Toggle notes
Chapter 1
II C | StatResG | 1:1 | ¶Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ διὰ θελήματος ˚Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ ἐκκλησίᾳ τοῦ ˚Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ: | |
II C | StatResG | 1:3 | ¶Εὐλογητὸς ὁ ˚Θεὸς καὶ Πατὴρ τοῦ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ ˚Θεὸς πάσης παρακλήσεως, | |
II C | StatResG | 1:4 | ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ ˚Θεοῦ. | |
II C | StatResG | 1:5 | Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ ˚Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ ˚Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. | |
II C | StatResG | 1:6 | Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν. | |
II C | StatResG | 1:7 | Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν, εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως. | |
II C | StatResG | 1:8 | ¶Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθʼ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. | |
II C | StatResG | 1:9 | Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς, ἀλλʼ ἐπὶ τῷ ˚Θεῷ, τῷ ἐγείροντι τοὺς νεκρούς· | |
II C | StatResG | 1:10 | ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, καὶ ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, | |
II C | StatResG | 1:11 | συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων, τὸ εἰς ἡμᾶς χάρισμα, διὰ πολλῶν, εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. | |
II C | StatResG | 1:12 | ¶Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν: τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ τοῦ ˚Θεοῦ, καὶ οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλʼ ἐν χάριτι ˚Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. | |
II C | StatResG | 1:13 | Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλʼ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε, | |
II C | StatResG | 1:14 | καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ ˚Κυρίου ˚Ἰησοῦ. | |
II C | StatResG | 1:15 | ¶Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον, πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε, | |
II C | StatResG | 1:16 | καὶ διʼ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. | |
II C | StatResG | 1:17 | Τοῦτο οὖν βουλόμενος, μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρʼ ἐμοὶ τὸ “Ναὶ, ναὶ”, καὶ τὸ “Οὒ, οὔ;” | |
II C | StatResG | 1:19 | Ὁ τοῦ ˚Θεοῦ γὰρ Υἱὸς, ˚Ἰησοῦς ˚Χριστὸς, ὁ ἐν ὑμῖν διʼ ἡμῶν κηρυχθείς, διʼ ἐμοῦ, καὶ Σιλουανοῦ, καὶ Τιμοθέου, οὐκ ἐγένετο “Ναὶ” καὶ “Οὒ”, ἀλλὰ “Ναὶ” ἐν αὐτῷ γέγονεν. | |
II C | StatResG | 1:20 | Ὅσαι γὰρ ἐπαγγελίαι ˚Θεοῦ, ἐν αὐτῷ τὸ “Ναί”. Διὸ καὶ διʼ αὐτοῦ, τὸ “Ἀμὴν”, τῷ ˚Θεῷ πρὸς δόξαν διʼ ἡμῶν. | |
II C | StatResG | 1:22 | ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ ˚Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. | |
II C | StatResG | 1:23 | ¶Ἐγὼ δὲ μάρτυρα τὸν ˚Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. | |
Chapter 2
II C | StatResG | 2:3 | Καὶ ἔγραψα τοῦτο αὐτὸ, ἵνα μὴ ἐλθὼν, λύπην σχῶ ἀφʼ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. | |
II C | StatResG | 2:4 | Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας, ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. | |
II C | StatResG | 2:5 | ¶Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. | |
II C | StatResG | 2:7 | ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ, καταποθῇ ὁ τοιοῦτος. | |
II C | StatResG | 2:10 | ὯΙ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, διʼ ὑμᾶς ἐν προσώπῳ ˚Χριστοῦ, | |
II C | StatResG | 2:12 | ¶Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ ˚Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν ˚Κυρίῳ, | |
II C | StatResG | 2:13 | οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς, ἐξῆλθον εἰς Μακεδονίαν. | |
II C | StatResG | 2:14 | ¶Τῷ δὲ ˚Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ ˚Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ, φανεροῦντι διʼ ἡμῶν ἐν παντὶ τόπῳ. | |
II C | StatResG | 2:16 | οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. Καὶ πρὸς ταῦτα τίς ἱκανός; | |
Chapter 3
II C | StatResG | 3:1 | ¶Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; Ἢ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν; | |
II C | StatResG | 3:2 | Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, | |
II C | StatResG | 3:3 | φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ ˚Χριστοῦ, διακονηθεῖσα ὑφʼ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ ˚Πνεύματι ˚Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλʼ ἐν πλαξὶν καρδίαις σαρκίναις. | |
II C | StatResG | 3:5 | Οὐχ ὅτι ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλʼ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ ˚Θεοῦ, | |
II C | StatResG | 3:6 | ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ ˚Πνεύματος, τὸ γὰρ γράμμα ἀποκτένει, τὸ δὲ ˚Πνεῦμα ζῳοποιεῖ. | |
II C | StatResG | 3:7 | ¶Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, τὴν καταργουμένην, | |
II C | StatResG | 3:9 | Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως, δόξα πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ. | |
II C | StatResG | 3:10 | Καὶ γὰρ οὐ δεδόξασται, τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης. | |
II C | StatResG | 3:13 | καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ, εἰς τὸ τέλος τοῦ καταργουμένου. | |
II C | StatResG | 3:14 | Ἀλλʼ ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας, τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν ˚Χριστῷ καταργεῖται. | |
II C | StatResG | 3:15 | Ἀλλʼ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. | |
Chapter 4
II C | StatResG | 4:2 | Ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες τὸν λόγον τοῦ ˚Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας, συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ ˚Θεοῦ. | |
II C | StatResG | 4:3 | Εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, | |
II C | StatResG | 4:4 | ἐν οἷς ὁ ˚θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ ˚Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ ˚Θεοῦ. | |
II C | StatResG | 4:5 | Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ ˚Ἰησοῦν ˚Χριστὸν ˚Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ ˚Ἰησοῦν. | |
II C | StatResG | 4:6 | Ὅτι ὁ ˚Θεὸς ὁ εἰπών, “Ἐκ σκότους φῶς λάμψει”, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ ˚Θεοῦ ἐν προσώπῳ ˚Ἰησοῦ ˚Χριστοῦ. | |
II C | StatResG | 4:7 | ¶Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ ˚Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν· | |
II C | StatResG | 4:8 | ἐν παντὶ θλιβόμενοι, ἀλλʼ οὐ στενοχωρούμενοι, ἀπορούμενοι, ἀλλʼ οὐκ ἐξαπορούμενοι, | |
II C | StatResG | 4:10 | πάντοτε τὴν νέκρωσιν τοῦ ˚Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ ˚Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. | |
II C | StatResG | 4:11 | Ἀεὶ γὰρ ἡμεῖς, οἱ ζῶντες, εἰς θάνατον παραδιδόμεθα διὰ ˚Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ ˚Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. | |
II C | StatResG | 4:13 | ¶Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, “Ἐπίστευσα, διὸ ἐλάλησα”, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, | |
II C | StatResG | 4:14 | εἰδότες ὅτι ὁ ἐγείρας τὸν ˚Ἰησοῦν, καὶ ἡμᾶς σὺν ˚Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν. | |
II C | StatResG | 4:15 | Τὰ γὰρ πάντα διʼ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων, τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ ˚Θεοῦ. | |
II C | StatResG | 4:16 | ¶Διὸ οὐκ ἐγκακοῦμεν, ἀλλʼ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλʼ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. | |
II C | StatResG | 4:17 | Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθʼ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης, κατεργάζεται ἡμῖν, | |
Chapter 5
II C | StatResG | 5:1 | ¶Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ ˚Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. | |
II C | StatResG | 5:2 | Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες. | |
II C | StatResG | 5:4 | Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν, βαρούμενοι ἐφʼ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλʼ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. | |
II C | StatResG | 5:5 | Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο ˚Θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ ˚Πνεύματος. | |
II C | StatResG | 5:6 | ¶Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ ˚Κυρίου, | |
II C | StatResG | 5:8 | Θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν ˚Κύριον. | |
II C | StatResG | 5:10 | Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ, ἔμπροσθεν τοῦ βήματος τοῦ ˚Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. | |
II C | StatResG | 5:11 | ¶Εἰδότες οὖν τὸν φόβον τοῦ ˚Κυρίου, ἀνθρώπους πείθομεν, ˚Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. | |
II C | StatResG | 5:12 | Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ μὴ ἐν καρδίᾳ. | |
II C | StatResG | 5:14 | Ἡ γὰρ ἀγάπη τοῦ ˚Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον. | |
II C | StatResG | 5:15 | Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες, μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. | |
II C | StatResG | 5:16 | ¶Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα. Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα ˚Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. | |
II C | StatResG | 5:18 | Τὰ δὲ πάντα ἐκ τοῦ ˚Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ ˚Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, | |
II C | StatResG | 5:19 | ὡς ὅτι ˚Θεὸς ἦν ἐν ˚Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. | |
II C | StatResG | 5:20 | Ὑπὲρ ˚Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ ˚Θεοῦ παρακαλοῦντος διʼ ἡμῶν· δεόμεθα ὑπὲρ ˚Χριστοῦ, καταλλάγητε τῷ ˚Θεῷ. | |
Chapter 6
II C | StatResG | 6:1 | ¶Συνεργοῦντες δὲ καὶ, παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ ˚Θεοῦ δέξασθαι ὑμᾶς. | |
II C | StatResG | 6:2 | Λέγει γάρ, “Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.” Ἰδοὺ, νῦν “καιρὸς εὐπρόσδεκτος”, ἰδοὺ, νῦν “ἡμέρα σωτηρίας”. | |
II C | StatResG | 6:4 | Ἀλλʼ ἐν παντὶ συνιστάντες ἑαυτοὺς ὡς ˚Θεοῦ διάκονοι: ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, | |
II C | StatResG | 6:5 | ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, | |
II C | StatResG | 6:6 | ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν ˚Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, | |
II C | StatResG | 6:7 | ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει ˚Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, | |
II C | StatResG | 6:9 | ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ, ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, | |
II C | StatResG | 6:10 | ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες. | |
II C | StatResG | 6:14 | ¶Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; | |
II C | StatResG | 6:16 | Τίς δὲ συγκατάθεσις ναῷ ˚Θεοῦ μετὰ εἰδώλων; ἡμεῖς γὰρ ναὸς ˚Θεοῦ ἐσμεν ζῶντος, καθὼς εἶπεν ὁ ˚Θεὸς, ὅτι “Ἐνοικήσω ἐν αὐτοῖς”, καὶ “ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν ˚Θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός.” | |
II C | StatResG | 6:17 | “Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε”, λέγει ˚Κύριος, “καὶ ἀκαθάρτου μὴ ἅπτεσθε”· “Κἀγὼ εἰσδέξομαι ὑμᾶς”. | |
Chapter 7
II C | StatResG | 7:1 | Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ ˚Θεοῦ. | |
II C | StatResG | 7:3 | Πρὸς κατάκρισιν οὐ λέγω, προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε, εἰς τὸ συναποθανεῖν καὶ συζῆν. | |
II C | StatResG | 7:4 | Πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. | |
II C | StatResG | 7:5 | ¶Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν, οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλʼ ἐν παντὶ θλιβόμενοι– ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. | |
II C | StatResG | 7:7 | οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφʼ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. | |
II C | StatResG | 7:8 | Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι. Εἰ καὶ μετεμελόμην (βλέπω ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς) | |
II C | StatResG | 7:9 | νῦν χαίρω οὐχ ὅτι ἐλυπήθητε, ἀλλʼ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν, ἐλυπήθητε γὰρ κατὰ ˚Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. | |
II C | StatResG | 7:10 | Ἡ γὰρ κατὰ ˚Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται. | |
II C | StatResG | 7:11 | Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ ˚Θεὸν λυπηθῆναι, πόσην κατειργάσατο ὑμῖν σπουδήν: ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν! Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι. | |
II C | StatResG | 7:12 | Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλʼ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν, τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ ˚Θεοῦ. | |
II C | StatResG | 7:13 | Διὰ τοῦτο παρακεκλήμεθα. ¶Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν, περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. | |
II C | StatResG | 7:14 | Ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλʼ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. | |
II C | StatResG | 7:15 | Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν, ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. | |
Chapter 8
II C | StatResG | 8:1 | ¶Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ ˚Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, | |
II C | StatResG | 8:2 | ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως, ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν, ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν. | |
II C | StatResG | 8:4 | μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους. | |
II C | StatResG | 8:5 | Καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλʼ ἑαυτοὺς ἔδωκαν, πρῶτον τῷ ˚Κυρίῳ, καὶ ἡμῖν, διὰ θελήματος ˚Θεοῦ. | |
II C | StatResG | 8:6 | Εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην. | |
II C | StatResG | 8:7 | Ἀλλʼ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει, καὶ λόγῳ, καὶ γνώσει, καὶ πάσῃ σπουδῇ, καὶ τῇ ἐξ ἡμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. | |
II C | StatResG | 8:8 | ¶Οὐ κατʼ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς, καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων. | |
II C | StatResG | 8:9 | Γινώσκετε γὰρ τὴν χάριν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ὅτι διʼ ὑμᾶς ἐπτώχευσεν, πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. | |
II C | StatResG | 8:10 | Καὶ γνώμην ἐν τούτῳ δίδωμι, τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι, ἀλλὰ καὶ τὸ θέλειν, προενήρξασθε ἀπὸ πέρυσι. | |
II C | StatResG | 8:11 | Νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν. | |
II C | StatResG | 8:14 | Ἐν τῷ νῦν καιρῷ, τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης. | |
II C | StatResG | 8:17 | Ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος, ἐξῆλθεν πρὸς ὑμᾶς. | |
II C | StatResG | 8:18 | Συνεπέμψαμεν δὲ μετʼ αὐτοῦ τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν· | |
II C | StatResG | 8:19 | οὐ μόνον δὲ, ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν, ἐν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν, πρὸς τὴν τοῦ ˚Κυρίου δόξαν, καὶ προθυμίαν ἡμῶν· | |
II C | StatResG | 8:20 | στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται, ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν, | |
II C | StatResG | 8:22 | Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς, πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς. | |
II C | StatResG | 8:23 | Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός, εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν δόξα ˚Χριστοῦ. | |
Chapter 9
II C | StatResG | 9:1 | ¶Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους, περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν. | |
II C | StatResG | 9:2 | Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ τὸ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. | |
II C | StatResG | 9:3 | Ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν, τὸ ὑπὲρ ὑμῶν, κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε. | |
II C | StatResG | 9:4 | Μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες, καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ. | |
II C | StatResG | 9:5 | Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς, ἵνα προέλθωσιν εἰς ὑμᾶς καὶ προκαταρτίσωσιν τὴν προεπηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν. | |
II C | StatResG | 9:6 | ¶Τοῦτο δέ: ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπʼ εὐλογίαις, ἐπʼ εὐλογίαις καὶ θερίσει. | |
II C | StatResG | 9:7 | Ἕκαστος καθὼς προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ ˚Θεός. | |
II C | StatResG | 9:8 | Δυνατεῖ δὲ ὁ ˚Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν. | |
II C | StatResG | 9:9 | Καθὼς γέγραπται, “Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.” | |
II C | StatResG | 9:10 | Ὁ δὲ ἐπιχορηγῶν σπόρον τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν, καὶ αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· | |
II C | StatResG | 9:11 | ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται διʼ ἡμῶν, εὐχαριστίαν τῷ ˚Θεῷ. | |
II C | StatResG | 9:12 | Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης, οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ ˚Θεῷ· | |
II C | StatResG | 9:13 | διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης, δοξάζοντες τὸν ˚Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ ˚Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, | |
II C | StatResG | 9:14 | καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς, διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ ˚Θεοῦ ἐφʼ ὑμῖν. | |
Chapter 10
II C | StatResG | 10:1 | ¶Αὐτὸς δὲ ἐγὼ, Παῦλος, παρακαλῶ ὑμᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ ˚Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς. | |
II C | StatResG | 10:2 | Δέομαι δὲ τὸ μὴ, παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι, τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς, ὡς κατὰ σάρκα περιπατοῦντας. | |
II C | StatResG | 10:4 | Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ ˚Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες, | |
II C | StatResG | 10:5 | καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ ˚Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ ˚Χριστοῦ, | |
II C | StatResG | 10:7 | ¶Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ ˚Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἐφʼ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς ˚Χριστοῦ, οὕτως καὶ ἡμεῖς. | |
II C | StatResG | 10:8 | Ἐάν τε γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ ˚Κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι, | |
II C | StatResG | 10:10 | Ὅτι, “Αἱ ἐπιστολαὶ μέν”, φησίν, “βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος.” | |
II C | StatResG | 10:11 | Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ διʼ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. | |
II C | StatResG | 10:12 | ¶Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς, τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς, ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ συνιᾶσιν. | |
II C | StatResG | 10:13 | Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ ˚Θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν. | |
II C | StatResG | 10:14 | Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς, ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ ˚Χριστοῦ· | |
II C | StatResG | 10:15 | οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, | |
II C | StatResG | 10:16 | εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. | |
Chapter 11
II C | StatResG | 11:2 | Ζηλῶ γὰρ ὑμᾶς ˚Θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ ˚Χριστῷ. | |
II C | StatResG | 11:3 | Φοβοῦμαι δὲ, μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν ˚Χριστόν. | |
II C | StatResG | 11:4 | Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον ˚Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνέχεσθε. | |
II C | StatResG | 11:6 | Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλʼ οὐ τῇ γνώσει, ἀλλʼ ἐν παντὶ φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς. | |
II C | StatResG | 11:7 | ¶Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν, ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ ˚Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; | |
II C | StatResG | 11:9 | καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας, καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω. | |
II C | StatResG | 11:10 | Ἔστιν ἀλήθεια ˚Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. | |
II C | StatResG | 11:12 | ¶Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς. | |
II C | StatResG | 11:13 | Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους ˚Χριστοῦ. | |
II C | StatResG | 11:15 | Οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. | |
II C | StatResG | 11:16 | ¶Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι. | |
II C | StatResG | 11:17 | Ὃ λαλῶ, οὐ κατὰ ˚Κύριον λαλῶ, ἀλλʼ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. | |
II C | StatResG | 11:20 | Ἀνέχεσθε γὰρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει. | |
II C | StatResG | 11:21 | Κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν! Ἐν ᾧ δʼ ἄν τις τολμᾷ (ἐν ἀφροσύνῃ λέγω), τολμῶ κἀγώ. | |
II C | StatResG | 11:23 | Διάκονοι ˚Χριστοῦ εἰσιν; (Παραφρονῶν λαλῶ), ὑπὲρ ἐγώ: ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. | |
II C | StatResG | 11:25 | τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· | |
II C | StatResG | 11:26 | ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, | |
II C | StatResG | 11:27 | κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι. | |
II C | StatResG | 11:28 | Χωρὶς τῶν παρεκτὸς, ἡ ἐπίστασίς μοι ἡ καθʼ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. | |
II C | StatResG | 11:31 | Ὁ ˚Θεὸς καὶ Πατὴρ τοῦ ˚Κυρίου ˚Ἰησοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. | |
II C | StatResG | 11:32 | Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με, θέλων, | |
Chapter 12
II C | StatResG | 12:1 | ¶Καυχᾶσθαι δεῖ, οὐ συμφέρον μέν, ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις ˚Κυρίου. | |
II C | StatResG | 12:2 | Οἶδα ἄνθρωπον ἐν ˚Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων (εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ ˚Θεὸς οἶδεν), ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. | |
II C | StatResG | 12:3 | Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον (εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ ˚Θεὸς οἶδεν), | |
II C | StatResG | 12:4 | ὅτι ἡρπάγη εἰς τὸν Παράδεισον, καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. | |
II C | StatResG | 12:5 | Ὑπὲρ τοῦ τοιούτου, καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ, οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις. | |
II C | StatResG | 12:6 | Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει ἐξ ἐμοῦ. | |
II C | StatResG | 12:7 | Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατανᾶ, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. | |
II C | StatResG | 12:9 | Καὶ εἴρηκέν μοι, “Ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται.” Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπʼ ἐμὲ ἡ δύναμις τοῦ ˚Χριστοῦ. | |
II C | StatResG | 12:10 | Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, καὶ στενοχωρίαις, ὑπὲρ ˚Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. | |
II C | StatResG | 12:11 | ¶Γέγονα ἄφρων· ὑμεῖς με ἠναγκάσατε. Ἐγὼ γὰρ ὤφειλον ὑφʼ ὑμῶν συνίστασθαι. Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. | |
II C | StatResG | 12:12 | Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ– σημείοις τε, καὶ τέρασιν, καὶ δυνάμεσιν. | |
II C | StatResG | 12:13 | Τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην! | |
II C | StatResG | 12:14 | ¶Ἰδοὺ, τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. | |
II C | StatResG | 12:15 | Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧσσον ἀγαπῶμαι; | |
II C | StatResG | 12:18 | Παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν οὐ τοῖς αὐτοῖς ἴχνεσιν; | |
II C | StatResG | 12:19 | ¶Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; Κατέναντι ˚Θεοῦ ἐν ˚Χριστῷ λαλοῦμεν. Τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. | |
II C | StatResG | 12:20 | Φοβοῦμαι γὰρ, μή πως ἐλθὼν οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· | |
Chapter 13
II C | StatResG | 13:1 | ¶Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. “Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.” | |
II C | StatResG | 13:2 | Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν τοῖς προημαρτηκόσιν, καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. | |
II C | StatResG | 13:3 | Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος ˚Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. | |
II C | StatResG | 13:4 | Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως ˚Θεοῦ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως ˚Θεοῦ εἰς ὑμᾶς. | |
II C | StatResG | 13:5 | ¶Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι ˚Χριστὸς ˚Ἰησοῦς ἐν ὑμῖν, εἰ μήτι ἀδόκιμοί ἐστε; | |
II C | StatResG | 13:7 | Εὐχόμεθα δὲ πρὸς τὸν ˚Θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλʼ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. | |
II C | StatResG | 13:9 | Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. | |
II C | StatResG | 13:10 | Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ὁ ˚Κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν. | |
II C | StatResG | 13:11 | ¶Λοιπόν ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ ˚Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθʼ ὑμῶν. | |