Site uses cookies to provide basic functionality.

OK
NEHEMIAH
Up
1 2 3 4 5 6 7 8 9 10 11 12 13
Toggle notes
Chapter 1
Nehe LXX 1:1  λόγοι Νεεμια υἱοῦ Αχαλια καὶ ἐγένετο ἐν μηνὶ Χασεηλου ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσαν αβιρα
Nehe LXX 1:2  καὶ ἦλθεν Ανανι εἷς ἀπὸ ἀδελφῶν μου αὐτὸς καὶ ἄνδρες Ιουδα καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων οἳ κατελείφθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ Ιερουσαλημ
Nehe LXX 1:3  καὶ εἴποσαν πρός με οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ καὶ τείχη Ιερουσαλημ καθῃρημένα καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί
Nehe LXX 1:4  καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον θεοῦ τοῦ οὐρανοῦ
Nehe LXX 1:5  καὶ εἶπα μὴ δή κύριε ὁ θεὸς τοῦ οὐρανοῦ ὁ ἰσχυρὸς ὁ μέγας καὶ ὁ φοβερός φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ
Nehe LXX 1:6  ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν δούλου σου ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν Ισραηλ δούλων σου καὶ ἐξαγορεύω ἐπὶ ἁμαρτίαις υἱῶν Ισραηλ ἃς ἡμάρτομέν σοι καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν
Nehe LXX 1:7  διαλύσει διελύσαμεν πρὸς σὲ καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλω τῷ Μωυσῇ παιδί σου
Nehe LXX 1:8  μνήσθητι δὴ τὸν λόγον ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου λέγων ὑμεῖς ἐὰν ἀσυνθετήσητε ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς
Nehe LXX 1:9  καὶ ἐὰν ἐπιστρέψητε πρός με καὶ φυλάξητε τὰς ἐντολάς μου καὶ ποιήσητε αὐτάς ἐὰν ᾖ ἡ διασπορὰ ὑμῶν ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἐκεῖθεν συνάξω αὐτοὺς καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ
Nehe LXX 1:10  καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου οὓς ἐλυτρώσω ἐν δυνάμει σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ
Nehe LXX 1:11  μὴ δή κύριε ἀλλ’ ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ
Chapter 2
Nehe LXX 2:1  καὶ ἐγένετο ἐν μηνὶ Νισαν ἔτους εἰκοστοῦ Αρθασασθα βασιλεῖ καὶ ἦν ὁ οἶνος ἐνώπιον ἐμοῦ καὶ ἔλαβον τὸν οἶνον καὶ ἔδωκα τῷ βασιλεῖ καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ
Nehe LXX 2:2  καὶ εἶπέν μοι ὁ βασιλεύς διὰ τί τὸ πρόσωπόν σου πονηρὸν καὶ οὐκ εἶ μετριάζων οὐκ ἔστιν τοῦτο εἰ μὴ πονηρία καρδίας καὶ ἐφοβήθην πολὺ σφόδρα
Nehe LXX 2:3  καὶ εἶπα τῷ βασιλεῖ ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου διότι ἡ πόλις οἶκος μνημείων πατέρων μου ἠρημώθη καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί
Nehe LXX 2:4  καὶ εἶπέν μοι ὁ βασιλεύς περὶ τίνος τοῦτο σὺ ζητεῖς καὶ προσηυξάμην πρὸς τὸν θεὸν τοῦ οὐρανοῦ
Nehe LXX 2:5  καὶ εἶπα τῷ βασιλεῖ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν καὶ εἰ ἀγαθυνθήσεται ὁ παῖς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν εἰς Ιουδα εἰς πόλιν μνημείων πατέρων μου καὶ ἀνοικοδομήσω αὐτήν
Nehe LXX 2:6  καὶ εἶπέν μοι ὁ βασιλεὺς καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτοῦ ἕως πότε ἔσται ἡ πορεία σου καὶ πότε ἐπιστρέψεις καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως καὶ ἀπέστειλέν με καὶ ἔδωκα αὐτῷ ὅρον
Nehe LXX 2:7  καὶ εἶπα τῷ βασιλεῖ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ ὥστε παραγαγεῖν με ἕως ἔλθω ἐπὶ Ιουδαν
Nehe LXX 2:8  καὶ ἐπιστολὴν ἐπὶ Ασαφ φύλακα τοῦ παραδείσου ὅς ἐστιν τῷ βασιλεῖ ὥστε δοῦναί μοι ξύλα στεγάσαι τὰς πύλας καὶ εἰς τὸ τεῖχος τῆς πόλεως καὶ εἰς οἶκον ὃν εἰσελεύσομαι εἰς αὐτόν καὶ ἔδωκέν μοι ὁ βασιλεὺς ὡς χεὶρ θεοῦ ἡ ἀγαθή
Nehe LXX 2:9  καὶ ἦλθον πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ καὶ ἔδωκα αὐτοῖς τὰς ἐπιστολὰς τοῦ βασιλέως καὶ ἀπέστειλεν μετ’ ἐμοῦ ὁ βασιλεὺς ἀρχηγοὺς δυνάμεως καὶ ἱππεῖς
Nehe LXX 2:10  καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δοῦλος ὁ Αμμωνι καὶ πονηρὸν αὐτοῖς ἐγένετο ὅτι ἥκει ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς Ισραηλ
Nehe LXX 2:11  καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ ἤμην ἐκεῖ ἡμέρας τρεῖς
Nehe LXX 2:12  καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετ’ ἐμοῦ καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ Ισραηλ καὶ κτῆνος οὐκ ἔστιν μετ’ ἐμοῦ εἰ μὴ τὸ κτῆνος ᾧ ἐγὼ ἐπιβαίνω ἐπ’ αὐτῷ
Nehe LXX 2:13  καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλα καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ιερουσαλημ ὃ αὐτοὶ καθαιροῦσιν καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί
Nehe LXX 2:14  καὶ παρῆλθον ἐπὶ πύλην τοῦ Αιν καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου
Nehe LXX 2:15  καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τῷ τείχει καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος καὶ ἐπέστρεψα
Nehe LXX 2:16  καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ καὶ τοῖς Ιουδαίοις καὶ τοῖς ἱερεῦσιν καὶ τοῖς ἐντίμοις καὶ τοῖς στρατηγοῖς καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσιν τὰ ἔργα ἕως τότε οὐκ ἀπήγγειλα
Nehe LXX 2:17  καὶ εἶπα πρὸς αὐτούς ὑμεῖς βλέπετε τὴν πονηρίαν ἐν ᾗ ἐσμεν ἐν αὐτῇ πῶς Ιερουσαλημ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ιερουσαλημ καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος
Nehe LXX 2:18  καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ θεοῦ ἥ ἐστιν ἀγαθὴ ἐπ’ ἐμέ καὶ τοὺς λόγους τοῦ βασιλέως οὓς εἶπέν μοι καὶ εἶπα ἀναστῶμεν καὶ οἰκοδομήσωμεν καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς ἀγαθόν
Nehe LXX 2:19  καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δοῦλος ὁ Αμμωνι καὶ Γησαμ ὁ Αραβι καὶ ἐξεγέλασαν ἡμᾶς καὶ ἦλθον ἐφ’ ἡμᾶς καὶ εἶπαν τί τὸ ῥῆμα τοῦτο ὃ ὑμεῖς ποιεῖτε ἦ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε
Nehe LXX 2:20  καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς ὁ θεὸς τοῦ οὐρανοῦ αὐτὸς εὐοδώσει ἡμῖν καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί καὶ οἰκοδομήσομεν καὶ ὑμῖν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ιερουσαλημ
Chapter 3
Nehe LXX 3:1  καὶ ἀνέστη Ελισουβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου Ανανεηλ
Nehe LXX 3:2  καὶ ἐπὶ χεῖρας υἱῶν ἀνδρῶν Ιεριχω καὶ ἐπὶ χεῖρας υἱῶν Ζακχουρ υἱοῦ Αμαρι
Nehe LXX 3:3  καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ Ασανα αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς
Nehe LXX 3:4  καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ Ραμωθ υἱὸς Ουρια υἱοῦ Ακως καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Μοσολλαμ υἱὸς Βαραχιου υἱοῦ Μασεζεβηλ καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Σαδωκ υἱὸς Βαανα
Nehe LXX 3:5  καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωιν καὶ αδωρηεμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν
Nehe LXX 3:6  καὶ τὴν πύλην τοῦ Ισανα ἐκράτησαν Ιοϊδα υἱὸς Φασεκ καὶ Μεσουλαμ υἱὸς Βασωδια αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς
Nehe LXX 3:8  καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ανανιας υἱὸς τοῦ Ρωκεϊμ καὶ κατέλιπον Ιερουσαλημ ἕως τοῦ τείχους τοῦ πλατέος
Nehe LXX 3:9  καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ραφαια ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ
Nehe LXX 3:10  καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ιεδαια υἱὸς Ερωμαφ καὶ κατέναντι οἰκίας αὐτοῦ καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ατους υἱὸς Ασβανια
Nehe LXX 3:11  καὶ δεύτερος ἐκράτησεν Μελχιας υἱὸς Ηραμ καὶ Ασουβ υἱὸς Φααθμωαβ καὶ ἕως πύργου τῶν θαννουριμ
Nehe LXX 3:12  καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Σαλουμ υἱὸς Αλλωης ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ
Nehe LXX 3:13  τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ανουν καὶ οἱ κατοικοῦντες Ζανω αὐτοὶ ᾠκοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως πύλης τῆς κοπρίας
Nehe LXX 3:14  καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησεν Μελχια υἱὸς Ρηχαβ ἄρχων περιχώρου Βηθαχαρμ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς
Nehe LXX 3:15  καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυιδ
Nehe LXX 3:16  ὀπίσω αὐτοῦ ἐκράτησεν Νεεμιας υἱὸς Αζαβουχ ἄρχων ἡμίσους περιχώρου Βηθσουρ ἕως κήπου τάφου Δαυιδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαγγαβαριμ
Nehe LXX 3:17  ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται Ραουμ υἱὸς Βανι ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ασαβια ἄρχων ἡμίσους περιχώρου Κεϊλα τῷ περιχώρῳ αὐτοῦ
Nehe LXX 3:18  μετ’ αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βενι υἱὸς Ηναδαδ ἄρχων ἡμίσους περιχώρου Κεϊλα
Nehe LXX 3:19  καὶ ἐκράτησεν ἐπὶ χεῖρα αὐτοῦ Αζουρ υἱὸς Ἰησοῦ ἄρχων τοῦ Μασφε μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας
Nehe LXX 3:20  μετ’ αὐτὸν ἐκράτησεν Βαρουχ υἱὸς Ζαβου μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελισουβ τοῦ ἱερέως τοῦ μεγάλου
Nehe LXX 3:21  μετ’ αὐτὸν ἐκράτησεν Μεραμωθ υἱὸς Ουρια υἱοῦ Ακως μέτρον δεύτερον ἀπὸ θύρας Βηθελισουβ ἕως ἐκλείψεως Βηθελισουβ
Nehe LXX 3:22  καὶ μετ’ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες Αχεχαρ
Nehe LXX 3:23  καὶ μετ’ αὐτὸν ἐκράτησεν Βενιαμιν καὶ Ασουβ κατέναντι οἴκου αὐτῶν μετ’ αὐτὸν ἐκράτησεν Αζαρια υἱὸς Μαασηα υἱοῦ Ανανια ἐχόμενα οἴκου αὐτοῦ
Nehe LXX 3:24  μετ’ αὐτὸν ἐκράτησεν Βανι υἱὸς Ηναδαδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρια ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς
Nehe LXX 3:25  Φαλαλ υἱοῦ Ευζαι ἐξ ἐναντίας τῆς γωνίας καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς καὶ μετ’ αὐτὸν Φαδαια υἱὸς Φορος
Nehe LXX 3:26  καὶ οἱ ναθινιμ ἦσαν οἰκοῦντες ἐν τῷ Ωφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς καὶ ὁ πύργος ὁ ἐξέχων
Nehe LXX 3:27  μετ’ αὐτὸν ἐκράτησαν οἱ Θεκωιν μέτρον δεύτερον ἐξ ἐναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους τοῦ Οφλα
Nehe LXX 3:28  ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ
Nehe LXX 3:29  μετ’ αὐτὸν ἐκράτησεν Σαδδουκ υἱὸς Εμμηρ ἐξ ἐναντίας οἴκου αὐτοῦ καὶ μετ’ αὐτὸν ἐκράτησεν Σαμαια υἱὸς Σεχενια φύλαξ τῆς πύλης τῆς ἀνατολῆς
Nehe LXX 3:30  μετ’ αὐτὸν ἐκράτησεν Ανανια υἱὸς Σελεμια καὶ Ανουμ υἱὸς Σελεφ ὁ ἕκτος μέτρον δεύτερον μετ’ αὐτὸν ἐκράτησεν Μεσουλαμ υἱὸς Βαρχια ἐξ ἐναντίας γαζοφυλακίου αὐτοῦ
Nehe LXX 3:31  μετ’ αὐτὸν ἐκράτησεν Μελχια υἱὸς τοῦ Σαραφι ἕως Βηθαναθινιμ καὶ οἱ ῥοποπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκαδ καὶ ἕως ἀναβάσεως τῆς καμπῆς
Nehe LXX 3:32  καὶ ἀνὰ μέσον ἀναβάσεως τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ῥοποπῶλαι
Nehe LXX 3:33  καὶ ἐγένετο ἡνίκα ἤκουσεν Σαναβαλλατ ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος καὶ πονηρὸν ἦν αὐτῷ καὶ ὠργίσθη ἐπὶ πολὺ καὶ ἐξεγέλα ἐπὶ τοῖς Ιουδαίοις
Nehe LXX 3:34  καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ αὕτη ἡ δύναμις Σομορων ὅτι οἱ Ιουδαῖοι οὗτοι οἰκοδομοῦσιν τὴν ἑαυτῶν πόλιν
Nehe LXX 3:35  καὶ Τωβιας ὁ αμμανίτης ἐχόμενα αὐτοῦ ἦλθεν καὶ εἶπαν πρὸς ἑαυτούς μὴ θυσιάσουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν
Nehe LXX 3:36  ἄκουσον ὁ θεὸς ἡμῶν ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας
Nehe LXX 3:37  καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν
Chapter 4
Nehe LXX 4:1  καὶ ἐγένετο ὡς ἤκουσεν Σαναβαλλατ καὶ Τωβια καὶ οἱ Ἄραβες καὶ οἱ Αμμανῖται ὅτι ἀνέβη φυὴ τοῖς τείχεσιν Ιερουσαλημ ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα
Nehe LXX 4:2  καὶ συνήχθησαν πάντες ἐπὶ τὸ αὐτὸ ἐλθεῖν παρατάξασθαι ἐν Ιερουσαλημ
Nehe LXX 4:3  καὶ προσηυξάμεθα πρὸς τὸν θεὸν ἡμῶν καὶ ἐστήσαμεν προφύλακας ἐπ’ αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν
Nehe LXX 4:4  καὶ εἶπεν Ιουδας συνετρίβη ἡ ἰσχὺς τῶν ἐχθρῶν καὶ ὁ χοῦς πολύς καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει
Nehe LXX 4:5  καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς οὐ γνώσονται καὶ οὐκ ὄψονται ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον
Nehe LXX 4:6  καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ιουδαῖοι οἱ οἰκοῦντες ἐχόμενα αὐτῶν καὶ εἴποσαν ἡμῖν ἀναβαίνουσιν ἐκ πάντων τῶν τόπων ἐφ’ ἡμᾶς
Nehe LXX 4:7  καὶ ἔστησα εἰς τὰ κατώτατα τοῦ τόπου κατόπισθεν τοῦ τείχους ἐν τοῖς σκεπεινοῖς καὶ ἔστησα τὸν λαὸν κατὰ δήμους μετὰ ῥομφαιῶν αὐτῶν λόγχας αὐτῶν καὶ τόξα αὐτῶν
Nehe LXX 4:8  καὶ εἶδον καὶ ἀνέστην καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς στρατηγοὺς καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ μὴ φοβηθῆτε ἀπὸ προσώπου αὐτῶν μνήσθητε τοῦ θεοῦ ἡμῶν τοῦ μεγάλου καὶ φοβεροῦ καὶ παρατάξασθε περὶ τῶν ἀδελφῶν ὑμῶν υἱῶν ὑμῶν καὶ θυγατέρων ὑμῶν γυναικῶν ὑμῶν καὶ οἴκων ὑμῶν
Nehe LXX 4:9  καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν ὅτι ἐγνώσθη ἡμῖν καὶ διεσκέδασεν ὁ θεὸς τὴν βουλὴν αὐτῶν καὶ ἐπεστρέψαμεν πάντες ἡμεῖς εἰς τὸ τεῖχος ἀνὴρ εἰς τὸ ἔργον αὐτοῦ
Nehe LXX 4:10  καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ἥμισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον καὶ ἥμισυ αὐτῶν ἀντείχοντο καὶ λόγχαι καὶ θυρεοὶ καὶ τὰ τόξα καὶ οἱ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ιουδα
Nehe LXX 4:11  τῶν οἰκοδομούντων ἐν τῷ τείχει καὶ οἱ αἴροντες ἐν τοῖς ἀρτῆρσιν ἐν ὅπλοις ἐν μιᾷ χειρὶ ἐποίει αὐτὸ τὸ ἔργον καὶ μία ἐκράτει τὴν βολίδα
Nehe LXX 4:12  καὶ οἱ οἰκοδόμοι ἀνὴρ ῥομφαίαν αὐτοῦ ἐζωσμένος ἐπὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ᾠκοδομοῦσαν καὶ ὁ σαλπίζων ἐν τῇ κερατίνῃ ἐχόμενα αὐτοῦ
Nehe LXX 4:13  καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ τὸ ἔργον πλατὺ καὶ πολύ καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ
Nehe LXX 4:14  ἐν τόπῳ οὗ ἐὰν ἀκούσητε τὴν φωνὴν τῆς κερατίνης ἐκεῖ συναχθήσεσθε πρὸς ἡμᾶς καὶ ὁ θεὸς ἡμῶν πολεμήσει περὶ ἡμῶν
Nehe LXX 4:15  καὶ ἡμεῖς ποιοῦντες τὸ ἔργον καὶ ἥμισυ αὐτῶν κρατοῦντες τὰς λόγχας ἀπὸ ἀναβάσεως τοῦ ὄρθρου ἕως ἐξόδου τῶν ἄστρων
Nehe LXX 4:16  καὶ ἐν τῷ καιρῷ ἐκείνῳ εἶπα τῷ λαῷ αὐλίσθητε ἐν μέσῳ Ιερουσαλημ καὶ ἔστω ὑμῖν ἡ νὺξ προφυλακὴ καὶ ἡ ἡμέρα ἔργον
Nehe LXX 4:17  καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τῆς προφυλακῆς ὀπίσω μου καὶ οὐκ ἦν ἐξ ἡμῶν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτοῦ
Chapter 5
Nehe LXX 5:1  καὶ ἦν κραυγὴ τοῦ λαοῦ καὶ γυναικῶν αὐτῶν μεγάλη πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς Ιουδαίους
Nehe LXX 5:2  καὶ ἦσάν τινες λέγοντες ἐν υἱοῖς ἡμῶν καὶ ἐν θυγατράσιν ἡμῶν ἡμεῖς πολλοί καὶ λημψόμεθα σῖτον καὶ φαγόμεθα καὶ ζησόμεθα
Nehe LXX 5:3  καὶ εἰσίν τινες λέγοντες ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν ἡμεῖς διεγγυῶμεν καὶ λημψόμεθα σῖτον καὶ φαγόμεθα
Nehe LXX 5:4  καὶ εἰσίν τινες λέγοντες ἐδανεισάμεθα ἀργύριον εἰς φόρους τοῦ βασιλέως ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν καὶ οἰκίαι ἡμῶν
Nehe LXX 5:5  καὶ νῦν ὡς σὰρξ ἀδελφῶν ἡμῶν σὰρξ ἡμῶν ὡς υἱοὶ αὐτῶν υἱοὶ ἡμῶν καὶ ἰδοὺ ἡμεῖς καταδυναστεύομεν τοὺς υἱοὺς ἡμῶν καὶ τὰς θυγατέρας ἡμῶν εἰς δούλους καὶ εἰσὶν ἀπὸ θυγατέρων ἡμῶν καταδυναστευόμεναι καὶ οὐκ ἔστιν δύναμις χειρῶν ἡμῶν καὶ ἀγροὶ ἡμῶν καὶ ἀμπελῶνες ἡμῶν τοῖς ἐντίμοις
Nehe LXX 5:6  καὶ ἐλυπήθην σφόδρα καθὼς ἤκουσα τὴν κραυγὴν αὐτῶν καὶ τοὺς λόγους τούτους
Nehe LXX 5:7  καὶ ἐβουλεύσατο καρδία μου ἐπ’ ἐμέ καὶ ἐμαχεσάμην πρὸς τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ εἶπα αὐτοῖς ἀπαιτήσει ἀνὴρ τὸν ἀδελφὸν αὐτοῦ ὑμεῖς ἀπαιτεῖτε καὶ ἔδωκα ἐπ’ αὐτοὺς ἐκκλησίαν μεγάλην
Nehe LXX 5:8  καὶ εἶπα αὐτοῖς ἡμεῖς κεκτήμεθα τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Ιουδαίους τοὺς πωλουμένους τοῖς ἔθνεσιν ἐν ἑκουσίῳ ἡμῶν καὶ ὑμεῖς πωλεῖτε τοὺς ἀδελφοὺς ὑμῶν καὶ ἡσύχασαν καὶ οὐχ εὕροσαν λόγον
Nehe LXX 5:9  καὶ εἶπα οὐκ ἀγαθὸς ὁ λόγος ὃν ὑμεῖς ποιεῖτε οὐχ οὕτως ἐν φόβῳ θεοῦ ἡμῶν ἀπελεύσεσθε ἀπὸ ὀνειδισμοῦ τῶν ἐθνῶν τῶν ἐχθρῶν ἡμῶν
Nehe LXX 5:10  καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν ἐν αὐτοῖς ἀργύριον καὶ σῖτον ἐγκαταλίπωμεν δὴ τὴν ἀπαίτησιν ταύτην
Nehe LXX 5:11  ἐπιστρέψατε δὴ αὐτοῖς ὡς σήμερον ἀγροὺς αὐτῶν ἀμπελῶνας αὐτῶν ἐλαίας αὐτῶν καὶ οἰκίας αὐτῶν καὶ ἀπὸ τοῦ ἀργυρίου τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον ἐξενέγκατε αὐτοῖς
Nehe LXX 5:12  καὶ εἶπαν ἀποδώσομεν καὶ παρ’ αὐτῶν οὐ ζητήσομεν οὕτως ποιήσομεν καθὼς σὺ λέγεις καὶ ἐκάλεσα τοὺς ἱερεῖς καὶ ὥρκισα αὐτοὺς ποιῆσαι ὡς τὸ ῥῆμα τοῦτο
Nehe LXX 5:13  καὶ τὴν ἀναβολήν μου ἐξετίναξα καὶ εἶπα οὕτως ἐκτινάξαι ὁ θεὸς πάντα ἄνδρα ὃς οὐ στήσει τὸν λόγον τοῦτον ἐκ τοῦ οἴκου αὐτοῦ καὶ ἐκ κόπου αὐτοῦ καὶ ἔσται οὕτως ἐκτετιναγμένος καὶ κενός καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία αμην καὶ ᾔνεσαν τὸν κύριον καὶ ἐποίησεν ὁ λαὸς τὸ ῥῆμα τοῦτο
Nehe LXX 5:14  ἀπὸ τῆς ἡμέρας ἧς ἐνετείλατό μοι εἶναι εἰς ἄρχοντα αὐτῶν ἐν γῇ Ιουδα ἀπὸ ἔτους εἰκοστοῦ καὶ ἕως ἔτους τριακοστοῦ καὶ δευτέρου τῷ Αρθασασθα ἔτη δώδεκα ἐγὼ καὶ οἱ ἀδελφοί μου βίαν αὐτῶν οὐκ ἔφαγον
Nehe LXX 5:15  καὶ τὰς βίας τὰς πρώτας ἃς πρὸ ἐμοῦ ἐβάρυναν ἐπ’ αὐτοὺς καὶ ἐλάβοσαν παρ’ αὐτῶν ἐν ἄρτοις καὶ ἐν οἴνῳ ἔσχατον ἀργύριον δίδραχμα τεσσαράκοντα καὶ οἱ ἐκτετιναγμένοι αὐτῶν ἐξουσιάζονται ἐπὶ τὸν λαόν καὶ ἐγὼ οὐκ ἐποίησα οὕτως ἀπὸ προσώπου φόβου θεοῦ
Nehe LXX 5:16  καὶ ἐν ἔργῳ τοῦ τείχους τούτων οὐκ ἐκράτησα ἀγρὸν οὐκ ἐκτησάμην καὶ πάντες οἱ συνηγμένοι ἐκεῖ ἐπὶ τὸ ἔργον
Nehe LXX 5:17  καὶ οἱ Ιουδαῖοι ἑκατὸν καὶ πεντήκοντα ἄνδρες καὶ οἱ ἐρχόμενοι πρὸς ἡμᾶς ἀπὸ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν ἐπὶ τράπεζάν μου
Nehe LXX 5:18  καὶ ἦν γινόμενον εἰς ἡμέραν μίαν μόσχος εἷς καὶ πρόβατα ἓξ ἐκλεκτὰ καὶ χίμαρος ἐγίνοντό μοι καὶ ἀνὰ μέσον δέκα ἡμερῶν ἐν πᾶσιν οἶνος τῷ πλήθει καὶ σὺν τούτοις ἄρτους τῆς βίας οὐκ ἐζήτησα ὅτι βαρεῖα ἡ δουλεία ἐπὶ τὸν λαὸν τοῦτον
Nehe LXX 5:19  μνήσθητί μου ὁ θεός εἰς ἀγαθὸν πάντα ὅσα ἐποίησα τῷ λαῷ τούτῳ
Chapter 6
Nehe LXX 6:1  καὶ ἐγένετο καθὼς ἠκούσθη τῷ Σαναβαλλατ καὶ Τωβια καὶ τῷ Γησαμ τῷ Αραβι καὶ τοῖς καταλοίποις τῶν ἐχθρῶν ἡμῶν ὅτι ᾠκοδόμησα τὸ τεῖχος καὶ οὐ κατελείφθη ἐν αὐτοῖς πνοή ἕως τοῦ καιροῦ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ταῖς πύλαις
Nehe LXX 6:2  καὶ ἀπέστειλεν Σαναβαλλατ καὶ Γησαμ πρός με λέγων δεῦρο καὶ συναχθῶμεν ἐπὶ τὸ αὐτὸ ἐν ταῖς κώμαις ἐν πεδίῳ Ωνω καὶ αὐτοὶ λογιζόμενοι ποιῆσαί μοι πονηρίαν
Nehe LXX 6:3  καὶ ἀπέστειλα ἐπ’ αὐτοὺς ἀγγέλους λέγων ἔργον μέγα ἐγὼ ποιῶ καὶ οὐ δυνήσομαι καταβῆναι μήποτε καταπαύσῃ τὸ ἔργον ὡς ἂν τελειώσω αὐτό καταβήσομαι πρὸς ὑμᾶς
Nehe LXX 6:4  καὶ ἀπέστειλαν πρός με ὡς τὸ ῥῆμα τοῦτο καὶ ἀπέστειλα αὐτοῖς κατὰ ταῦτα
Nehe LXX 6:5  καὶ ἀπέστειλεν πρός με Σαναβαλλατ τὸν παῖδα αὐτοῦ καὶ ἐπιστολὴν ἀνεῳγμένην ἐν χειρὶ αὐτοῦ
Nehe LXX 6:6  καὶ ἦν γεγραμμένον ἐν αὐτῇ ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ιουδαῖοι λογίζεσθε ἀποστατῆσαι διὰ τοῦτο σὺ οἰκοδομεῖς τὸ τεῖχος καὶ σὺ γίνῃ αὐτοῖς εἰς βασιλέα
Nehe LXX 6:7  καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτῷ ἵνα καθίσῃς ἐν Ιερουσαλημ εἰς βασιλέα ἐν Ιουδα καὶ νῦν ἀπαγγελήσονται τῷ βασιλεῖ οἱ λόγοι οὗτοι καὶ νῦν δεῦρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό
Nehe LXX 6:8  καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὗτοι οὓς σὺ λέγεις ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδῃ αὐτούς
Nehe LXX 6:9  ὅτι πάντες φοβερίζουσιν ἡμᾶς λέγοντες ἐκλυθήσονται αἱ χεῖρες αὐτῶν ἀπὸ τοῦ ἔργου τούτου καὶ οὐ ποιηθήσεται καὶ νῦν ἐκραταίωσα τὰς χεῖράς μου
Nehe LXX 6:10  καὶ ἐγὼ εἰσῆλθον εἰς οἶκον Σεμεϊ υἱοῦ Δαλαια υἱοῦ Μεηταβηλ καὶ αὐτὸς συνεχόμενος καὶ εἶπεν συναχθῶμεν εἰς οἶκον τοῦ θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε
Nehe LXX 6:11  καὶ εἶπα τίς ἐστιν ὁ ἀνήρ ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται
Nehe LXX 6:12  καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν ὅτι ἡ προφητεία λόγος κατ’ ἐμοῦ καὶ Τωβιας καὶ Σαναβαλλατ ἐμισθώσαντο
Nehe LXX 6:13  ἐπ’ ἐμὲ ὄχλον ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν ὅπως ὀνειδίσωσίν με
Nehe LXX 6:14  μνήσθητι ὁ θεός τῷ Τωβια καὶ τῷ Σαναβαλλατ ὡς τὰ ποιήματα αὐτοῦ ταῦτα καὶ τῷ Νωαδια τῷ προφήτῃ καὶ τοῖς καταλοίποις τῶν προφητῶν οἳ ἦσαν φοβερίζοντές με
Nehe LXX 6:15  καὶ ἐτελέσθη τὸ τεῖχος πέμπτῃ καὶ εἰκάδι τοῦ Ελουλ εἰς πεντήκοντα καὶ δύο ἡμέρας
Nehe LXX 6:16  καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμῶν καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοῖς αὐτῶν καὶ ἔγνωσαν ὅτι παρὰ τοῦ θεοῦ ἡμῶν ἐγενήθη τελειωθῆναι τὸ ἔργον τοῦτο
Nehe LXX 6:17  καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἀπὸ πολλῶν ἐντίμων Ιουδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβιαν καὶ αἱ Τωβια ἤρχοντο πρὸς αὐτούς
Nehe LXX 6:18  ὅτι πολλοὶ ἐν Ιουδα ἔνορκοι ἦσαν αὐτῷ ὅτι γαμβρὸς ἦν τοῦ Σεχενια υἱοῦ Ηραε καὶ Ιωαναν υἱὸς αὐτοῦ ἔλαβεν τὴν θυγατέρα Μεσουλαμ υἱοῦ Βαραχια εἰς γυναῖκα
Nehe LXX 6:19  καὶ τοὺς λόγους αὐτοῦ ἦσαν λέγοντες πρός με καὶ λόγους μου ἦσαν ἐκφέροντες αὐτῷ καὶ ἐπιστολὰς ἀπέστειλεν Τωβιας φοβερίσαι με
Chapter 7
Nehe LXX 7:1  καὶ ἐγένετο ἡνίκα ᾠκοδομήθη τὸ τεῖχος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ Λευῖται
Nehe LXX 7:2  καὶ ἐνετειλάμην τῷ Ανανια ἀδελφῷ μου καὶ τῷ Ανανια ἄρχοντι τῆς βιρα ἐν Ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς
Nehe LXX 7:3  καὶ εἶπα αὐτοῖς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τῷ ἡλίῳ καὶ ἔτι αὐτῶν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στῆσον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακῇ αὐτοῦ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτοῦ
Nehe LXX 7:4  καὶ ἡ πόλις πλατεῖα καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτῇ καὶ οὐκ ἦσαν οἰκίαι ᾠκοδομημέναι
Nehe LXX 7:5  καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνῆξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὗρον βιβλίον τῆς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὗρον γεγραμμένον ἐν αὐτῷ
Nehe LXX 7:6  καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ
Nehe LXX 7:7  μετὰ Ζοροβαβελ καὶ Ἰησοῦ καὶ Νεεμια Αζαρια Δαεμια Ναεμανι Μαρδοχαιος Βαλσαν Μασφαραθ Εσδρα Βαγοι Ναουμ Βαανα Μασφαρ ἄνδρες λαοῦ Ισραηλ
Nehe LXX 7:8  υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
Nehe LXX 7:9  υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
Nehe LXX 7:10  υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο
Nehe LXX 7:11  υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ἰησοῦ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ
Nehe LXX 7:12  υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
Nehe LXX 7:13  υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε
Nehe LXX 7:14  υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα
Nehe LXX 7:15  υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
Nehe LXX 7:16  υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ
Nehe LXX 7:17  υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο
Nehe LXX 7:18  υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά
Nehe LXX 7:19  υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά
Nehe LXX 7:20  υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε
Nehe LXX 7:21  υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ
Nehe LXX 7:22  υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ
Nehe LXX 7:23  υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες
Nehe LXX 7:24  υἱοὶ Αριφ ἑκατὸν δώδεκα
Nehe LXX 7:25  υἱοὶ Γαβαων ἐνενήκοντα πέντε
Nehe LXX 7:26  υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς υἱοὶ Νετωφα πεντήκοντα ἕξ
Nehe LXX 7:27  υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
Nehe LXX 7:28  ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο
Nehe LXX 7:29  ἄνδρες Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
Nehe LXX 7:30  ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς
Nehe LXX 7:31  ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο
Nehe LXX 7:32  ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρεῖς
Nehe LXX 7:33  ἄνδρες Ναβι‐ααρ πεντήκοντα δύο
Nehe LXX 7:34  ἄνδρες Ηλαμ‐ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
Nehe LXX 7:35  υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι
Nehe LXX 7:36  υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
Nehe LXX 7:37  υἱοὶ Λοδ Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἷς
Nehe LXX 7:38  υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα
Nehe LXX 7:39  οἱ ἱερεῖς υἱοὶ Ιωδαε εἰς οἶκον Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
Nehe LXX 7:40  υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο
Nehe LXX 7:41  υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
Nehe LXX 7:42  υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά
Nehe LXX 7:43  οἱ Λευῖται υἱοὶ Ἰησοῦ τῷ Καδμιηλ τοῖς υἱοῖς τοῦ Ουδουια ἑβδομήκοντα τέσσαρες
Nehe LXX 7:44  οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ
Nehe LXX 7:45  οἱ πυλωροί υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβι ἑκατὸν τριάκοντα ὀκτώ
Nehe LXX 7:46  οἱ ναθινιμ υἱοὶ Σηα υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ
Nehe LXX 7:47  υἱοὶ Κιρας υἱοὶ Σουια υἱοὶ Φαδων
Nehe LXX 7:48  υἱοὶ Λαβανα υἱοὶ Αγαβα υἱοὶ Σαλαμι
Nehe LXX 7:49  υἱοὶ Αναν υἱοὶ Γαδηλ υἱοὶ Γααρ
Nehe LXX 7:50  υἱοὶ Ρααια υἱοὶ Ρασων υἱοὶ Νεκωδα
Nehe LXX 7:51  υἱοὶ Γηζαμ υἱοὶ Οζι υἱοὶ Φεση
Nehe LXX 7:52  υἱοὶ Βησι υἱοὶ Μεϊνωμ υἱοὶ Νεφωσασιμ
Nehe LXX 7:53  υἱοὶ Βακβουκ υἱοὶ Αχιφα υἱοὶ Αρουρ
Nehe LXX 7:54  υἱοὶ Βασαλωθ υἱοὶ Μεϊδα υἱοὶ Αδασαν
Nehe LXX 7:55  υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θημα
Nehe LXX 7:57  υἱοὶ δούλων Σαλωμων υἱοὶ Σουτι υἱοὶ Σαφαραθ υἱοὶ Φεριδα
Nehe LXX 7:58  υἱοὶ Ιεαλη υἱοὶ Δορκων υἱοὶ Γαδηλ
Nehe LXX 7:59  υἱοὶ Σαφατια υἱοὶ Ετηλ υἱοὶ Φαχαραθ υἱοὶ Σαβαϊμ υἱοὶ Ημιμ
Nehe LXX 7:60  πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο
Nehe LXX 7:61  καὶ οὗτοι ἀνέβησαν ἀπὸ Θελμελεθ Αρησα Χαρουβ Ηρων Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγεῖλαι οἴκους πατριῶν αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἀπὸ Ισραηλ εἰσίν
Nehe LXX 7:62  υἱοὶ Δαλαια υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύο
Nehe LXX 7:63  καὶ ἀπὸ τῶν ἱερέων υἱοὶ Εβια υἱοὶ Ακως υἱοὶ Βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι τοῦ Γαλααδίτου γυναῖκας καὶ ἐκλήθη ἐπ’ ὀνόματι αὐτῶν
Nehe LXX 7:64  οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν τῆς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
Nehe LXX 7:65  καὶ εἶπεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ὁ ἱερεὺς φωτίσων
Nehe LXX 7:66  καὶ ἐγένετο πᾶσα ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
Nehe LXX 7:67  πάρεξ δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι τεσσαράκοντα πέντε
Nehe LXX 7:68  ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε
Nehe LXX 7:69  κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
Nehe LXX 7:70  καὶ ἀπὸ μέρους ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς τὸ ἔργον τῷ Νεεμια εἰς θησαυρὸν χρυσοῦς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τῶν ἱερέων τριάκοντα
Nehe LXX 7:71  καὶ ἀπὸ ἀρχηγῶν τῶν πατριῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας
Nehe LXX 7:72  καὶ ἔδωκαν οἱ κατάλοιποι τοῦ λαοῦ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνᾶς δισχιλίας διακοσίας καὶ χοθωνωθ τῶν ἱερέων ἑξήκοντα ἑπτά
Nehe LXX 7:73  καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν
Chapter 8
Nehe LXX 8:1  καὶ συνήχθησαν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς τὸ πλάτος τὸ ἔμπροσθεν πύλης τοῦ ὕδατος καὶ εἶπαν τῷ Εσδρα τῷ γραμματεῖ ἐνέγκαι τὸ βιβλίον νόμου Μωυσῆ ὃν ἐνετείλατο κύριος τῷ Ισραηλ
Nehe LXX 8:2  καὶ ἤνεγκεν Εσδρας ὁ ἱερεὺς τὸν νόμον ἐνώπιον τῆς ἐκκλησίας ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ πᾶς ὁ συνίων ἀκούειν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου
Nehe LXX 8:3  καὶ ἀνέγνω ἐν αὐτῷ ἀπὸ τῆς ὥρας τοῦ διαφωτίσαι τὸν ἥλιον ἕως ἡμίσους τῆς ἡμέρας ἀπέναντι τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ αὐτοὶ συνιέντες καὶ ὦτα παντὸς τοῦ λαοῦ εἰς τὸ βιβλίον τοῦ νόμου
Nehe LXX 8:4  καὶ ἔστη Εσδρας ὁ γραμματεὺς ἐπὶ βήματος ξυλίνου καὶ ἔστησαν ἐχόμενα αὐτοῦ Ματταθιας καὶ Σαμαιας καὶ Ανανιας καὶ Ουρια καὶ Ελκια καὶ Μαασαια ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν Φαδαιας καὶ Μισαηλ καὶ Μελχιας καὶ Ωσαμ καὶ Ασαβδανα καὶ Ζαχαριας καὶ Μοσολλαμ
Nehe LXX 8:5  καὶ ἤνοιξεν Εσδρας τὸ βιβλίον ἐνώπιον παντὸς τοῦ λαοῦ ὅτι αὐτὸς ἦν ἐπάνω τοῦ λαοῦ καὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτό ἔστη πᾶς ὁ λαός
Nehe LXX 8:6  καὶ ηὐλόγησεν Εσδρας κύριον τὸν θεὸν τὸν μέγαν καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπαν αμην ἐπάραντες χεῖρας αὐτῶν καὶ ἔκυψαν καὶ προσεκύνησαν τῷ κυρίῳ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν
Nehe LXX 8:7  καὶ Ἰησοῦς καὶ Βαναιας καὶ Σαραβια ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ
Nehe LXX 8:8  καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ θεοῦ καὶ ἐδίδασκεν Εσδρας καὶ διέστελλεν ἐν ἐπιστήμῃ κυρίου καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει
Nehe LXX 8:9  καὶ εἶπεν Νεεμιας καὶ Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς καὶ οἱ Λευῖται οἱ συνετίζοντες τὸν λαὸν καὶ εἶπαν παντὶ τῷ λαῷ ἡ ἡμέρα ἁγία ἐστὶν τῷ κυρίῳ θεῷ ἡμῶν μὴ πενθεῖτε μηδὲ κλαίετε ὅτι ἔκλαιεν πᾶς ὁ λαός ὡς ἤκουσαν τοὺς λόγους τοῦ νόμου
Nehe LXX 8:10  καὶ εἶπεν αὐτοῖς πορεύεσθε φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε μερίδας τοῖς μὴ ἔχουσιν ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τῷ κυρίῳ ἡμῶν καὶ μὴ διαπέσητε ὅτι ἐστὶν ἰσχὺς ὑμῶν
Nehe LXX 8:11  καὶ οἱ Λευῖται κατεσιώπων πάντα τὸν λαὸν λέγοντες σιωπᾶτε ὅτι ἡ ἡμέρα ἁγία καὶ μὴ καταπίπτετε
Nehe LXX 8:12  καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀποστέλλειν μερίδας καὶ ποιῆσαι εὐφροσύνην μεγάλην ὅτι συνῆκαν ἐν τοῖς λόγοις οἷς ἐγνώρισεν αὐτοῖς
Nehe LXX 8:13  καὶ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ συνήχθησαν οἱ ἄρχοντες τῶν πατριῶν τῷ παντὶ λαῷ οἱ ἱερεῖς καὶ οἱ Λευῖται πρὸς Εσδραν τὸν γραμματέα ἐπιστῆσαι πρὸς πάντας τοὺς λόγους τοῦ νόμου
Nehe LXX 8:14  καὶ εὕροσαν γεγραμμένον ἐν τῷ νόμῳ ᾧ ἐνετείλατο κύριος τῷ Μωυσῇ ὅπως κατοικήσωσιν οἱ υἱοὶ Ισραηλ ἐν σκηναῖς ἐν ἑορτῇ ἐν μηνὶ τῷ ἑβδόμῳ
Nehe LXX 8:15  καὶ ὅπως σημάνωσιν σάλπιγξιν ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν καὶ ἐν Ιερουσαλημ καὶ εἶπεν Εσδρας ἐξέλθετε εἰς τὸ ὄρος καὶ ἐνέγκετε φύλλα ἐλαίας καὶ φύλλα ξύλων κυπαρισσίνων καὶ φύλλα μυρσίνης καὶ φύλλα φοινίκων καὶ φύλλα ξύλου δασέος ποιῆσαι σκηνὰς κατὰ τὸ γεγραμμένον
Nehe LXX 8:16  καὶ ἐξῆλθεν ὁ λαὸς καὶ ἤνεγκαν καὶ ἐποίησαν ἑαυτοῖς σκηνὰς ἀνὴρ ἐπὶ τοῦ δώματος αὐτοῦ καὶ ἐν ταῖς αὐλαῖς αὐτῶν καὶ ἐν ταῖς αὐλαῖς οἴκου τοῦ θεοῦ καὶ ἐν πλατείαις τῆς πόλεως καὶ ἕως πύλης Εφραιμ
Nehe LXX 8:17  καὶ ἐποίησαν πᾶσα ἡ ἐκκλησία οἱ ἐπιστρέψαντες ἀπὸ τῆς αἰχμαλωσίας σκηνὰς καὶ ἐκάθισαν ἐν σκηναῖς ὅτι οὐκ ἐποίησαν ἀπὸ ἡμερῶν Ἰησοῦ υἱοῦ Ναυη οὕτως οἱ υἱοὶ Ισραηλ ἕως τῆς ἡμέρας ἐκείνης καὶ ἐγένετο εὐφροσύνη μεγάλη
Nehe LXX 8:18  καὶ ἀνέγνω ἐν βιβλίῳ νόμου τοῦ θεοῦ ἡμέραν ἐν ἡμέρᾳ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἐσχάτης καὶ ἐποίησαν ἑορτὴν ἑπτὰ ἡμέρας καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον κατὰ τὸ κρίμα
Chapter 9
Nehe LXX 9:1  καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ Ισραηλ ἐν νηστείᾳ καὶ ἐν σάκκοις
Nehe LXX 9:2  καὶ ἐχωρίσθησαν οἱ υἱοὶ Ισραηλ ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἀνομίας τῶν πατέρων αὐτῶν
Nehe LXX 9:3  καὶ ἔστησαν ἐπὶ στάσει αὐτῶν καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου κυρίου θεοῦ αὐτῶν καὶ ἦσαν ἐξαγορεύοντες τῷ κυρίῳ καὶ προσκυνοῦντες τῷ κυρίῳ θεῷ αὐτῶν
Nehe LXX 9:4  καὶ ἔστη ἐπὶ ἀναβάσει τῶν Λευιτῶν Ἰησοῦς καὶ υἱοὶ Καδμιηλ Σαχανια υἱὸς Σαραβια υἱοὶ Χανανι καὶ ἐβόησαν φωνῇ μεγάλῃ πρὸς κύριον τὸν θεὸν αὐτῶν
Nehe LXX 9:5  καὶ εἴποσαν οἱ Λευῖται Ἰησοῦς καὶ Καδμιηλ ἀνάστητε εὐλογεῖτε τὸν κύριον θεὸν ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος καὶ εὐλογήσουσιν ὄνομα δόξης σου καὶ ὑψώσουσιν ἐπὶ πάσῃ εὐλογίᾳ καὶ αἰνέσει
Nehe LXX 9:6  καὶ εἶπεν Εσδρας σὺ εἶ αὐτὸς κύριος μόνος σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ καὶ πᾶσαν τὴν στάσιν αὐτῶν τὴν γῆν καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς καὶ σὺ ζωοποιεῖς τὰ πάντα καὶ σοὶ προσκυνοῦσιν αἱ στρατιαὶ τῶν οὐρανῶν
Nehe LXX 9:7  σὺ εἶ κύριος ὁ θεός σὺ ἐξελέξω ἐν Αβραμ καὶ ἐξήγαγες αὐτὸν ἐκ τῆς χώρας τῶν Χαλδαίων καὶ ἐπέθηκας αὐτῷ ὄνομα Αβρααμ
Nehe LXX 9:8  καὶ εὗρες τὴν καρδίαν αὐτοῦ πιστὴν ἐνώπιόν σου καὶ διέθου πρὸς αὐτὸν διαθήκην δοῦναι αὐτῷ τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Γεργεσαίων καὶ τῷ σπέρματι αὐτοῦ καὶ ἔστησας τοὺς λόγους σου ὅτι δίκαιος σύ
Nehe LXX 9:9  καὶ εἶδες τὴν ταπείνωσιν τῶν πατέρων ἡμῶν ἐν Αἰγύπτῳ καὶ τὴν κραυγὴν αὐτῶν ἤκουσας ἐπὶ θάλασσαν ἐρυθράν
Nehe LXX 9:10  καὶ ἔδωκας σημεῖα ἐν Αἰγύπτῳ ἐν Φαραω καὶ ἐν πᾶσιν τοῖς παισὶν αὐτοῦ καὶ ἐν παντὶ τῷ λαῷ τῆς γῆς αὐτοῦ ὅτι ἔγνως ὅτι ὑπερηφάνησαν ἐπ’ αὐτούς καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη
Nehe LXX 9:11  καὶ τὴν θάλασσαν ἔρρηξας ἐνώπιον αὐτῶν καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ καὶ τοὺς καταδιώξαντας αὐτοὺς ἔρριψας εἰς βυθὸν ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῷ
Nehe LXX 9:12  καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδόν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ
Nehe LXX 9:13  καὶ ἐπὶ ὄρος Σινα κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα καὶ νόμους ἀληθείας προστάγματα καὶ ἐντολὰς ἀγαθάς
Nehe LXX 9:14  καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοῖς ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοῖς ἐν χειρὶ Μωυσῆ δούλου σου
Nehe LXX 9:15  καὶ ἄρτον ἐξ οὐρανοῦ ἔδωκας αὐτοῖς εἰς σιτοδείαν αὐτῶν καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοῖς εἰς δίψαν αὐτῶν καὶ εἶπας αὐτοῖς εἰσελθεῖν κληρονομῆσαι τὴν γῆν ἐφ’ ἣν ἐξέτεινας τὴν χεῖρά σου δοῦναι αὐτοῖς
Nehe LXX 9:16  καὶ αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ὑπερηφανεύσαντο καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν καὶ οὐκ ἤκουσαν τῶν ἐντολῶν σου
Nehe LXX 9:17  καὶ ἀνένευσαν τοῦ εἰσακοῦσαι καὶ οὐκ ἐμνήσθησαν τῶν θαυμασίων σου ὧν ἐποίησας μετ’ αὐτῶν καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτῶν ἐν Αἰγύπτῳ καὶ σὺ θεὸς ἐλεήμων καὶ οἰκτίρμων μακρόθυμος καὶ πολυέλεος καὶ οὐκ ἐγκατέλιπες αὐτούς
Nehe LXX 9:18  ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν καὶ εἶπαν οὗτοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου καὶ ἐποίησαν παροργισμοὺς μεγάλους
Nehe LXX 9:19  καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸν στῦλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπ’ αὐτῶν ἡμέρας ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ καὶ τὸν στῦλον τοῦ πυρὸς τὴν νύκτα φωτίζειν αὐτοῖς τὴν ὁδόν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ
Nehe LXX 9:20  καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτοὺς καὶ τὸ μαννα σοῦ οὐκ ἀφυστέρησας ἀπὸ στόματος αὐτῶν καὶ ὕδωρ ἔδωκας αὐτοῖς τῷ δίψει αὐτῶν
Nehe LXX 9:21  καὶ τεσσαράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τῇ ἐρήμῳ οὐχ ὑστέρησαν ἱμάτια αὐτῶν οὐκ ἐπαλαιώθησαν καὶ πόδες αὐτῶν οὐ διερράγησαν
Nehe LXX 9:22  καὶ ἔδωκας αὐτοῖς βασιλείας καὶ λαοὺς καὶ διεμέρισας αὐτοῖς καὶ ἐκληρονόμησαν τὴν γῆν Σηων βασιλέως Εσεβων καὶ τὴν γῆν Ωγ βασιλέως τοῦ Βασαν
Nehe LXX 9:23  καὶ τοὺς υἱοὺς αὐτῶν ἐπλήθυνας ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ εἰσήγαγες αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπας τοῖς πατράσιν αὐτῶν καὶ ἐκληρονόμησαν αὐτήν
Nehe LXX 9:24  καὶ ἐξέτριψας ἐνώπιον αὐτῶν τοὺς κατοικοῦντας τὴν γῆν τῶν Χαναναίων καὶ ἔδωκας αὐτοὺς εἰς τὰς χεῖρας αὐτῶν καὶ τοὺς βασιλεῖς αὐτῶν καὶ τοὺς λαοὺς τῆς γῆς ποιῆσαι αὐτοῖς ὡς ἀρεστὸν ἐνώπιον αὐτῶν
Nehe LXX 9:25  καὶ κατελάβοσαν πόλεις ὑψηλὰς καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθῶν λάκκους λελατομημένους ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ πᾶν ξύλον βρώσιμον εἰς πλῆθος καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνῃ σου τῇ μεγάλῃ
Nehe LXX 9:26  καὶ ἤλλαξαν καὶ ἀπέστησαν ἀπὸ σοῦ καὶ ἔρριψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν καὶ τοὺς προφήτας σου ἀπέκτειναν οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρὸς σέ καὶ ἐποίησαν παροργισμοὺς μεγάλους
Nehe LXX 9:27  καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς καὶ ἔθλιψαν αὐτούς καὶ ἀνεβόησαν πρὸς σὲ ἐν καιρῷ θλίψεως αὐτῶν καὶ σὺ ἐξ οὐρανοῦ σου ἤκουσας καὶ ἐν οἰκτιρμοῖς σου τοῖς μεγάλοις ἔδωκας αὐτοῖς σωτῆρας καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλιβόντων αὐτούς
Nehe LXX 9:28  καὶ ὡς ἀνεπαύσαντο ἐπέστρεψαν ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν σου καὶ ἐγκατέλιπες αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν καὶ κατῆρξαν ἐν αὐτοῖς καὶ πάλιν ἀνεβόησαν πρὸς σέ καὶ σὺ ἐξ οὐρανοῦ εἰσήκουσας καὶ ἐρρύσω αὐτοὺς ἐν οἰκτιρμοῖς σου πολλοῖς
Nehe LXX 9:29  καὶ ἐπεμαρτύρω αὐτοῖς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου καὶ οὐκ ἤκουσαν ἀλλὰ ἐν ταῖς ἐντολαῖς σου καὶ ἐν τοῖς κρίμασί σου ἡμάρτοσαν ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς καὶ ἔδωκαν νῶτον ἀπειθοῦντα καὶ τράχηλον αὐτῶν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν
Nehe LXX 9:30  καὶ εἵλκυσας ἐπ’ αὐτοὺς ἔτη πολλὰ καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου καὶ οὐκ ἠνωτίσαντο καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαῶν τῆς γῆς
Nehe LXX 9:31  καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐποίησας αὐτοὺς συντέλειαν καὶ οὐκ ἐγκατέλιπες αὐτούς ὅτι ἰσχυρὸς εἶ καὶ ἐλεήμων καὶ οἰκτίρμων
Nehe LXX 9:32  καὶ νῦν ὁ θεὸς ἡμῶν ὁ ἰσχυρὸς ὁ μέγας ὁ κραταιὸς καὶ ὁ φοβερὸς φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου μὴ ὀλιγωθήτω ἐνώπιόν σου πᾶς ὁ μόχθος ὃς εὗρεν ἡμᾶς καὶ τοὺς βασιλεῖς ἡμῶν καὶ τοὺς ἄρχοντας ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς προφήτας ἡμῶν καὶ τοὺς πατέρας ἡμῶν καὶ ἐν παντὶ τῷ λαῷ σου ἀπὸ ἡμερῶν βασιλέων Ασσουρ καὶ ἕως τῆς ἡμέρας ταύτης
Nehe LXX 9:33  καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφ’ ἡμᾶς ὅτι ἀλήθειαν ἐποίησας καὶ ἡμεῖς ἐξημάρτομεν
Nehe LXX 9:34  καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν καὶ οἱ ἱερεῖς ἡμῶν καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου καὶ τὰ μαρτύριά σου ἃ διεμαρτύρω αὐτοῖς
Nehe LXX 9:35  καὶ αὐτοὶ ἐν βασιλείᾳ σου καὶ ἐν ἀγαθωσύνῃ σου τῇ πολλῇ ᾗ ἔδωκας αὐτοῖς καὶ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ λιπαρᾷ ᾗ ἔδωκας ἐνώπιον αὐτῶν οὐκ ἐδούλευσάν σοι καὶ οὐκ ἀπέστρεψαν ἀπὸ ἐπιτηδευμάτων αὐτῶν τῶν πονηρῶν
Nehe LXX 9:36  ἰδού ἐσμεν σήμερον δοῦλοι καὶ ἡ γῆ ἣν ἔδωκας τοῖς πατράσιν ἡμῶν φαγεῖν τὸν καρπὸν αὐτῆς
Nehe LXX 9:37  τοῖς βασιλεῦσιν οἷς ἔδωκας ἐφ’ ἡμᾶς ἐν ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὰ σώματα ἡμῶν ἐξουσιάζουσιν καὶ ἐν κτήνεσιν ἡμῶν ὡς ἀρεστὸν αὐτοῖς καὶ ἐν θλίψει μεγάλῃ ἐσμέν
Chapter 10
Nehe LXX 10:1  καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν καὶ γράφομεν καὶ ἐπισφραγίζουσιν πάντες ἄρχοντες ἡμῶν Λευῖται ἡμῶν ἱερεῖς ἡμῶν
Nehe LXX 10:2  καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμιας υἱὸς Αχαλια καὶ Σεδεκιας
Nehe LXX 10:3  υἱὸς Σαραια καὶ Αζαρια καὶ Ιερμια
Nehe LXX 10:9  Μααζια Βελγαι Σαμαια οὗτοι ἱερεῖς
Nehe LXX 10:10  καὶ οἱ Λευῖται Ἰησοῦς υἱὸς Αζανια Βαναιου ἀπὸ υἱῶν Ηναδαδ Καδμιηλ
Nehe LXX 10:11  καὶ οἱ ἀδελφοὶ αὐτοῦ Σαβανια Ωδουια Καλιτα Φελεϊα Αναν
Nehe LXX 10:15  ἄρχοντες τοῦ λαοῦ Φορος Φααθμωαβ Ηλαμ Ζαθουια υἱοὶ
Nehe LXX 10:22  Μεσωζεβηλ Σαδδουκ Ιεδδουα
Nehe LXX 10:29  καὶ οἱ κατάλοιποι τοῦ λαοῦ οἱ ἱερεῖς οἱ Λευῖται οἱ πυλωροί οἱ ᾄδοντες οἱ ναθινιμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ γυναῖκες αὐτῶν υἱοὶ αὐτῶν θυγατέρες αὐτῶν πᾶς ὁ εἰδὼς καὶ συνίων
Nehe LXX 10:30  ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ θεοῦ καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς κυρίου ἡμῶν καὶ κρίματα αὐτοῦ
Nehe LXX 10:31  καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶν
Nehe LXX 10:32  καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι οὐκ ἀγορῶμεν παρ’ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός
Nehe LXX 10:33  καὶ στήσομεν ἐφ’ ἡμᾶς ἐντολὰς δοῦναι ἐφ’ ἡμᾶς τρίτον τοῦ διδράχμου κατ’ ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶν
Nehe LXX 10:34  εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων τῶν νουμηνιῶν εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ισραηλ καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶν
Nehe LXX 10:35  καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαός ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν εἰς οἶκον πατριῶν ἡμῶν εἰς καιροὺς ἀπὸ χρόνων ἐνιαυτὸν κατ’ ἐνιαυτόν ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον κυρίου θεοῦ ἡμῶν ὡς γέγραπται ἐν τῷ νόμῳ
Nehe LXX 10:36  καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν καὶ πρωτογενήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ’ ἐνιαυτὸν εἰς οἶκον κυρίου
Nehe LXX 10:37  καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν ὡς γέγραπται ἐν τῷ νόμῳ καὶ τὰ πρωτότοκα βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν οἴκῳ θεοῦ ἡμῶν
Nehe LXX 10:38  καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν
Nehe LXX 10:39  καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ααρων μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου καὶ οἱ Λευῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦ
Nehe LXX 10:40  ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ τοῦ Λευι τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶν
Chapter 11
Nehe LXX 11:1  καὶ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν Ιερουσαλημ καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν Ιερουσαλημ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσιν
Nehe LXX 11:2  καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ιερουσαλημ
Nehe LXX 11:3  καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας οἳ ἐκάθισαν ἐν Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν Ισραηλ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων Σαλωμων
Nehe LXX 11:4  καὶ ἐν Ιερουσαλημ ἐκάθισαν ἀπὸ υἱῶν Ιουδα καὶ ἀπὸ υἱῶν Βενιαμιν ἀπὸ υἱῶν Ιουδα Αθαια υἱὸς Αζαια υἱὸς Ζαχαρια υἱὸς Αμαρια υἱὸς Σαφατια υἱὸς Μαλεληλ καὶ ἀπὸ υἱῶν Φαρες
Nehe LXX 11:5  καὶ Μαασια υἱὸς Βαρουχ υἱὸς Χαλαζα υἱὸς Οζια υἱὸς Αδαια υἱὸς Ιωριβ υἱὸς Θηζια υἱὸς τοῦ Σηλωνι
Nehe LXX 11:6  πάντες υἱοὶ Φαρες οἱ καθήμενοι ἐν Ιερουσαλημ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως
Nehe LXX 11:7  καὶ οὗτοι υἱοὶ Βενιαμιν Σηλω υἱὸς Μεσουλαμ υἱὸς Ιωαδ υἱὸς Φαδαια υἱὸς Κωλια υἱὸς Μασαια υἱὸς Αιθιηλ υἱὸς Ιεσια
Nehe LXX 11:8  καὶ ὀπίσω αὐτοῦ Γηβι Σηλι ἐννακόσιοι εἴκοσι ὀκτώ
Nehe LXX 11:9  καὶ Ιωηλ υἱὸς Ζεχρι ἐπίσκοπος ἐπ’ αὐτούς καὶ Ιουδας υἱὸς Ασανα ἐπὶ τῆς πόλεως δεύτερος
Nehe LXX 11:10  ἀπὸ τῶν ἱερέων καὶ Ιαδια υἱὸς Ιωριβ Ιαχιν
Nehe LXX 11:11  Σαραια υἱὸς Ελκια υἱὸς Μεσουλαμ υἱὸς Σαδδουκ υἱὸς Μαριωθ υἱὸς Αϊτωβ ἀπέναντι οἴκου τοῦ θεοῦ
Nehe LXX 11:12  καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου Αμασι υἱὸς Ζαχαρια υἱὸς Φασσουρ υἱὸς Μελχια
Nehe LXX 11:13  ἄρχοντες πατριῶν διακόσιοι τεσσαράκοντα δύο καὶ Αμεσσαι υἱὸς Εσδριηλ
Nehe LXX 11:14  καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἴκοσι ὀκτώ καὶ ἐπίσκοπος ἐπ’ αὐτῶν Βαδιηλ
Nehe LXX 11:15  καὶ ἀπὸ τῶν Λευιτῶν Σαμαια υἱὸς Ασουβ υἱὸς Εζρι
Nehe LXX 11:17  καὶ Μαθανια υἱὸς Μιχα καὶ Ωβηδ υἱὸς Σαμουι
Nehe LXX 11:18  διακόσιοι ὀγδοήκοντα τέσσαρες
Nehe LXX 11:19  καὶ οἱ πυλωροὶ Ακουβ Τελαμιν καὶ οἱ ἀδελφοὶ αὐτῶν ἑκατὸν ἑβδομήκοντα δύο
Nehe LXX 11:22  καὶ ἐπίσκοπος Λευιτῶν υἱὸς Βανι Οζι υἱὸς Ασαβια υἱὸς Μιχα ἀπὸ υἱῶν Ασαφ τῶν ᾀδόντων ἀπέναντι ἔργου οἴκου τοῦ θεοῦ
Nehe LXX 11:23  ὅτι ἐντολὴ τοῦ βασιλέως ἐπ’ αὐτούς
Nehe LXX 11:24  καὶ Παθαια υἱὸς Βασηζα πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν ῥῆμα τῷ λαῷ
Nehe LXX 11:25  καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν καὶ ἀπὸ υἱῶν Ιουδα ἐκάθισαν ἐν Καριαθαρβοκ
Nehe LXX 11:30  καὶ ἐπαύλεις αὐτῶν Λαχις καὶ ἀγροὶ αὐτῆς καὶ παρενεβάλοσαν ἐν Βεηρσαβεε
Nehe LXX 11:31  καὶ οἱ υἱοὶ Βενιαμιν ἀπὸ Γαβα Μαχαμας
Nehe LXX 11:36  καὶ ἀπὸ τῶν Λευιτῶν μερίδες Ιουδα τῷ Βενιαμιν
Chapter 12
Nehe LXX 12:1  καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱοῦ Σαλαθιηλ καὶ Ἰησοῦ Σαραια Ιερμια Εσδρα
Nehe LXX 12:7  οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ
Nehe LXX 12:8  καὶ οἱ Λευῖται Ιησου Βανουι Καδμιηλ Σαραβια Ιουδα Μαχανια ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ
Nehe LXX 12:10  καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ιωακιμ καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ καὶ Ελιασιβ τὸν Ιωδαε
Nehe LXX 12:11  καὶ Ιωδαε ἐγέννησεν τὸν Ιωναθαν καὶ Ιωναθαν ἐγέννησεν τὸν Ιαδου
Nehe LXX 12:12  καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῷ Σαραια Μαραια τῷ Ιερμια Ανανια
Nehe LXX 12:13  τῷ Εσδρα Μεσουλαμ τῷ Αμαρια Ιωαναν
Nehe LXX 12:14  τῷ Μαλουχ Ιωναθαν τῷ Σεχενια Ιωσηφ
Nehe LXX 12:15  τῷ Αρεμ Αδνας τῷ Μαριωθ Ελκαι
Nehe LXX 12:16  τῷ Αδδαι Ζαχαριας τῷ Γαναθων Μοσολλαμ
Nehe LXX 12:17  τῷ Αβια Ζεχρι τῷ Βενιαμιν ἐν καιροῖς τῷ Φελητι
Nehe LXX 12:18  τῷ Βαλγα Σαμουε τῷ Σεμεια Ιωναθαν
Nehe LXX 12:19  τῷ Ιωιαριβ Μαθθαναι τῷ Ιδια Οζι
Nehe LXX 12:20  τῷ Σαλλαι Καλλαι τῷ Αμουκ Αβεδ
Nehe LXX 12:21  τῷ Ελκια Ασαβιας τῷ Ιεδεϊου Ναθαναηλ
Nehe LXX 12:22  οἱ Λευῖται ἐν ἡμέραις Ελιασιβ Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου
Nehe LXX 12:23  υἱοὶ Λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ιωαναν υἱοῦ Ελισουβ
Nehe LXX 12:24  καὶ ἄρχοντες τῶν Λευιτῶν Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερίαν
Nehe LXX 12:25  ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς
Nehe LXX 12:26  ἐν ἡμέραις Ιωακιμ υἱοῦ Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς
Nehe LXX 12:27  καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ᾠδαῖς κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι
Nehe LXX 12:28  καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων
Nehe LXX 12:29  καὶ ἀπὸ ἀγρῶν ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ιερουσαλημ
Nehe LXX 12:30  καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος
Nehe LXX 12:31  καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας
Nehe LXX 12:32  καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ωσαια καὶ ἥμισυ ἀρχόντων Ιουδα
Nehe LXX 12:33  καὶ Αζαριας Εσδρας καὶ Μεσουλαμ
Nehe LXX 12:34  Ιουδα καὶ Βενιαμιν καὶ Σαμαια καὶ Ιερμια
Nehe LXX 12:35  καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαφ
Nehe LXX 12:36  καὶ ἀδελφοὶ αὐτοῦ Σαμαια καὶ Οζιηλ αἰνεῖν ἐν ᾠδαῖς Δαυιδ ἀνθρώπου τοῦ θεοῦ καὶ Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν
Nehe LXX 12:37  ἐπὶ πύλης τοῦ αιν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυιδ καὶ ἕως πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς
Nehe LXX 12:38  καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς καὶ ἐγὼ ὀπίσω αὐτῆς καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουριμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος
Nehe LXX 12:39  καὶ ὑπεράνω τῆς πύλης Εφραιμ καὶ ἐπὶ πύλην τῆς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ανανεηλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς
Nehe LXX 12:40  καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ’ ἐμοῦ
Nehe LXX 12:41  καὶ οἱ ἱερεῖς Ελιακιμ Μαασιας Βενιαμιν Μιχαιας Ελιωηναι Ζαχαριας Ανανιας ἐν σάλπιγξιν
Nehe LXX 12:42  καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν
Nehe LXX 12:43  καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν
Nehe LXX 12:44  καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῖς θησαυροῖς ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις ὅτι εὐφροσύνη ἦν ἐν Ιουδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας
Nehe LXX 12:45  καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱοῦ αὐτοῦ
Nehe LXX 12:46  ὅτι ἐν ἡμέραις Δαυιδ Ασαφ ἀπ’ ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ
Nehe LXX 12:47  καὶ πᾶς Ισραηλ ἐν ἡμέραις Ζοροβαβελ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ καὶ ἁγιάζοντες τοῖς Λευίταις καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ααρων
Chapter 13
Nehe LXX 13:1  ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶν τοῦ λαοῦ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ ὅπως μὴ εἰσέλθωσιν Αμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ θεοῦ ἕως αἰῶνος
Nehe LXX 13:2  ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ισραηλ ἐν ἄρτῳ καὶ ἐν ὕδατι καὶ ἐμισθώσαντο ἐπ’ αὐτὸν τὸν Βαλααμ καταράσασθαι καὶ ἔστρεψεν ὁ θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν
Nehe LXX 13:3  καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν Ισραηλ
Nehe LXX 13:4  καὶ πρὸ τούτου Ελιασιβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου θεοῦ ἡμῶν ἐγγίων Τωβια
Nehe LXX 13:5  καὶ ἐποίησεν αὐτῷ γαζοφυλάκιον μέγα καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μανααν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν καὶ ἀπαρχὰς τῶν ἱερέων
Nehe LXX 13:6  καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ιερουσαλημ ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Αρθασασθα βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως
Nehe LXX 13:7  καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ συνῆκα ἐν τῇ πονηρίᾳ ᾗ ἐποίησεν Ελισουβ τῷ Τωβια ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ θεοῦ
Nehe LXX 13:8  καὶ πονηρόν μοι ἐφάνη σφόδρα καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβια ἔξω ἀπὸ τοῦ γαζοφυλακίου
Nehe LXX 13:9  καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ τὴν μαναα καὶ τὸν λίβανον
Nehe LXX 13:10  καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον
Nehe LXX 13:11  καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς καὶ εἶπα διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ θεοῦ καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν
Nehe LXX 13:12  καὶ πᾶς Ιουδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς
Nehe LXX 13:13  ἐπὶ χεῖρα Σελεμια τοῦ ἱερέως καὶ Σαδδουκ τοῦ γραμματέως καὶ Φαδαια ἀπὸ τῶν Λευιτῶν καὶ ἐπὶ χεῖρα αὐτῶν Αναν υἱὸς Ζακχουρ υἱὸς Μαθανια ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ’ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν
Nehe LXX 13:14  μνήσθητί μου ὁ θεός ἐν ταύτῃ καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκῳ κυρίου τοῦ θεοῦ
Nehe LXX 13:15  ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ιουδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα καὶ φέροντας εἰς Ιερουσαλημ ἐν ἡμέρᾳ τοῦ σαββάτου καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν
Nehe LXX 13:16  καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν καὶ πᾶσαν πρᾶσιν πωλοῦντες ἐν τῷ σαββάτῳ τοῖς υἱοῖς Ιουδα καὶ ἐν Ιερουσαλημ
Nehe LXX 13:17  καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ιουδα τοῖς ἐλευθέροις καὶ εἶπα αὐτοῖς τίς ὁ λόγος οὗτος ὁ πονηρός ὃν ὑμεῖς ποιεῖτε καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου
Nehe LXX 13:18  οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν καὶ ἤνεγκεν ἐπ’ αὐτοὺς ὁ θεὸς ἡμῶν καὶ ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ισραηλ βεβηλῶσαι τὸ σάββατον
Nehe LXX 13:19  καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ιερουσαλημ πρὸ τοῦ σαββάτου καὶ εἶπα καὶ ἔκλεισαν τὰς πύλας καὶ εἶπα ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου
Nehe LXX 13:20  καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρᾶσιν ἔξω Ιερουσαλημ ἅπαξ καὶ δίς
Nehe LXX 13:21  καὶ διεμαρτυράμην ἐν αὐτοῖς καὶ εἶπα πρὸς αὐτούς διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους ἐὰν δευτερώσητε ἐκτενῶ τὴν χεῖρά μου ἐν ὑμῖν ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ
Nehe LXX 13:22  καὶ εἶπα τοῖς Λευίταις οἳ ἦσαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου πρὸς ταῦτα μνήσθητί μου ὁ θεός καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου
Nehe LXX 13:23  καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ιουδαίους οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας Αμμανίτιδας Μωαβίτιδας
Nehe LXX 13:24  καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστὶ καὶ οὔκ εἰσιν ἐπιγινώσκοντες λαλεῖν Ιουδαϊστί
Nehe LXX 13:25  καὶ ἐμαχεσάμην μετ’ αὐτῶν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τῷ θεῷ ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν
Nehe LXX 13:26  οὐχ οὕτως ἥμαρτεν Σαλωμων βασιλεὺς Ισραηλ καὶ ἐν ἔθνεσιν πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ καὶ ἀγαπώμενος τῷ θεῷ ἦν καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι
Nehe LXX 13:27  καὶ ὑμῶν μὴ ἀκουσόμεθα ποιῆσαι τὴν πᾶσαν πονηρίαν ταύτην ἀσυνθετῆσαι ἐν τῷ θεῷ ἡμῶν καθίσαι γυναῖκας ἀλλοτρίας
Nehe LXX 13:28  καὶ ἀπὸ υἱῶν Ιωαδα τοῦ Ελισουβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλατ τοῦ Ωρωνίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ’ ἐμοῦ
Nehe LXX 13:29  μνήσθητι αὐτοῖς ὁ θεός ἐπὶ ἀγχιστείᾳ τῆς ἱερατείας καὶ διαθήκης τῆς ἱερατείας καὶ τοὺς Λευίτας
Nehe LXX 13:30  καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ
Nehe LXX 13:31  καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων καὶ ἐν τοῖς βακχουρίοις μνήσθητί μου ὁ θεὸς ἡμῶν εἰς ἀγαθωσύνην