Site uses cookies to provide basic functionality.

OK
LUKE
Prev Up Next Toggle notes
Chapter 22
Luke StatResG 22:1  ¶Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν Ἀζύμων, ἡ λεγομένη Πάσχα.
Luke StatResG 22:2  Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
Luke StatResG 22:3  ¶Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν, τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα.
Luke StatResG 22:4  Καὶ ἀπελθὼν, συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς, τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.
Luke StatResG 22:5  Καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.
Luke StatResG 22:6  Καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.
Luke StatResG 22:7  ¶Ἦλθεν δὲ ἡ ἡμέρα τῶν Ἀζύμων, ᾗ ἔδει θύεσθαι τὸ Πάσχα.
Luke StatResG 22:8  Καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών, “Πορευθέντες, ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν.”
Luke StatResG 22:9  Οἱ δὲ εἶπαν αὐτῷ, “Ποῦ θέλεις ἑτοιμάσωμεν;”
Luke StatResG 22:10  Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἰδοὺ, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος, κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται.
Luke StatResG 22:11  Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, ‘Λέγει σοι ὁ διδάσκαλος, “Ποῦ ἐστιν τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;”’
Luke StatResG 22:12  Κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα, ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.”
Luke StatResG 22:13  Ἀπελθόντες δὲ, εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
Luke StatResG 22:14  ¶Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.
Luke StatResG 22:15  Καὶ εἶπεν πρὸς αὐτούς, “Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθʼ ὑμῶν, πρὸ τοῦ με παθεῖν.
Luke StatResG 22:16  Λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ, ἕως ὅτου πληρωθῇ ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ.”
Luke StatResG 22:17  Καὶ δεξάμενος ποτήριον, εὐχαριστήσας εἶπεν, “Λάβετε τοῦτο, καὶ διαμερίσατε εἰς ἑαυτούς.
Luke StatResG 22:18  Λέγω γὰρ ὑμῖν, οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως οὗ ἡ Βασιλεία τοῦ ˚Θεοῦ ἔλθῃ.”
Luke StatResG 22:19  Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, “Τοῦτό ἐστιν τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.”
Luke StatResG 22:20  Καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι λέγων, “Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον.
Luke StatResG 22:21  Πλὴν ἰδοὺ, ἡ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης.
Luke StatResG 22:22  Ὅτι ὁ Υἱὸς μὲν τοῦ Ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται.”
Luke StatResG 22:23  Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς, τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν, ὁ τοῦτο μέλλων πράσσειν.
Luke StatResG 22:24  ¶Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
Luke StatResG 22:25  Ὁ δὲ εἶπεν αὐτοῖς, “Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν, ‘εὐεργέται’, καλοῦνται.
Luke StatResG 22:26  Ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν, γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος, ὡς ὁ διακονῶν.
Luke StatResG 22:27  Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.
Luke StatResG 22:28  ¶Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ, ἐν τοῖς πειρασμοῖς μου.
Luke StatResG 22:29  Κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν,
Luke StatResG 22:30  ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθῆσθε ἐπὶ θρόνων, τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.
Luke StatResG 22:31  ¶Σίμων, Σίμων, ἰδοὺ, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
Luke StatResG 22:32  ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας, στήρισον τοὺς ἀδελφούς σου.”
Luke StatResG 22:33  Ὁ δὲ εἶπεν αὐτῷ, “˚Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.”
Luke StatResG 22:34  Ὁ δὲ εἶπεν, “Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ, ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι.”
Luke StatResG 22:35  ¶Καὶ εἶπεν αὐτοῖς, “Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου, καὶ πήρας, καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε;” Οἱ δὲ εἶπαν, “Οὐθενός.”
Luke StatResG 22:36  Εἶπεν δὲ αὐτοῖς, “Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν.
Luke StatResG 22:37  Λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον, δεῖ τελεσθῆναι ἐν ἐμοί, τό ‘Καὶ μετὰ ἀνόμων ἐλογίσθη’· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.”
Luke StatResG 22:38  Οἱ δὲ εἶπαν, “˚Κύριε, ἰδοὺ, μάχαιραι ὧδε δύο.” Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἱκανόν ἐστιν.”
Luke StatResG 22:39  ¶Καὶ ἐξελθὼν, ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί.
Luke StatResG 22:40  Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, “Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.”
Luke StatResG 22:41  Καὶ αὐτὸς ἀπεσπάσθη ἀπʼ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα, προσηύχετο
Luke StatResG 22:42  λέγων, “Πάτερ, εἰ βούλει, παρένεγκε τοῦτο τὸ ποτήριον ἀπʼ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω.”
Luke StatResG 22:45  Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς, εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης,
Luke StatResG 22:46  καὶ εἶπεν αὐτοῖς, “Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.”
Luke StatResG 22:47  ¶Ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ ˚Ἰησοῦ φιλῆσαι αὐτόν.
Luke StatResG 22:48  ˚Ἰησοῦς δὲ εἶπεν αὐτῷ, “Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ Ἀνθρώπου παραδίδως;”
Luke StatResG 22:49  Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον, εἶπαν, “˚Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;”
Luke StatResG 22:50  Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν.
Luke StatResG 22:51  Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Ἐᾶτε ἕως τούτου!” Καὶ ἁψάμενος τοῦ ὠτίου, ἰάσατο αὐτόν.
Luke StatResG 22:52  Εἶπεν δὲ ˚Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπʼ αὐτὸν, ἀρχιερεῖς, καὶ στρατηγοὺς τοῦ ἱεροῦ, καὶ πρεσβυτέρους, “Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
Luke StatResG 22:53  Καθʼ ἡμέραν ὄντος μου μεθʼ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπʼ ἐμέ. Ἀλλʼ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους.”
Luke StatResG 22:54  ¶Συλλαβόντες δὲ αὐτὸν, ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. Ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
Luke StatResG 22:55  Περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συγκαθισάντων, ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
Luke StatResG 22:56  Ἰδοῦσα δὲ αὐτὸν, παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ εἶπεν, “Καὶ οὗτος σὺν αὐτῷ ἦν.”
Luke StatResG 22:57  Ὁ δὲ ἠρνήσατο λέγων, “Οὐκ οἶδα αὐτόν, γύναι.”
Luke StatResG 22:58  Καὶ μετὰ βραχὺ, ἕτερος ἰδὼν αὐτὸν ἔφη, “Καὶ σὺ ἐξ αὐτῶν εἶ.” Ὁ δὲ Πέτρος ἔφη, “Ἄνθρωπε, οὐκ εἰμί.”
Luke StatResG 22:59  Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο λέγων, “Ἐπʼ ἀληθείας καὶ οὗτος μετʼ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν.”
Luke StatResG 22:60  Εἶπεν δὲ ὁ Πέτρος, “Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις.” Καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ.
Luke StatResG 22:61  Καὶ στραφεὶς, ὁ ˚Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ ˚Κυρίου, ὡς εἶπεν αὐτῷ, ὅτι “Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον, ἀπαρνήσῃ με τρίς.”
Luke StatResG 22:62  Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσεν πικρῶς.
Luke StatResG 22:63  ¶Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν, ἐνέπαιζον αὐτῷ δέροντες.
Luke StatResG 22:64  Καὶ περικαλύψαντες αὐτὸν, ἐπηρώτων λέγοντες, “Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;”
Luke StatResG 22:65  Καὶ ἕτερα πολλὰ βλασφημοῦντες, ἔλεγον εἰς αὐτόν.
Luke StatResG 22:66  ¶Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ Συνέδριον αὐτῶν
Luke StatResG 22:67  λέγοντες, “Εἰ σὺ εἶ ὁ ˚Χριστός, εἰπὸν ἡμῖν.” Εἶπεν δὲ αὐτοῖς, “Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε·
Luke StatResG 22:68  ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε.
Luke StatResG 22:69  Ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου ‘καθήμενος ἐκ δεξιῶν’ τῆς δυνάμεως τοῦ ˚Θεοῦ.”
Luke StatResG 22:70  Εἶπαν δὲ πάντες, “Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ ˚Θεοῦ;” Ὁ δὲ πρὸς αὐτοὺς ἔφη, “Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.”
Luke StatResG 22:71  Οἱ δὲ εἶπαν, “Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.”