν, ὀκτὼ ψυχαί, διεσώθησαν διʼ ὕδατος.
I Pe StatResG 3:21  Ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς, ἐπερώτημα εἰς ˚Θεόν διʼ ἀναστάσεως ˚Ἰησοῦ ˚Χριστοῦ,
I Pe StatResG 3:22  ὅς ἐστιν ἐν δεξιᾷ ˚Θεοῦ, πορευθεὶς εἰς οὐρανὸν, ὑποταγέντων αὐτῷ ἀγγέλων, καὶ ἐξουσιῶν, καὶ δυνάμεων.
Chapter 4
I Pe StatResG 4:1  ¶˚Χριστοῦ οὖν παθόντος σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας,
I Pe StatResG 4:2  εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι ˚Θεοῦ, τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
I Pe StatResG 4:3  Ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις.
I Pe StatResG 4:4  Ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·
I Pe StatResG 4:5  οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως κρῖναι ζῶντας καὶ νεκρούς.
I Pe StatResG 4:6  Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ ˚Θεὸν πνεύματι.
I Pe StatResG 4:7  ¶Πάντων δὲ τὸ τέλος ἤγγικεν. Σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς·
I Pe StatResG 4:8  πρὸ πάντων, τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν·
I Pe StatResG 4:9  φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ·
I Pe StatResG 4:10  ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος ˚Θεοῦ.
I Pe StatResG 4:11  Εἴ τις λαλεῖ, ὡς λόγια ˚Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ ˚Θεός, ἵνα ἐν πᾶσιν δοξάζηται ὁ ˚Θεὸς διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν!
I Pe StatResG 4:12  ¶Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος,
I Pe StatResG 4:13  ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ ˚Χριστοῦ παθήμασιν, χαίρετε ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
I Pe StatResG 4:14  Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι ˚Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ ˚Θεοῦ ˚Πνεῦμα, ἐφʼ ὑμᾶς ἀναπαύεται.
I Pe StatResG 4:15  Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς, ἢ κλέπτης, ἢ κακοποιὸς, ἢ ὡς ἀλλοτριεπίσκοπος.
I Pe StatResG 4:16  Εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν ˚Θεὸν ἐν τῷ ὀνόματι τούτῳ.
I Pe StatResG 4:17  Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ ˚Θεοῦ· εἰ δὲ πρῶτον ἀφʼ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ ˚Θεοῦ εὐαγγελίῳ;
I Pe StatResG 4:18  “Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;”
I Pe StatResG 4:19  Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ ˚Θεοῦ, πιστῷ Κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.
Chapter 5
I Pe StatResG 5:1  ¶Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ, ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ ˚Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός,
I Pe StatResG 5:2  ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ ˚Θεοῦ, μὴ ἀναγκαστῶς, ἀλλὰ ἑκουσίως, κατὰ ˚Θεόν, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως,
I Pe StatResG 5:3  μηδʼ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου.
I Pe StatResG 5:4  Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
I Pe StatResG 5:5  Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. Πάντες, δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε ὅτι, “Ὁ ˚Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.”
I Pe StatResG 5:6  ¶Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ ˚Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
I Pe StatResG 5:7  πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπʼ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
I Pe StatResG 5:8  Νήψατε, γρηγορήσατε. Ὁ ἀντίδικος ὑμῶν, διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν καταπιεῖν·
I Pe StatResG 5:9  ᾧ ἀντίστητε, στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων, τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
I Pe StatResG 5:10  Ὁ δὲ ˚Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ˚Χριστῷ, ὀλίγον παθόντας, αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει,
I Pe StatResG 5:11  αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν!
I Pe StatResG 5:12  ¶Διὰ Σιλουανοῦ, ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ (ὡς λογίζομαι), διʼ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ ˚Θεοῦ, εἰς ἣν στῆτε.
I Pe StatResG 5:13  Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ, καὶ Μᾶρκος, ὁ υἱός μου.
I Pe StatResG 5:14  Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσιν, τοῖς ἐν ˚Χριστῷ.