Site uses cookies to provide basic functionality.

OK
I TIMOTHY
Up
1 2 3 4 5 6
Toggle notes
Chapter 1
I Ti StatResG 1:1  ¶Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ, κατʼ ἐπιταγὴν ˚Θεοῦ Σωτῆρος ἡμῶν, καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ τῆς ἐλπίδος ἡμῶν,
I Ti StatResG 1:2  Τιμοθέῳ, γνησίῳ τέκνῳ ἐν πίστει: χάρις, ἔλεος, εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Χριστοῦ ˚Ἰησοῦ τοῦ ˚Κυρίου ἡμῶν.
I Ti StatResG 1:3  ¶Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν,
I Ti StatResG 1:4  μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν ˚Θεοῦ, τὴν ἐν πίστει.
I Ti StatResG 1:5  Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου,
I Ti StatResG 1:6  ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίαν,
I Ti StatResG 1:7  θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται.
I Ti StatResG 1:8  ¶Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται,
I Ti StatResG 1:9  εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις,
I Ti StatResG 1:10  πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται,
I Ti StatResG 1:11  κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου ˚Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
I Ti StatResG 1:12  ¶Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με, ˚Χριστῷ ˚Ἰησοῦ τῷ ˚Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν,
I Ti StatResG 1:13  τὸ πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν, ἐποίησα ἐν ἀπιστίᾳ.
I Ti StatResG 1:14  Ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
I Ti StatResG 1:15  Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος: ὅτι “˚Χριστὸς ˚Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι”, ὧν πρῶτός εἰμι ἐγώ.
I Ti StatResG 1:16  Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ˚Ἰησοῦς ˚Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπʼ αὐτῷ, εἰς ζωὴν αἰώνιον.
I Ti StatResG 1:17  Τῷ δὲ Βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ ˚Θεῷ, τιμὴ καὶ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν!
I Ti StatResG 1:18  ¶Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον, Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν,
I Ti StatResG 1:19  ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν·
I Ti StatResG 1:20  ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.
Chapter 2
I Ti StatResG 2:1  ¶Παρακαλῶ οὖν, πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
I Ti StatResG 2:2  ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
I Ti StatResG 2:3  Τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν, ˚Θεοῦ,
I Ti StatResG 2:4  ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
I Ti StatResG 2:5  Εἷς γὰρ ˚Θεός, εἷς καὶ μεσίτης ˚Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος ˚Χριστὸς ˚Ἰησοῦς,
I Ti StatResG 2:6  ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, καὶ μαρτύριον καιροῖς ἰδίοις,
I Ti StatResG 2:7  εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος (ἀλήθειαν λέγω ἐν ˚Χριστῷ, οὐ ψεύδομαι), διδάσκαλος ἐθνῶν ἐν γνώσει καὶ ἀληθείᾳ.
I Ti StatResG 2:8  ¶Βούλομαι οὖν, προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.
I Ti StatResG 2:9  Ὡσαύτως γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν, καὶ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ,
I Ti StatResG 2:10  ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, διʼ ἔργων ἀγαθῶν.
I Ti StatResG 2:11  Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ.
I Ti StatResG 2:12  Διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλʼ εἶναι ἐν ἡσυχίᾳ.
I Ti StatResG 2:13  Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα·
I Ti StatResG 2:14  καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα, ἐν παραβάσει γέγονεν.
I Ti StatResG 2:15  Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει, καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ, μετὰ σωφροσύνης.
Chapter 3
I Ti StatResG 3:1  ¶Πιστὸς ὁ λόγος: “Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.”
I Ti StatResG 3:2  Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν,
I Ti StatResG 3:3  μὴ πάροινον, μὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον,
I Ti StatResG 3:4  τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ, μετὰ πάσης σεμνότητος
I Ti StatResG 3:5  (εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας ˚Θεοῦ ἐπιμελήσεται;)
I Ti StatResG 3:6  Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.
I Ti StatResG 3:7  Δεῖ δὲ καὶ, μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ, καὶ παγίδα τοῦ διαβόλου.
I Ti StatResG 3:8  ¶Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
I Ti StatResG 3:9  ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
I Ti StatResG 3:10  Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες.
I Ti StatResG 3:11  Γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν.
I Ti StatResG 3:12  Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.
I Ti StatResG 3:13  Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
I Ti StatResG 3:14  ¶Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ ἐν τάχει,
I Ti StatResG 3:15  ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ ˚Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία ˚Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.
I Ti StatResG 3:16  Καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον: “Ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν ˚Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήμφθη ἐν δόξῃ.”
Chapter 4
I Ti StatResG 4:1  ¶Τὸ δὲ ˚Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς, ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
I Ti StatResG 4:2  ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν,
I Ti StatResG 4:3  κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ ˚Θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας, τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
I Ti StatResG 4:4  Ὅτι πᾶν κτίσμα ˚Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον,
I Ti StatResG 4:5  ἁγιάζεται γὰρ διὰ λόγου ˚Θεοῦ καὶ ἐντεύξεως.
I Ti StatResG 4:6  ¶Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος ˚Χριστοῦ ˚Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.
I Ti StatResG 4:7  Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
I Ti StatResG 4:8  “Ἡ” γὰρ “σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν”, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν, καὶ τῆς μελλούσης.
I Ti StatResG 4:9  Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος.
I Ti StatResG 4:10  Εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ ˚Θεῷ ζῶντι, ὅς ἐστιν Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
I Ti StatResG 4:11  ¶Παράγγελλε ταῦτα καὶ δίδασκε.
I Ti StatResG 4:12  Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν, ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ.
I Ti StatResG 4:13  Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
I Ti StatResG 4:14  Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας, μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
I Ti StatResG 4:15  Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν.
I Ti StatResG 4:16  Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. Ἐπίμενε αὐτοῖς, τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
Chapter 5
I Ti StatResG 5:1  ¶Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς,
I Ti StatResG 5:2  πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἁγνείᾳ.
I Ti StatResG 5:3  ¶Χήρας τίμα, τὰς ὄντως χήρας.
I Ti StatResG 5:4  Εἰ δέ τις χήρα, τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ ˚Θεοῦ.
I Ti StatResG 5:5  Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη, ἤλπικεν ἐπὶ ˚Θεὸν, καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς, νυκτὸς καὶ ἡμέρας.
I Ti StatResG 5:6  Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.
I Ti StatResG 5:7  Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν.
I Ti StatResG 5:8  Εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.
I Ti StatResG 5:9  ¶Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή,
I Ti StatResG 5:10  ἐν ἔργοις καλοῖς μαρτυρουμένη: εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.
I Ti StatResG 5:11  Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ ˚Χριστοῦ, γαμεῖν θέλουσιν,
I Ti StatResG 5:12  ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.
I Ti StatResG 5:13  Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.
I Ti StatResG 5:14  Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.
I Ti StatResG 5:15  Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
I Ti StatResG 5:16  Εἴ τις πιστὴ ἔχει χήρας, ἐπαρκείσθω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
I Ti StatResG 5:17  ¶Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ.
I Ti StatResG 5:18  Λέγει γὰρ ἡ Γραφή, “Βοῦν ἀλοῶντα οὐ φιμώσεις”, καί, “Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.”
I Ti StatResG 5:19  Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.
I Ti StatResG 5:20  Τοὺς ἁμαρτάνοντας ἐνώπιον, πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.
I Ti StatResG 5:21  Διαμαρτύρομαι ἐνώπιον τοῦ ˚Θεοῦ, καὶ ˚Χριστοῦ ˚Ἰησοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.
I Ti StatResG 5:22  Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει.
I Ti StatResG 5:23  Μηκέτι ὑδροπότει, ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας.
I Ti StatResG 5:24  Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν.
I Ti StatResG 5:25  Ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἄλλως ἔχοντα, κρυβῆναι οὐ δύνανται.
Chapter 6
I Ti StatResG 6:1  ¶Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ ˚Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.
I Ti StatResG 6:2  Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. ¶Ταῦτα δίδασκε καὶ παρακάλει.
I Ti StatResG 6:3  Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις, τοῖς τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ τῇ κατʼ εὐσέβειαν διδασκαλίᾳ,
I Ti StatResG 6:4  τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,
I Ti StatResG 6:5  διαπαρατριβαὶ, διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.
I Ti StatResG 6:6  Ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.
I Ti StatResG 6:7  Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.
I Ti StatResG 6:8  Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.
I Ti StatResG 6:9  Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγίδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.
I Ti StatResG 6:10  Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
I Ti StatResG 6:11  ¶Σὺ δέ, ὦ ἄνθρωπε ˚Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπαθίαν.
I Ti StatResG 6:12  Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
I Ti StatResG 6:13  Παραγγέλλω σοι ἐνώπιον τοῦ ˚Θεοῦ, τοῦ ζῳοποιοῦντος τὰ πάντα, καὶ ˚Χριστοῦ ˚Ἰησοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν,
I Ti StatResG 6:14  τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον, μέχρι τῆς ἐπιφανείας τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ,
I Ti StatResG 6:15  ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος Δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ ˚Κύριος τῶν κυριευόντων,
I Ti StatResG 6:16  ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν!
I Ti StatResG 6:17  ¶Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι, παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλʼ ἐπὶ ˚Θεῷ, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν,
I Ti StatResG 6:18  ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς,
I Ti StatResG 6:19  ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς.
I Ti StatResG 6:20  ¶Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως,
I Ti StatResG 6:21  ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μεθʼ ὑμῶν.