Site uses cookies to provide basic functionality.

OK
GALATIANS
Up
1 2 3 4 5 6
Toggle notes
Chapter 1
Gala StatResG 1:1  ¶Παῦλος, ἀπόστολος (οὐκ ἀπʼ ἀνθρώπων, οὐδὲ διʼ ἀνθρώπου, ἀλλὰ διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ˚Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν),
Gala StatResG 1:2  καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας:
Gala StatResG 1:3  χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ ˚Χριστοῦ,
Gala StatResG 1:4  τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ ˚Θεοῦ καὶ Πατρὸς ἡμῶν,
Gala StatResG 1:5  ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν!
Gala StatResG 1:6  ¶Θαυμάζω ὅτι οὕτως ταχέως, μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι ˚Χριστοῦ, εἰς ἕτερον εὐαγγέλιον,
Gala StatResG 1:7  ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ ˚Χριστοῦ.
Gala StatResG 1:8  Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίζηται παρʼ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω!
Gala StatResG 1:9  Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρʼ ὃ παρελάβετε, ἀνάθεμα ἔστω!
Gala StatResG 1:10  ¶Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν ˚Θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, ˚Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
Gala StatResG 1:11  ¶Γνωρίζω γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον.
Gala StatResG 1:12  Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ διʼ ἀποκαλύψεως ˚Ἰησοῦ ˚Χριστοῦ.
Gala StatResG 1:13  ¶Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ ˚Θεοῦ, καὶ ἐπόρθουν αὐτήν.
Gala StatResG 1:14  Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
Gala StatResG 1:15  Ὅτε δὲ εὐδόκησεν ὁ, ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ,
Gala StatResG 1:16  ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,
Gala StatResG 1:17  οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
Gala StatResG 1:18  ¶Ἔπειτα μετὰ ἔτη τρία, ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε.
Gala StatResG 1:19  Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ ˚Κυρίου.
Gala StatResG 1:20  Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ, ἐνώπιον τοῦ ˚Θεοῦ, ὅτι οὐ ψεύδομαι.
Gala StatResG 1:21  Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας.
Gala StatResG 1:22  Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας, ταῖς ἐν ˚Χριστῷ,
Gala StatResG 1:23  μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι “Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἥν ποτε ἐπόρθει.”
Gala StatResG 1:24  Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν ˚Θεόν.
Chapter 2
Gala StatResG 2:1  ¶Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν, πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶ, συμπαραλαβὼν καὶ Τίτον·
Gala StatResG 2:2  ἀνέβην δὲ κατὰ ἀποκάλυψιν, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατʼ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον.
Gala StatResG 2:3  Ἀλλʼ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι.
Gala StatResG 2:4  Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσουσιν·
Gala StatResG 2:5  οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.
Gala StatResG 2:6  Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι (ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει, πρόσωπον ὁ ˚Θεὸς ἀνθρώπου οὐ λαμβάνει), ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο.
Gala StatResG 2:7  Ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς
Gala StatResG 2:8  (ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη),
Gala StatResG 2:9  καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
Gala StatResG 2:10  μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
Gala StatResG 2:11  ¶Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν.
Gala StatResG 2:12  Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς.
Gala StatResG 2:13  Καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
Gala StatResG 2:14  Ἀλλʼ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων, “Εἰ σὺ Ἰουδαῖος, ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;”
Gala StatResG 2:15  ¶Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί,
Gala StatResG 2:16  εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἡμεῖς εἰς ˚Χριστὸν ˚Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως ˚Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου, οὐ δικαιωθήσεται πᾶσα σάρξ.
Gala StatResG 2:17  Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν ˚Χριστῷ, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα ˚Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο!
Gala StatResG 2:18  Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνιστάνω.
Gala StatResG 2:19  Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα ˚Θεῷ ζήσω. ˚Χριστῷ συνεσταύρωμαι·
Gala StatResG 2:20  ζῶ δὲ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ ˚Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ ˚Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Gala StatResG 2:21  Οὐκ ἀθετῶ τὴν χάριν τοῦ ˚Θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα ˚Χριστὸς δωρεὰν ἀπέθανεν.
Chapter 3
Gala StatResG 3:1  ¶Ὦ ἀνόητοι Γαλάται! Τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατʼ ὀφθαλμοὺς ˚Ἰησοῦς ˚Χριστὸς προεγράφη ἐσταυρωμένος;
Gala StatResG 3:2  Τοῦτο μόνον θέλω μαθεῖν ἀφʼ ὑμῶν: ἐξ ἔργων νόμου τὸ ˚Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;
Gala StatResG 3:3  Οὕτως ἀνόητοί ἐστε; Ἐναρξάμενοι ˚Πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε;
Gala StatResG 3:4  Τοσαῦτα ἐπάθετε εἰκῇ– εἴ γε καὶ εἰκῇ;
Gala StatResG 3:5  Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ ˚Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;
Gala StatResG 3:6  Καθὼς Ἀβραὰμ “ἐπίστευσεν τῷ ˚Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην”.
Gala StatResG 3:7  ¶Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ.
Gala StatResG 3:8  Προϊδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ ˚Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι “Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.”
Gala StatResG 3:9  Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
Gala StatResG 3:10  ¶Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ, ὅτι “Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.”
Gala StatResG 3:11  Ὅτι δὲ ἐν νόμῳ, οὐδεὶς δικαιοῦται παρὰ τῷ ˚Θεῷ δῆλον, ὅτι, “Ὁ δίκαιος ἐκ πίστεως ζήσεται.”
Gala StatResG 3:12  Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλʼ, “Ὁ ποιήσας αὐτὰ, ζήσεται ἐν αὐτοῖς.”
Gala StatResG 3:13  ˚Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται, “Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου”,
Gala StatResG 3:14  ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ ˚Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
Gala StatResG 3:15  ¶Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω. Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην, οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
Gala StatResG 3:16  Τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, “Καὶ τοῖς σπέρμασιν”, ὡς ἐπὶ πολλῶν, ἀλλʼ ὡς ἐφʼ ἑνός, “Καὶ τῷ σπέρματί σου”, ὅς ἐστιν ˚Χριστός.
Gala StatResG 3:17  Τοῦτο δὲ λέγω: διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ ˚Θεοῦ, ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
Gala StatResG 3:18  Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ διʼ ἐπαγγελίας κεχάρισται ὁ ˚Θεός.
Gala StatResG 3:19  ¶Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου.
Gala StatResG 3:20  Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ ˚Θεὸς εἷς ἐστιν.
Gala StatResG 3:21  ¶Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ ˚Θεοῦ; Μὴ γένοιτο! Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη.
Gala StatResG 3:22  Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως ˚Ἰησοῦ ˚Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
Gala StatResG 3:23  ¶Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
Gala StatResG 3:24  Ὥστε ὁ νόμος, παιδαγωγὸς ἡμῶν γέγονεν εἰς ˚Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.
Gala StatResG 3:25  Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
Gala StatResG 3:26  Πάντες γὰρ υἱοὶ ˚Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
Gala StatResG 3:27  Ὅσοι γὰρ εἰς ˚Χριστὸν ἐβαπτίσθητε, ˚Χριστὸν ἐνεδύσασθε.
Gala StatResG 3:28  Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
Gala StatResG 3:29  Εἰ δὲ ὑμεῖς ˚Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, κατʼ ἐπαγγελίαν κληρονόμοι.
Chapter 4
Gala StatResG 4:1  ¶Λέγω δέ, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν,
Gala StatResG 4:2  ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
Gala StatResG 4:3  Οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.
Gala StatResG 4:4  Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ ˚Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
Gala StatResG 4:5  ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
Gala StatResG 4:6  Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ ˚Θεὸς τὸ ˚Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον, “Ἀββά, ὁ Πατήρ!”
Gala StatResG 4:7  Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ ˚Θεοῦ.
Gala StatResG 4:8  ¶Ἀλλὰ τότε μὲν οὐκ εἰδότες ˚Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς·
Gala StatResG 4:9  νῦν δὲ γνόντες ˚Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ ˚Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;
Gala StatResG 4:10  Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς.
Gala StatResG 4:11  Φοβοῦμαι ὑμᾶς, μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
Gala StatResG 4:12  ¶Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε·
Gala StatResG 4:13  οἴδατε δὲ ὅτι διʼ ἀσθένειαν τῆς σαρκὸς, εὐηγγελισάμην ὑμῖν τὸ πρότερον.
Gala StatResG 4:14  Καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου, οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλʼ ὡς ἄγγελον ˚Θεοῦ ἐδέξασθέ με, ὡς ˚Χριστὸν ˚Ἰησοῦν.
Gala StatResG 4:15  Ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες, ἐδώκατέ μοι.
Gala StatResG 4:16  Ὥστε ἐχθρὸς ὑμῶν γέγονα, ἀληθεύων ὑμῖν;
Gala StatResG 4:17  Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
Gala StatResG 4:18  Καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.
Gala StatResG 4:19  Τέκνα μου, οὓς πάλιν ὠδίνω, μέχρις οὗ μορφωθῇ ˚Χριστὸς ἐν ὑμῖν–
Gala StatResG 4:20  ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
Gala StatResG 4:21  ¶Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
Gala StatResG 4:22  Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.
Gala StatResG 4:23  Ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, διʼ ἐπαγγελίας.
Gala StatResG 4:24  Ἅτινά ἐστιν ἀλληγορούμενα, αὗται γάρ εἰσιν δύο διαθῆκαι: μία μὲν ἀπὸ Ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ.
Gala StatResG 4:25  Τὸ δὲ Ἁγὰρ Σινᾶ Ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς.
Gala StatResG 4:26  Ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν.
Gala StatResG 4:27  Γέγραπται γάρ, “Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.”
Gala StatResG 4:28  Ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ, ἐπαγγελίας τέκνα ἐστέ.
Gala StatResG 4:29  Ἀλλʼ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς, ἐδίωκε τὸν κατὰ ˚Πνεῦμα, οὕτως καὶ νῦν.
Gala StatResG 4:30  Ἀλλὰ τί λέγει ἡ Γραφή; “Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης, μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.”
Gala StatResG 4:31  Διό ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.
Chapter 5
Gala StatResG 5:1  Τῇ ἐλευθερίᾳ, ἡμᾶς ˚Χριστὸς ἠλευθέρωσεν, στήκετε οὖν, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
Gala StatResG 5:2  ¶Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, ˚Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
Gala StatResG 5:3  Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν, ὅλον τὸν νόμον ποιῆσαι.
Gala StatResG 5:4  Κατηργήθητε ἀπὸ ˚Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.
Gala StatResG 5:5  Ἡμεῖς γὰρ ˚Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
Gala StatResG 5:6  Ἐν γὰρ ˚Χριστῷ ˚Ἰησοῦ, οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη.
Gala StatResG 5:7  ¶Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν, ἀληθείᾳ μὴ πείθεσθαι;
Gala StatResG 5:8  Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
Gala StatResG 5:9  Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
Gala StatResG 5:10  Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν ˚Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε. Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ.
Gala StatResG 5:11  Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
Gala StatResG 5:12  Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
Gala StatResG 5:13  ¶Ὑμεῖς γὰρ ἐπʼ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
Gala StatResG 5:14  Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ, “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.”
Gala StatResG 5:15  Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε, μὴ ὑπʼ ἀλλήλων ἀναλωθῆτε.
Gala StatResG 5:16  ¶Λέγω δέ, ˚Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
Gala StatResG 5:17  Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ ˚Πνεύματος, τὸ δὲ ˚Πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε, ταῦτα ποιῆτε.
Gala StatResG 5:18  Εἰ δὲ ˚Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
Gala StatResG 5:19  Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
Gala StatResG 5:20  εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
Gala StatResG 5:21  φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, Βασιλείαν ˚Θεοῦ οὐ κληρονομήσουσιν.
Gala StatResG 5:22  ¶Ὁ δὲ καρπὸς τοῦ ˚Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
Gala StatResG 5:23  πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων, οὐκ ἔστιν νόμος.
Gala StatResG 5:24  Οἱ δὲ τοῦ ˚Χριστοῦ ˚Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
Gala StatResG 5:25  Εἰ ζῶμεν ˚Πνεύματι, ˚Πνεύματι καὶ στοιχῶμεν.
Gala StatResG 5:26  Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
Chapter 6
Gala StatResG 6:1  ¶Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς, οἱ πνευματικοὶ, καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.
Gala StatResG 6:2  Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ ˚Χριστοῦ.
Gala StatResG 6:3  Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν.
Gala StatResG 6:4  Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.
Gala StatResG 6:5  Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
Gala StatResG 6:6  ¶Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον, τῷ κατηχοῦντι, ἐν πᾶσιν ἀγαθοῖς.
Gala StatResG 6:7  Μὴ πλανᾶσθε, ˚Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.
Gala StatResG 6:8  Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ ˚Πνεῦμα, ἐκ τοῦ ˚Πνεύματος θερίσει ζωὴν αἰώνιον.
Gala StatResG 6:9  Τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ, θερίσομεν μὴ ἐκλυόμενοι.
Gala StatResG 6:10  Ἄρα οὖν, ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
Gala StatResG 6:11  ¶Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.
Gala StatResG 6:12  Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα τῷ σταυρῷ τοῦ ˚Χριστοῦ ˚Ἰησοῦ μὴ διώκωνται.
Gala StatResG 6:13  Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
Gala StatResG 6:14  Ἐμοὶ δὲ, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ.
Gala StatResG 6:15  Οὔτε γὰρ περιτομή τί ἐστιν, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.
Gala StatResG 6:16  Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπʼ αὐτοὺς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ ˚Θεοῦ.
Gala StatResG 6:17  ¶Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα τοῦ ˚Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
Gala StatResG 6:18  ¶Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν!