Site uses cookies to provide basic functionality.

OK
JAMES
Up
1 2 3 4 5
Toggle notes
Chapter 1
Jame StatResG 1:1  ¶Ἰάκωβος, ˚Θεοῦ καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ, δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ: χαίρειν.
Jame StatResG 1:2  ¶Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
Jame StatResG 1:3  γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν.
Jame StatResG 1:4  Ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.
Jame StatResG 1:5  ¶Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος, ˚Θεοῦ, πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ.
Jame StatResG 1:6  Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης, ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.
Jame StatResG 1:7  Μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ ˚Κυρίου,
Jame StatResG 1:8  ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
Jame StatResG 1:9  ¶Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς, ἐν τῷ ὕψει αὐτοῦ,
Jame StatResG 1:10  ὁ δὲ πλούσιος, ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.
Jame StatResG 1:11  Ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο. Οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
Jame StatResG 1:12  ¶Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος, λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.
Jame StatResG 1:13  Μηδεὶς πειραζόμενος λεγέτω, ὅτι “Ἀπὸ ˚Θεοῦ πειράζομαι.” Ὁ γὰρ ˚Θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.
Jame StatResG 1:14  Ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας, ἐξελκόμενος καὶ δελεαζόμενος.
Jame StatResG 1:15  Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον.
Jame StatResG 1:16  Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.
Jame StatResG 1:17  ¶Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων, παρʼ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
Jame StatResG 1:18  Βουληθεὶς, ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
Jame StatResG 1:19  ¶Ἴστε, ἀδελφοί μου ἀγαπητοί. Ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν,
Jame StatResG 1:20  ὀργὴ γὰρ ἀνδρὸς, δικαιοσύνην ˚Θεοῦ οὐκ ἐργάζεται.
Jame StatResG 1:21  Διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας, ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον, τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
Jame StatResG 1:22  ¶Γίνεσθε δὲ ποιηταὶ λόγου, καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς.
Jame StatResG 1:23  Ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν, καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ.
Jame StatResG 1:24  Κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
Jame StatResG 1:25  Ὁ δὲ παρακύψας εἰς νόμον τέλειον, τὸν τῆς ἐλευθερίας, καὶ παραμείνας, οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
Jame StatResG 1:26  ¶Εἴ τις δοκεῖ θρησκὸς εἶναι, μὴ χαλιναγωγῶν γλῶσσαν ἑαυτοῦ, ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία.
Jame StatResG 1:27  Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ ˚Θεῷ καὶ Πατρὶ αὕτη ἐστίν: ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
Chapter 2
Jame StatResG 2:1  ¶Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, τῆς δόξης.
Jame StatResG 2:2  Ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν, ἀνὴρ χρυσοδακτύλιος, ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς, ἐν ῥυπαρᾷ ἐσθῆτι,
Jame StatResG 2:3  ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν, καὶ εἴπητε, “Σὺ κάθου ὧδε καλῶς”, καὶ τῷ πτωχῷ εἴπητε, “Σὺ στῆθι ἐκεῖ”, ἢ, “Κάθου ὑπὸ τὸ ὑποπόδιόν μου”,
Jame StatResG 2:4  οὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
Jame StatResG 2:5  Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί: οὐχ ὁ ˚Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ, πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
Jame StatResG 2:6  Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;
Jame StatResG 2:7  Οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφʼ ὑμᾶς;
Jame StatResG 2:8  ¶Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν, κατὰ τὴν Γραφήν, “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν”, καλῶς ποιεῖτε.
Jame StatResG 2:9  Εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.
Jame StatResG 2:10  Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.
Jame StatResG 2:11  Ὁ γὰρ εἰπών, “Μὴ μοιχεύσῃς”, εἶπεν καί, “Μὴ φονεύσῃς.” Εἰ δὲ οὐ μοιχεύεις, φονεύεις δέ, γέγονας παραβάτης νόμου.
Jame StatResG 2:12  Οὕτως λαλεῖτε, καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.
Jame StatResG 2:13  Ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος. Κατακαυχᾶται ἔλεος κρίσεως.
Jame StatResG 2:14  ¶Τί ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις, ἔχειν ἔργα, δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;
Jame StatResG 2:15  Ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν, καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς,
Jame StatResG 2:16  εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, “Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε”, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί ὄφελος;
Jame StatResG 2:17  Οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστιν καθʼ ἑαυτήν.
Jame StatResG 2:18  ¶Ἀλλʼ ἐρεῖ τις, “Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω. Δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων, κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν.”
Jame StatResG 2:19  Σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ ˚Θεός. Καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.
Jame StatResG 2:20  Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν;
Jame StatResG 2:21  Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;
Jame StatResG 2:22  Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη.
Jame StatResG 2:23  Καὶ ἐπληρώθη ἡ Γραφὴ ἡ λέγουσα, “Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ ˚Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην”, καὶ φίλος ˚Θεοῦ ἐκλήθη.
Jame StatResG 2:24  Ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον.
Jame StatResG 2:25  Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
Jame StatResG 2:26  Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν.
Chapter 3
Jame StatResG 3:1  ¶Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα.
Jame StatResG 3:2  Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
Jame StatResG 3:3  Εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν, εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
Jame StatResG 3:4  Ἰδοὺ, καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα, καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται.
Jame StatResG 3:5  Οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν, καὶ μεγάλα αὐχεῖ. ¶Ἰδοὺ, ἡλίκον πῦρ, ἡλίκην ὕλην ἀνάπτει.
Jame StatResG 3:6  Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς Γεέννης.
Jame StatResG 3:7  Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ·
Jame StatResG 3:8  τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων, ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
Jame StatResG 3:9  Ἐν αὐτῇ εὐλογοῦμεν τὸν ˚Κύριον καὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς καθʼ ὁμοίωσιν ˚Θεοῦ γεγονότας.
Jame StatResG 3:10  Ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή ἀδελφοί μου ταῦτα οὕτως γίνεσθαι.
Jame StatResG 3:11  Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
Jame StatResG 3:12  Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; Οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.
Jame StatResG 3:13  ¶Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
Jame StatResG 3:14  Εἰ δὲ ζῆλον πικρὸν ἔχετε, καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
Jame StatResG 3:15  Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης.
Jame StatResG 3:16  Ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
Jame StatResG 3:17  Ἡ δὲ ἄνωθεν σοφία, πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος.
Jame StatResG 3:18  Καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται, τοῖς ποιοῦσιν εἰρήνην.
Chapter 4
Jame StatResG 4:1  ¶Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν, τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
Jame StatResG 4:2  Ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. Οὐκ ἔχετε, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
Jame StatResG 4:3  αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
Jame StatResG 4:4  Μοιχαλίδες! Οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου, ἔχθρα τοῦ ˚Θεοῦ ἐστιν; Ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ ˚Θεοῦ καθίσταται.
Jame StatResG 4:5  Ἢ δοκεῖτε ὅτι κενῶς ἡ Γραφὴ λέγει, “Πρὸς φθόνον ἐπιποθεῖ τὸ ˚Πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν;”
Jame StatResG 4:6  Μείζονα δὲ δίδωσιν χάριν. Διὸ λέγει, “Ὁ ˚Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.”
Jame StatResG 4:7  Ὑποτάγητε οὖν τῷ ˚Θεῷ. Ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν.
Jame StatResG 4:8  Ἐγγίσατε τῷ ˚Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. Καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
Jame StatResG 4:9  Ταλαιπωρήσατε, καὶ πενθήσατε, καὶ κλαύσατε. Ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν.
Jame StatResG 4:10  Ταπεινώθητε ἐνώπιον ˚Κυρίου, καὶ ὑψώσει ὑμᾶς.
Jame StatResG 4:11  ¶Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. Ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής.
Jame StatResG 4:12  Εἷς ἐστιν νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι. Σὺ δὲ τίς εἶ, ὁ κρίνων τὸν πλησίον;
Jame StatResG 4:13  ¶Ἄγε νῦν, οἱ λέγοντες, “Σήμερον ἢ αὔριον, πορευσόμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν, καὶ ἐμπορευσόμεθα, καὶ κερδήσομεν.”
Jame StatResG 4:14  Οἵτινες οὐκ ἐπίστασθε τῆς αὔριον, ποία γὰρ ζωὴ ὑμῶν; Ἀτμὶς γάρ ἐστε, ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη.
Jame StatResG 4:15  Ἀντὶ τοῦ λέγειν ὑμᾶς, “Ἐὰν ὁ ˚Κύριος θελήσῃ, καὶ ζήσομεν καὶ ποιήσομεν, τοῦτο ἢ ἐκεῖνο.”
Jame StatResG 4:16  Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν. Πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
Jame StatResG 4:17  Εἰδότι οὖν καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
Chapter 5
Jame StatResG 5:1  ¶Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε, ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
Jame StatResG 5:2  Ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν.
Jame StatResG 5:3  Ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. Ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
Jame StatResG 5:4  Ἰδοὺ, ὁ μισθὸς τῶν ἐργατῶν, τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀφυστερημένος ἀφʼ ὑμῶν, κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων, εἰς τὰ ὦτα ˚Κυρίου Σαβαὼθ εἰσελήλυθαν.
Jame StatResG 5:5  Ἐτρυφήσατε ἐπὶ τῆς γῆς. Καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς.
Jame StatResG 5:6  Κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον, οὐκ ἀντιτάσσεται ὑμῖν.
Jame StatResG 5:7  ¶Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ ˚Κυρίου. Ἰδοὺ, ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπʼ αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον.
Jame StatResG 5:8  Μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ ˚Κυρίου ἤγγικεν.
Jame StatResG 5:9  Μὴ στενάζετε, ἀδελφοί, κατʼ ἀλλήλων, ἵνα μὴ κριθῆτε. Ἰδοὺ, ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
Jame StatResG 5:10  Ὑπόδειγμα λάβετε, ἀδελφοί, τῆς κακοπαθείας, καὶ τῆς μακροθυμίας, τοὺς προφήτας, οἳ ἐλάλησαν ἐν ὀνόματι ˚Κυρίου.
Jame StatResG 5:11  Ἰδοὺ, μακαρίζομεν τοὺς ὑπομείναντας. Τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος ˚Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ ˚Κύριος καὶ οἰκτίρμων.
Jame StatResG 5:12  ¶Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ “Ναὶ”, ναὶ, καὶ τὸ “Οὒ”, οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
Jame StatResG 5:13  ¶Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω. Εὐθυμεῖ τις; Ψαλλέτω.
Jame StatResG 5:14  Ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπʼ αὐτὸν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου.
Jame StatResG 5:15  Καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ ˚Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.
Jame StatResG 5:16  Ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας, καὶ προσεύχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
Jame StatResG 5:17  Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς, ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ.
Jame StatResG 5:18  Καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν, καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
Jame StatResG 5:19  ¶Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν,
Jame StatResG 5:20  γινώσκετε ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.