Toggle notes
Chapter 1
I Jo | StatResG | 1:1 | ¶Ὃ ἦν ἀπʼ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς– | |
I Jo | StatResG | 1:2 | καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν, τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν– | |
I Jo | StatResG | 1:3 | ὃ ἑωράκαμεν, καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθʼ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς, καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ, ˚Ἰησοῦ ˚Χριστοῦ. | |
I Jo | StatResG | 1:5 | ¶Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπʼ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ ˚Θεὸς φῶς ἐστιν, καὶ σκοτία ἐν αὐτῷ, οὐκ ἔστιν οὐδεμία. | |
I Jo | StatResG | 1:6 | Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετʼ αὐτοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν. | |
I Jo | StatResG | 1:7 | Ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετʼ ἀλλήλων, καὶ τὸ αἷμα ˚Ἰησοῦ τοῦ Υἱοῦ αὐτοῦ, καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. | |
I Jo | StatResG | 1:8 | Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. | |
I Jo | StatResG | 1:9 | Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. | |
Chapter 2
I Jo | StatResG | 2:1 | ¶Τεκνία μου, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε. Καὶ ἐάν τις ἁμάρτῃ, Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, ˚Ἰησοῦν ˚Χριστὸν δίκαιον, | |
I Jo | StatResG | 2:2 | καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. | |
I Jo | StatResG | 2:4 | Ὁ λέγων, ὅτι “Ἔγνωκα αὐτὸν”, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· | |
I Jo | StatResG | 2:5 | ὃς δʼ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ ˚Θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν: | |
I Jo | StatResG | 2:7 | ¶Ἀγαπητοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλʼ ἐντολὴν παλαιὰν, ἣν εἴχετε ἀπʼ ἀρχῆς. Ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε. | |
I Jo | StatResG | 2:8 | Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. | |
I Jo | StatResG | 2:9 | Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. | |
I Jo | StatResG | 2:11 | Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῇ σκοτίᾳ ἐστὶν, καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ. | |
I Jo | StatResG | 2:13 | Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς. Γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν. | |
I Jo | StatResG | 2:14 | Ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν Πατέρα. Ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς. Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ λόγος τοῦ ˚Θεοῦ ἐν ὑμῖν μένει, καὶ νενικήκατε τὸν πονηρόν. | |
I Jo | StatResG | 2:15 | ¶Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. | |
I Jo | StatResG | 2:16 | Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλʼ ἐκ τοῦ κόσμου ἐστίν. | |
I Jo | StatResG | 2:17 | Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ ˚Θεοῦ, μένει εἰς τὸν αἰῶνα. | |
I Jo | StatResG | 2:18 | ¶Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. | |
I Jo | StatResG | 2:19 | Ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλʼ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἐξ ἡμῶν ἦσαν, μεμενήκεισαν ἂν μεθʼ ἡμῶν· ἀλλʼ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν. | |
I Jo | StatResG | 2:21 | Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλʼ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. | |
I Jo | StatResG | 2:22 | Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι ˚Ἰησοῦς οὐκ ἔστιν ὁ ˚Χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν. | |
I Jo | StatResG | 2:23 | Πᾶς ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει. Ὁ ὁμολογῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει. | |
I Jo | StatResG | 2:24 | Ὑμεῖς ὃ ἠκούσατε ἀπʼ ἀρχῆς, ἐν ὑμῖν μενέτω. Ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπʼ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε. | |
I Jo | StatResG | 2:27 | Καὶ ὑμεῖς, τὸ χρῖσμα ὃ ἐλάβετε ἀπʼ αὐτοῦ, μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλʼ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ. | |
I Jo | StatResG | 2:28 | ¶Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ἐὰν φανερωθῇ, σχῶμεν παρρησίαν, καὶ μὴ αἰσχυνθῶμεν ἀπʼ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. | |
Chapter 3
I Jo | StatResG | 3:1 | Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατὴρ, ἵνα τέκνα ˚Θεοῦ κληθῶμεν, καὶ ἐσμέν. Διὰ τοῦτο, ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν. | |
I Jo | StatResG | 3:2 | Ἀγαπητοί, νῦν τέκνα ˚Θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. Οἴδαμεν ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. | |
I Jo | StatResG | 3:3 | Καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπʼ αὐτῷ, ἁγνίζει ἑαυτὸν, καθὼς ἐκεῖνος ἁγνός ἐστιν. | |
I Jo | StatResG | 3:5 | Καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν. | |
I Jo | StatResG | 3:6 | Πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει, πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν, οὐδὲ ἔγνωκεν αὐτόν. | |
I Jo | StatResG | 3:7 | Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην, δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν. | |
I Jo | StatResG | 3:8 | Ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπʼ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. Εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ ˚Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. | |
I Jo | StatResG | 3:9 | Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ ˚Θεοῦ, ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ ˚Θεοῦ γεγέννηται. | |
I Jo | StatResG | 3:10 | Ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ ˚Θεοῦ, καὶ τὰ τέκνα τοῦ διαβόλου: πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην, οὐκ ἔστιν ἐκ τοῦ ˚Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. | |
I Jo | StatResG | 3:12 | οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ. Καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; Ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ, δίκαια. | |
I Jo | StatResG | 3:14 | Ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς. Ὁ μὴ ἀγαπῶν, μένει ἐν τῷ θανάτῳ. | |
I Jo | StatResG | 3:15 | Πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ μένουσαν. | |
I Jo | StatResG | 3:16 | Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν, τὰς ψυχὰς θεῖναι. | |
I Jo | StatResG | 3:17 | Ὃς δʼ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου, καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπʼ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ ˚Θεοῦ μένει ἐν αὐτῷ; | |
I Jo | StatResG | 3:19 | ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν, | |
I Jo | StatResG | 3:20 | ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ ˚Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα. | |
I Jo | StatResG | 3:22 | καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν ἀπʼ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. | |
I Jo | StatResG | 3:23 | Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ, ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν. | |
Chapter 4
I Jo | StatResG | 4:1 | ¶Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ ˚Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. | |
I Jo | StatResG | 4:2 | Ἐν τούτῳ γινώσκετε τὸ ˚Πνεῦμα τοῦ ˚Θεοῦ: πᾶν πνεῦμα ὃ ὁμολογεῖ ˚Ἰησοῦν ˚Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ ˚Θεοῦ ἐστιν, | |
I Jo | StatResG | 4:3 | καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν ˚Ἰησοῦν, ἐκ τοῦ ˚Θεοῦ οὐκ ἔστιν. Καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. | |
I Jo | StatResG | 4:4 | Ὑμεῖς ἐκ τοῦ ˚Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ. | |
I Jo | StatResG | 4:5 | Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. | |
I Jo | StatResG | 4:6 | Ἡμεῖς ἐκ τοῦ ˚Θεοῦ ἐσμεν. Ὁ γινώσκων τὸν ˚Θεὸν, ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ ˚Θεοῦ, οὐκ ἀκούει ἡμῶν. Ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης. | |
I Jo | StatResG | 4:7 | ¶Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ ˚Θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν, ἐκ τοῦ ˚Θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν ˚Θεόν. | |
I Jo | StatResG | 4:9 | Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ ˚Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν Υἱὸν αὐτοῦ, τὸν μονογενῆ, ἀπέσταλκεν ὁ ˚Θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν διʼ αὐτοῦ. | |
I Jo | StatResG | 4:10 | Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν ˚Θεόν, ἀλλʼ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ ἀπέστειλεν τὸν Υἱὸν αὐτοῦ, ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. | |
I Jo | StatResG | 4:12 | ˚Θεὸν οὐδεὶς πώποτε τεθέαται, ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ ˚Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐν ἡμῖν ἐστίν. | |
I Jo | StatResG | 4:13 | ¶Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ ˚Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. | |
I Jo | StatResG | 4:14 | Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκεν τὸν Υἱὸν, Σωτῆρα τοῦ κόσμου. | |
I Jo | StatResG | 4:15 | Ὃς ἂν ὁμολογήσῃ ὅτι ˚Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ, ὁ ˚Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ ˚Θεῷ. | |
I Jo | StatResG | 4:16 | Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ ˚Θεὸς ἐν ἡμῖν. ¶Ὁ ˚Θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ ˚Θεῷ μένει, καὶ ὁ ˚Θεὸς ἐν αὐτῷ μένει. | |
I Jo | StatResG | 4:17 | Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθʼ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. | |
I Jo | StatResG | 4:18 | Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλʼ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος, οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. | |
I Jo | StatResG | 4:20 | Ἐάν τις εἴπῃ, ὅτι “Ἀγαπῶ τὸν ˚Θεόν”, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακεν, τὸν ˚Θεὸν, ὃν οὐχ ἑώρακεν, οὐ δύναται ἀγαπᾶν. | |
Chapter 5
I Jo | StatResG | 5:1 | ¶Πᾶς ὁ πιστεύων ὅτι ˚Ἰησοῦς ἐστιν ὁ ˚Χριστὸς, ἐκ τοῦ ˚Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. | |
I Jo | StatResG | 5:2 | Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ ˚Θεοῦ: ὅταν τὸν ˚Θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. | |
I Jo | StatResG | 5:3 | Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ ˚Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, | |
I Jo | StatResG | 5:4 | ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ ˚Θεοῦ, νικᾷ τὸν κόσμον. Καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον– ἡ πίστις ἡμῶν. | |
I Jo | StatResG | 5:5 | Τίς ἐστιν δὲ ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι ˚Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ; | |
I Jo | StatResG | 5:6 | ¶Οὗτός ἐστιν ὁ ἐλθὼν διʼ ὕδατος καὶ αἵματος, ˚Ἰησοῦς ˚Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλʼ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι. Καὶ τὸ ˚Πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ ˚Πνεῦμά ἐστιν ἡ ἀλήθεια. | |
I Jo | StatResG | 5:9 | Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ ˚Θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ˚Θεοῦ, ὅτι μεμαρτύρηκεν περὶ τοῦ Υἱοῦ αὐτοῦ. | |
I Jo | StatResG | 5:10 | Ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ ˚Θεοῦ, ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ· ὁ μὴ πιστεύων τῷ ˚Θεῷ, ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ ˚Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ. | |
I Jo | StatResG | 5:11 | Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία: ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ ˚Θεὸς, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστιν. | |
I Jo | StatResG | 5:13 | ¶Ταῦτα ἔγραψα ὑμῖν, ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ ˚Θεοῦ. | |
I Jo | StatResG | 5:14 | καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν: ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν. | |
I Jo | StatResG | 5:15 | Καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν, ὃ ἂν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπʼ αὐτοῦ. | |
I Jo | StatResG | 5:16 | Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. Ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. | |
I Jo | StatResG | 5:18 | ¶Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ ˚Θεοῦ οὐχ ἁμαρτάνει, ἀλλʼ ὁ γεννηθεὶς ἐκ τοῦ ˚Θεοῦ τηρεῖ αὐτόν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. | |
I Jo | StatResG | 5:20 | Οἴδαμεν δὲ ὅτι ὁ Υἱὸς τοῦ ˚Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκομεν τὸν Ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ Ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ, ˚Ἰησοῦ ˚Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς ˚Θεὸς καὶ ζωὴ αἰώνιος. | |