Site uses cookies to provide basic functionality.

OK
ROMANS
Up
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
Toggle notes
Chapter 1
Roma StatResG 1:1  ¶Παῦλος, δοῦλος ˚Χριστοῦ ˚Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον ˚Θεοῦ,
Roma StatResG 1:2  ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις,
Roma StatResG 1:3  περὶ τοῦ Υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,
Roma StatResG 1:4  τοῦ ὁρισθέντος Υἱοῦ ˚Θεοῦ ἐν δυνάμει κατὰ ˚Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, ˚Ἰησοῦ ˚Χριστοῦ τοῦ ˚Κυρίου ἡμῶν,
Roma StatResG 1:5  διʼ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
Roma StatResG 1:6  ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ ˚Ἰησοῦ ˚Χριστοῦ,
Roma StatResG 1:7  πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ, ἀγαπητοῖς ˚Θεοῦ, κλητοῖς ἁγίοις: χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
Roma StatResG 1:8  ¶Πρῶτον μὲν εὐχαριστῶ τῷ ˚Θεῷ μου διὰ ˚Ἰησοῦ ˚Χριστοῦ περὶ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
Roma StatResG 1:9  Μάρτυς γάρ μού ἐστιν ὁ ˚Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι
Roma StatResG 1:10  πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ ˚Θεοῦ, ἐλθεῖν πρὸς ὑμᾶς.
Roma StatResG 1:11  Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν, εἰς τὸ στηριχθῆναι ὑμᾶς,
Roma StatResG 1:12  τοῦτο δέ ἐστιν, συμπαρακληθῆναι ἐν ὑμῖν, διὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ.
Roma StatResG 1:13  Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
Roma StatResG 1:14  Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις, ὀφειλέτης εἰμί.
Roma StatResG 1:15  Οὕτως τὸ κατʼ ἐμὲ, πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
Roma StatResG 1:16  ¶Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ ˚Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
Roma StatResG 1:17  Δικαιοσύνη γὰρ ˚Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται, ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται, “Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.”
Roma StatResG 1:18  ¶Ἀποκαλύπτεται γὰρ ὀργὴ ˚Θεοῦ ἀπʼ οὐρανοῦ, ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων, τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,
Roma StatResG 1:19  διότι τὸ γνωστὸν τοῦ ˚Θεοῦ, φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ ˚Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν.
Roma StatResG 1:20  Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασιν νοούμενα, καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους.
Roma StatResG 1:21  Διότι γνόντες τὸν ˚Θεὸν, οὐχ ὡς ˚Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλʼ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.
Roma StatResG 1:22  Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν,
Roma StatResG 1:23  καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου ˚Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.
Roma StatResG 1:24  ¶Διὸ παρέδωκεν αὐτοὺς ὁ ˚Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς,
Roma StatResG 1:25  οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ ˚Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν!
Roma StatResG 1:26  ¶Διὰ τοῦτο, παρέδωκεν αὐτοὺς ὁ ˚Θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν,
Roma StatResG 1:27  ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν, ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
Roma StatResG 1:28  ¶Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν ˚Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ ˚Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,
Roma StatResG 1:29  πεπληρωμένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυριστάς,
Roma StatResG 1:30  καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,
Roma StatResG 1:31  ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας·
Roma StatResG 1:32  οἵτινες τὸ δικαίωμα τοῦ ˚Θεοῦ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.
Chapter 2
Roma StatResG 2:1  ¶Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων, ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις, ὁ κρίνων.
Roma StatResG 2:2  Οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ ˚Θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.
Roma StatResG 2:3  Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ ˚Θεοῦ;
Roma StatResG 2:4  Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ ˚Θεοῦ, εἰς μετάνοιάν σε ἄγει;
Roma StatResG 2:5  Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ ˚Θεοῦ,
Roma StatResG 2:6  “ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ”:
Roma StatResG 2:7  τοῖς μὲν καθʼ ὑπομονὴν ἔργου ἀγαθοῦ, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν, ζωὴν αἰώνιον·
Roma StatResG 2:8  τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴ καὶ θυμός.
Roma StatResG 2:9  Θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·
Roma StatResG 2:10  δόξα δὲ, καὶ τιμὴ, καὶ εἰρήνη, παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
Roma StatResG 2:11  Οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ ˚Θεῷ.
Roma StatResG 2:12  ¶Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται·
Roma StatResG 2:13  οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ ˚Θεῷ, ἀλλʼ οἱ ποιηταὶ νόμου δικαιωθήσονται.
Roma StatResG 2:14  Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσιν νόμος·
Roma StatResG 2:15  οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου, γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων, τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων,
Roma StatResG 2:16  ἐν ᾗ ἡμέρᾳ κρίνει ὁ ˚Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ εὐαγγέλιόν μου, διὰ ˚Χριστοῦ ˚Ἰησοῦ.
Roma StatResG 2:17  ¶Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ νόμῳ, καὶ καυχᾶσαι ἐν ˚Θεῷ,
Roma StatResG 2:18  καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου,
Roma StatResG 2:19  πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει,
Roma StatResG 2:20  παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ–
Roma StatResG 2:21  ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις;
Roma StatResG 2:22  Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; Ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς;
Roma StatResG 2:23  Ὃς ἐν νόμῳ καυχᾶσαι διὰ τῆς παραβάσεως τοῦ νόμου, τὸν ˚Θεὸν ἀτιμάζεις;
Roma StatResG 2:24  “Τὸ γὰρ ὄνομα τοῦ ˚Θεοῦ διʼ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν”, καθὼς γέγραπται.
Roma StatResG 2:25  ¶Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου, ἀκροβυστία γέγονεν.
Roma StatResG 2:26  Ἐὰν οὖν ἡ ἀκροβυστία, τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;
Roma StatResG 2:27  Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.
Roma StatResG 2:28  Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή·
Roma StatResG 2:29  ἀλλʼ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας, ἐν ˚Πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλʼ ἐκ τοῦ ˚Θεοῦ.
Chapter 3
Roma StatResG 3:1  ¶Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς;
Roma StatResG 3:2  Πολὺ κατὰ πάντα τρόπον. Πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ ˚Θεοῦ.
Roma StatResG 3:3  Τί γάρ εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν, τὴν πίστιν τοῦ ˚Θεοῦ καταργήσει;
Roma StatResG 3:4  Μὴ γένοιτο! Γινέσθω δὲ ὁ ˚Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθάπερ γέγραπται, “Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε.”
Roma StatResG 3:5  Εἰ δὲ ἡ ἀδικία ἡμῶν, ˚Θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ ˚Θεὸς, ὁ ἐπιφέρων τὴν ὀργήν; (Κατὰ ἄνθρωπον λέγω.)
Roma StatResG 3:6  Μὴ γένοιτο! Ἐπεὶ πῶς κρινεῖ ὁ ˚Θεὸς τὸν κόσμον;
Roma StatResG 3:7  Εἰ δὲ ἡ ἀλήθεια τοῦ ˚Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι;
Roma StatResG 3:8  Καὶ μὴ καθὼς βλασφημούμεθα, καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν, ὅτι “Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά;” Ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.
Roma StatResG 3:9  ¶Τί οὖν; Προεχόμεθα; Οὐ πάντως, προῃτιασάμεθα γὰρ, Ἰουδαίους τε καὶ Ἕλληνας, πάντας ὑφʼ ἁμαρτίαν εἶναι.
Roma StatResG 3:10  Καθὼς γέγραπται, ὅτι “Οὐκ ἔστιν δίκαιος, οὐδὲ εἷς,
Roma StatResG 3:11  οὐκ ἔστιν συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν ˚Θεόν.
Roma StatResG 3:12  Πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.”
Roma StatResG 3:13  “Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν”, “Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν”,
Roma StatResG 3:14  “Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει”·
Roma StatResG 3:15  “Ὀξεῖς οἱ πόδες αὐτῶν, ἐκχέαι αἷμα…
Roma StatResG 3:16  σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
Roma StatResG 3:17  καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.”
Roma StatResG 3:18  “Οὐκ ἔστιν φόβος ˚Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.”
Roma StatResG 3:19  ¶Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ ˚Θεῷ.
Roma StatResG 3:20  Διότι ἐξ ἔργων νόμου, οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
Roma StatResG 3:21  ¶Νυνὶ δὲ χωρὶς νόμου, δικαιοσύνη ˚Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν,
Roma StatResG 3:22  δικαιοσύνη δὲ ˚Θεοῦ διὰ πίστεως ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας, οὐ γάρ ἐστιν διαστολή.
Roma StatResG 3:23  Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ ˚Θεοῦ,
Roma StatResG 3:24  δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ·
Roma StatResG 3:25  ὃν προέθετο ὁ ˚Θεὸς ἱλαστήριον, διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων
Roma StatResG 3:26  ἐν τῇ ἀνοχῇ τοῦ ˚Θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως ˚Ἰησοῦ.
Roma StatResG 3:27  ¶Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη. Διὰ ποίου νόμου; Τῶν ἔργων; Οὐχί, ἀλλὰ διὰ νόμου πίστεως.
Roma StatResG 3:28  Λογιζόμεθα οὖν δικαιοῦσθαι πίστει ἄνθρωπον, χωρὶς ἔργων νόμου.
Roma StatResG 3:29  Ἢ Ἰουδαίων ὁ ˚Θεὸς μόνον; Οὐχὶ καὶ ἐθνῶν; Ναὶ, καὶ ἐθνῶν,
Roma StatResG 3:30  εἴπερ εἷς ὁ ˚Θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
Roma StatResG 3:31  Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο! Ἀλλὰ νόμον ἱστάνομεν.
Chapter 4
Roma StatResG 4:1  ¶Τί οὖν ἐροῦμεν, εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα;
Roma StatResG 4:2  Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλʼ οὐ πρὸς ˚Θεόν.
Roma StatResG 4:3  Τί γὰρ ἡ Γραφὴ λέγει; “Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ ˚Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.”
Roma StatResG 4:4  Τῷ δὲ ἐργαζομένῳ, ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα.
Roma StatResG 4:5  Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην,
Roma StatResG 4:6  καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ ˚Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων:
Roma StatResG 4:7  “Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.
Roma StatResG 4:8  Μακάριος ἀνὴρ, οὗ οὐ μὴ λογίσηται ˚Κύριος ἁμαρτίαν.”
Roma StatResG 4:9  ¶Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γάρ, “Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην.”
Roma StatResG 4:10  Πῶς οὖν ἐλογίσθη; Ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλʼ ἐν ἀκροβυστίᾳ·
Roma StatResG 4:11  καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων διʼ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι αὐτοῖς τὴν δικαιοσύνην,
Roma StatResG 4:12  καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως, τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
Roma StatResG 4:13  ¶Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως.
Roma StatResG 4:14  Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία.
Roma StatResG 4:15  Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται, οὗ δὲ οὐκ ἔστιν νόμος, οὐδὲ παράβασις.
Roma StatResG 4:16  ¶Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν, τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστιν πατὴρ πάντων ἡμῶν,
Roma StatResG 4:17  καθὼς γέγραπται, ὅτι “Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε”, κατέναντι οὗ ἐπίστευσεν, ˚Θεοῦ τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.
Roma StatResG 4:18  Ὃς παρʼ ἐλπίδα, ἐπʼ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον, “Οὕτως ἔσται τὸ σπέρμα σου.”
Roma StatResG 4:19  Καὶ μὴ ἀσθενήσας τῇ πίστει, κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας,
Roma StatResG 4:20  εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ ˚Θεοῦ, οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλʼ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ ˚Θεῷ,
Roma StatResG 4:21  καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστιν καὶ ποιῆσαι.
Roma StatResG 4:22  Διὸ καὶ “ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην”.
Roma StatResG 4:23  Οὐκ ἐγράφη δὲ διʼ αὐτὸν μόνον, ὅτι ἐλογίσθη αὐτῷ,
Roma StatResG 4:24  ἀλλὰ καὶ διʼ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα ˚Ἰησοῦν, τὸν ˚Κύριον ἡμῶν, ἐκ νεκρῶν,
Roma StatResG 4:25  ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.
Chapter 5
Roma StatResG 5:1  ¶Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν ˚Θεὸν, διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ,
Roma StatResG 5:2  διʼ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν, τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ ˚Θεοῦ.
Roma StatResG 5:3  Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται,
Roma StatResG 5:4  ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα.
Roma StatResG 5:5  Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ ˚Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ ˚Πνεύματος Ἁγίου, τοῦ δοθέντος ἡμῖν.
Roma StatResG 5:6  ¶Ἔτι γὰρ ˚Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν ἔτι, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.
Roma StatResG 5:7  Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ, τάχα τις καὶ τολμᾷ ἀποθανεῖν.
Roma StatResG 5:8  Συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ ˚Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, ˚Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν.
Roma StatResG 5:9  Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα διʼ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
Roma StatResG 5:10  Εἰ γὰρ ἐχθροὶ ὄντες, κατηλλάγημεν τῷ ˚Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.
Roma StatResG 5:11  Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ ˚Θεῷ, διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, διʼ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.
Roma StatResG 5:12  ¶Διὰ τοῦτο, ὥσπερ διʼ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφʼ ᾧ πάντες ἥμαρτον–
Roma StatResG 5:13  ἄχρι γὰρ νόμου, ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.
Roma StatResG 5:14  Ἀλλʼ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος.
Roma StatResG 5:15  ¶Ἀλλʼ οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ ˚Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι, τῇ τοῦ ἑνὸς ἀνθρώπου, ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.
Roma StatResG 5:16  Καὶ οὐχ ὡς διʼ ἑνὸς ἁμαρτήσαντος, τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς, εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων, εἰς δικαίωμα.
Roma StatResG 5:17  Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσιν, διὰ τοῦ ἑνὸς, ˚Ἰησοῦ ˚Χριστοῦ.
Roma StatResG 5:18  ¶Ἄρα οὖν ὡς διʼ ἑνὸς παραπτώματος, εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ διʼ ἑνὸς δικαιώματος, εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.
Roma StatResG 5:19  Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοί.
Roma StatResG 5:20  Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις,
Roma StatResG 5:21  ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης, εἰς ζωὴν αἰώνιον διὰ ˚Ἰησοῦ ˚Χριστοῦ τοῦ ˚Κυρίου ἡμῶν.
Chapter 6
Roma StatResG 6:1  ¶Τί οὖν ἐροῦμεν; Ἐπιμένωμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ;
Roma StatResG 6:2  Μὴ γένοιτο! Οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;
Roma StatResG 6:3  Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς ˚Χριστὸν ˚Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;
Roma StatResG 6:4  Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη ˚Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
Roma StatResG 6:5  ¶Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα·
Roma StatResG 6:6  τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ.
Roma StatResG 6:7  Ὁ γὰρ ἀποθανὼν, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.
Roma StatResG 6:8  Εἰ δὲ ἀπεθάνομεν σὺν ˚Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ·
Roma StatResG 6:9  εἰδότες ὅτι ˚Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.
Roma StatResG 6:10  Ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ ˚Θεῷ.
Roma StatResG 6:11  Οὕτως καὶ ὑμεῖς, λογίζεσθε ἑαυτοὺς εἶναι νεκροὺς μὲν τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ ˚Θεῷ ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
Roma StatResG 6:12  ¶Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ.
Roma StatResG 6:13  Μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν, ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ ˚Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν, ὅπλα δικαιοσύνης τῷ ˚Θεῷ.
Roma StatResG 6:14  Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλὰ ὑπὸ χάριν.
Roma StatResG 6:15  ¶Τί οὖν; Ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλὰ ὑπὸ χάριν; Μὴ γένοιτο!
Roma StatResG 6:16  Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε– ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην;
Roma StatResG 6:17  Χάρις δὲ τῷ ˚Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας, εἰς ὃν παρεδόθητε τύπον διδαχῆς.
Roma StatResG 6:18  Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ.
Roma StatResG 6:19  Ἀνθρώπινον λέγω, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν, δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Roma StatResG 6:20  ¶Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.
Roma StatResG 6:21  Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφʼ οἷς νῦν ἐπαισχύνεσθε; Τὸ γὰρ τέλος ἐκείνων θάνατος.
Roma StatResG 6:22  Νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ ˚Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
Roma StatResG 6:23  Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ ˚Θεοῦ ζωὴ αἰώνιος ἐν ˚Χριστῷ ˚Ἰησοῦ, τῷ ˚Κυρίῳ ἡμῶν.
Chapter 7
Roma StatResG 7:1  ¶Ἢ ἀγνοεῖτε, ἀδελφοί (γινώσκουσιν γὰρ νόμον λαλῶ), ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφʼ ὅσον χρόνον ζῇ;
Roma StatResG 7:2  Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός.
Roma StatResG 7:3  Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.
Roma StatResG 7:4  ¶Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ ˚Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ ˚Θεῷ.
Roma StatResG 7:5  Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ.
Roma StatResG 7:6  Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι ˚Πνεύματος, καὶ οὐ παλαιότητι γράμματος.
Roma StatResG 7:7  ¶Τί οὖν ἐροῦμεν; Ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο! Ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου, τήν τε γὰρ ἐπιθυμίαν, οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν, “Οὐκ ἐπιθυμήσεις.”
Roma StatResG 7:8  Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν, χωρὶς γὰρ νόμου, ἁμαρτία νεκρά.
Roma StatResG 7:9  Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν,
Roma StatResG 7:10  ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ, ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον.
Roma StatResG 7:11  Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέν με καὶ διʼ αὐτῆς ἀπέκτεινεν.
Roma StatResG 7:12  Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή.
Roma StatResG 7:13  ¶Τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος; Μὴ γένοιτο! Ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον· ἵνα γένηται καθʼ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.
Roma StatResG 7:14  ¶Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
Roma StatResG 7:15  Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλʼ ὃ μισῶ, τοῦτο ποιῶ.
Roma StatResG 7:16  Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός.
Roma StatResG 7:17  Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλʼ ἡ ἐνοικοῦσα ἐν ἐμοὶ ἁμαρτία.
Roma StatResG 7:18  Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτʼ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ.
Roma StatResG 7:19  Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθόν, ἀλλʼ ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω.
Roma StatResG 7:20  Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλʼ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
Roma StatResG 7:21  ¶Εὑρίσκω ἄρα τὸν νόμον, τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.
Roma StatResG 7:22  Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ ˚Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον,
Roma StatResG 7:23  βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσίν μου.
Roma StatResG 7:24  Ταλαίπωρος ἐγὼ ἄνθρωπος! Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;
Roma StatResG 7:25  Χάρις τῷ ˚Θεῷ διὰ ˚Ἰησοῦ ˚Χριστοῦ τοῦ ˚Κυρίου ἡμῶν! Ἄρα οὖν αὐτὸς ἐγὼ, τῷ μὲν νοῒ δουλεύω νόμῳ ˚Θεοῦ, τῇ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας.
Chapter 8
Roma StatResG 8:1  ¶Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
Roma StatResG 8:2  ὁ γὰρ νόμος τοῦ ˚Πνεύματος τῆς ζωῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
Roma StatResG 8:3  Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ ˚Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,
Roma StatResG 8:4  ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ ˚Πνεῦμα.
Roma StatResG 8:5  Οἱ γὰρ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ ˚Πνεῦμα, τὰ τοῦ ˚Πνεύματος.
Roma StatResG 8:6  Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ ˚Πνεύματος ζωὴ καὶ εἰρήνη.
Roma StatResG 8:7  Διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς ˚Θεόν, τῷ γὰρ νόμῳ τοῦ ˚Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται.
Roma StatResG 8:8  Οἱ δὲ ἐν σαρκὶ ὄντες, ˚Θεῷ ἀρέσαι οὐ δύνανται.
Roma StatResG 8:9  ¶Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλʼ ἐν ˚Πνεύματι, εἴπερ ˚Πνεῦμα ˚Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις ˚Πνεῦμα ˚Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.
Roma StatResG 8:10  Εἰ δὲ ˚Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ ˚Πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
Roma StatResG 8:11  Εἰ δὲ τὸ ˚Πνεῦμα τοῦ ἐγείραντος τὸν ˚Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν ˚Χριστὸν ˚Ἰησοῦν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ ˚Πνεύματος ἐν ὑμῖν.
Roma StatResG 8:12  ¶Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῆν.
Roma StatResG 8:13  Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν, εἰ δὲ ˚Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.
Roma StatResG 8:14  Ὅσοι γὰρ ˚Πνεύματι ˚Θεοῦ ἄγονται, οὗτοι υἱοὶ ˚Θεοῦ εἰσιν.
Roma StatResG 8:15  Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε ˚Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, “Ἀββά, ὁ Πατήρ!”
Roma StatResG 8:16  Αὐτὸ τὸ ˚Πνεῦμα συμμαρτυρεῖ τῷ ˚Πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα ˚Θεοῦ.
Roma StatResG 8:17  Εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν ˚Θεοῦ, συγκληρονόμοι δὲ ˚Χριστοῦ, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.
Roma StatResG 8:18  ¶Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
Roma StatResG 8:19  Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ ˚Θεοῦ ἀπεκδέχεται.
Roma StatResG 8:20  Τῇ γὰρ ματαιότητι, ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐφʼ ἑλπίδι
Roma StatResG 8:21  ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ ˚Θεοῦ.
Roma StatResG 8:22  Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.
Roma StatResG 8:23  Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ, τὴν ἀπαρχὴν τοῦ ˚Πνεύματος ἔχοντες, ἡμεῖς καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.
Roma StatResG 8:24  Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς, ὃ γὰρ βλέπει τις, ἐλπίζει;
Roma StatResG 8:25  Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, διʼ ὑπομονῆς ἀπεκδεχόμεθα.
Roma StatResG 8:26  ¶Ὡσαύτως δὲ καὶ τὸ ˚Πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ ˚Πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις.
Roma StatResG 8:27  Ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ ˚Πνεύματος, ὅτι κατὰ ˚Θεὸν, ἐντυγχάνει ὑπὲρ ἁγίων.
Roma StatResG 8:28  ¶Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν ˚Θεὸν, πάντα συνεργεῖ ὁ ˚Θεὸς εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
Roma StatResG 8:29  Ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.
Roma StatResG 8:30  Οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.
Roma StatResG 8:31  ¶Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ ˚Θεὸς ὑπὲρ ἡμῶν, τίς καθʼ ἡμῶν;
Roma StatResG 8:32  Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ, τὰ πάντα ἡμῖν χαρίσεται;
Roma StatResG 8:33  Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν ˚Θεοῦ; ˚Θεὸς ὁ δικαιῶν.
Roma StatResG 8:34  Τίς ὁ κατακρίνων; ˚Χριστὸς ˚Ἰησοῦς ὁ ἀποθανών, μᾶλλον δὲ ἐγερθείς ὅς, καί ἐστιν ἐν δεξιᾷ τοῦ ˚Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.
Roma StatResG 8:35  Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ ˚Χριστοῦ; Θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;
Roma StatResG 8:36  Καθὼς γέγραπται, ὅτι “Ἕνεκεν σοῦ, θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.”
Roma StatResG 8:37  Ἀλλʼ ἐν τούτοις πᾶσιν, ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
Roma StatResG 8:38  Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις,
Roma StatResG 8:39  οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα, δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ ˚Θεοῦ, τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ, τῷ ˚Κυρίῳ ἡμῶν.
Chapter 9
Roma StatResG 9:1  ¶Ἀλήθειαν λέγω ἐν ˚Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν ˚Πνεύματι Ἁγίῳ
Roma StatResG 9:2  ὅτι λύπη μοί ἐστιν μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.
Roma StatResG 9:3  Ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς, ἐγὼ ἀπὸ τοῦ ˚Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου, κατὰ σάρκα,
Roma StatResG 9:4  οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ ἡ λατρεία, καὶ αἱ ἐπαγγελίαι,
Roma StatResG 9:5  ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ ˚Χριστὸς, τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων ˚Θεὸς, εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν!
Roma StatResG 9:6  ¶Οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ ˚Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ οὗτοι, Ἰσραήλ.
Roma StatResG 9:7  Οὐδʼ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ πάντες τέκνα, ἀλλʼ: “Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.”
Roma StatResG 9:8  Τοῦτʼ ἔστιν οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ ˚Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.
Roma StatResG 9:9  Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος: “Κατὰ τὸν καιρὸν τοῦτον, ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.”
Roma StatResG 9:10  Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην, ἔχουσα Ἰσαὰκ, τοῦ πατρὸς ἡμῶν·
Roma StatResG 9:11  μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατʼ ἐκλογὴν πρόθεσις τοῦ ˚Θεοῦ μένῃ,
Roma StatResG 9:12  οὐκ ἐξ ἔργων, ἀλλʼ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ, ὅτι “Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.”
Roma StatResG 9:13  Καθὼς γέγραπται, “Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.”
Roma StatResG 9:14  ¶Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ ˚Θεῷ; Μὴ γένοιτο!
Roma StatResG 9:15  Τῷ Μωϋσεῖ γὰρ λέγει, “Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.”
Roma StatResG 9:16  Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος ˚Θεοῦ.
Roma StatResG 9:17  Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ, ὅτι “Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.”
Roma StatResG 9:18  Ἄρα οὖν ὃν θέλει, ἐλεεῖ, ὃν δὲ θέλει, σκληρύνει.
Roma StatResG 9:19  ¶Ἐρεῖς μοι οὖν, “Τί οὖν ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;”
Roma StatResG 9:20  Ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ, ὁ ἀνταποκρινόμενος τῷ ˚Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα, τῷ πλάσαντι, “Τί με ἐποίησας οὕτως;”
Roma StatResG 9:21  Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;
Roma StatResG 9:22  Εἰ δὲ θέλων ὁ ˚Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ, σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν,
Roma StatResG 9:23  καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν,
Roma StatResG 9:24  οὓς καὶ ἐκάλεσεν, ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν;
Roma StatResG 9:25  Ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει, “Καλέσω τὸν οὐ λαόν μου, ‘Λαόν μου’, καὶ τὴν οὐκ ἠγαπημένην, ‘Ἠγαπημένην’.”
Roma StatResG 9:26  “Καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς, ‘Οὐ λαός μου ὑμεῖς’, ἐκεῖ κληθήσονται υἱοὶ ˚Θεοῦ ζῶντος.”
Roma StatResG 9:27  ¶Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, “Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται.
Roma StatResG 9:28  Λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει ˚Κύριος ἐπὶ τῆς γῆς.”
Roma StatResG 9:29  Καὶ καθὼς προείρηκεν Ἠσαΐας, “Εἰ μὴ ˚Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.”
Roma StatResG 9:30  ¶Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως·
Roma StatResG 9:31  Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν.
Roma StatResG 9:32  Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλʼ ὡς ἐξ ἔργων. Προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,
Roma StatResG 9:33  καθὼς γέγραπται, “Ἰδοὺ, τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ, οὐ καταισχυνθήσεται.”
Chapter 10
Roma StatResG 10:1  ¶Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις πρὸς τὸν ˚Θεὸν, ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.
Roma StatResG 10:2  Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον ˚Θεοῦ ἔχουσιν, ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν.
Roma StatResG 10:3  Ἀγνοοῦντες γὰρ τὴν τοῦ ˚Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ ˚Θεοῦ οὐχ ὑπετάγησαν.
Roma StatResG 10:4  Τέλος γὰρ νόμου ˚Χριστὸς, εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Roma StatResG 10:5  ¶Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ νόμου, ὅτι “Ὁ ποιήσας αὐτὰ ἄνθρωπος, ζήσεται ἐν αὐτῇ.”
Roma StatResG 10:6  Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει, “Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ‘Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;’” (Τοῦτʼ ἔστιν ˚Χριστὸν καταγαγεῖν),
Roma StatResG 10:7  ἤ, “‘Τίς καταβήσεται εἰς τὴν Ἄβυσσον;’” (Τοῦτʼ ἔστιν ˚Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν).
Roma StatResG 10:8  Ἀλλὰ τί λέγει; “Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου”, τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
Roma StatResG 10:9  Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, “˚Κύριον ˚Ἰησοῦν”, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ ˚Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.
Roma StatResG 10:10  Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Roma StatResG 10:11  Λέγει γὰρ ἡ Γραφή, “Πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται.”
Roma StatResG 10:12  Οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς ˚Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.
Roma StatResG 10:13  “Πᾶς” γὰρ “ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα ˚Κυρίου, σωθήσεται.”
Roma StatResG 10:14  ¶Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος;
Roma StatResG 10:15  Πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; Καθὼς γέγραπται, “Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά!”
Roma StatResG 10:16  Ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, “˚Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;”
Roma StatResG 10:17  Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος ˚Χριστοῦ.
Roma StatResG 10:18  ¶Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε, “Εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης, τὰ ῥήματα αὐτῶν.”
Roma StatResG 10:19  Ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; Πρῶτος Μωϋσῆς λέγει, “Ἐγὼ παραζηλώσω ὑμᾶς, ἐπʼ οὐκ ἔθνει, ἐπʼ ἔθνει ἀσυνέτῳ, παροργιῶ ὑμᾶς.”
Roma StatResG 10:20  Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, “Εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.”
Roma StatResG 10:21  Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, “Ὅλην τὴν ἡμέραν, ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.”
Chapter 11
Roma StatResG 11:1  ¶Λέγω οὖν, μὴ ἀπώσατο ὁ ˚Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο! Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν.
Roma StatResG 11:2  Οὐκ ἀπώσατο ὁ ˚Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφή, ὡς ἐντυγχάνει τῷ ˚Θεῷ κατὰ τοῦ Ἰσραήλ;
Roma StatResG 11:3  “˚Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.”
Roma StatResG 11:4  Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; “Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.”
Roma StatResG 11:5  Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ, λεῖμμα κατʼ ἐκλογὴν χάριτος γέγονεν.
Roma StatResG 11:6  Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.
Roma StatResG 11:7  Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν,
Roma StatResG 11:8  καθὼς γέγραπται, “Ἔδωκεν αὐτοῖς ὁ ˚Θεὸς πνεῦμα κατανύξεως”, “Ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.”
Roma StatResG 11:9  Καὶ Δαυὶδ λέγει, “Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς.
Roma StatResG 11:10  Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.”
Roma StatResG 11:11  ¶Λέγω οὖν μὴ ἔπταισαν, ἵνα πέσωσιν; Μὴ γένοιτο! Ἀλλὰ τῷ αὐτῶν παραπτώματι, ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
Roma StatResG 11:12  Εἰ δὲ τὸ παράπτωμα αὐτῶν, πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν, πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
Roma StatResG 11:13  ¶Ὑμῖν δὲ λέγω, τοῖς ἔθνεσιν. Ἐφʼ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
Roma StatResG 11:14  εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν.
Roma StatResG 11:15  Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
Roma StatResG 11:16  Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
Roma StatResG 11:17  ¶Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου,
Roma StatResG 11:18  μὴ κατακαυχῶ τῶν κλάδων. Εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλʼ ἡ ῥίζα σέ.
Roma StatResG 11:19  Ἐρεῖς οὖν, “Ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ.”
Roma StatResG 11:20  Καλῶς, τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ.
Roma StatResG 11:21  Εἰ γὰρ ὁ ˚Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, οὐδὲ σοῦ φείσεται.
Roma StatResG 11:22  Ἴδε οὖν, χρηστότητα καὶ ἀποτομίαν ˚Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομία, ἐπὶ δὲ σὲ, χρηστότης ˚Θεοῦ, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
Roma StatResG 11:23  Κἀκεῖνοι δέ ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ ˚Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς.
Roma StatResG 11:24  Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
Roma StatResG 11:25  ¶Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε ἐν ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,
Roma StatResG 11:26  καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται, “Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.
Roma StatResG 11:27  Καὶ αὕτη αὐτοῖς, ἡ παρʼ ἐμοῦ διαθήκη”, “Ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.”
Roma StatResG 11:28  Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ διʼ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας.
Roma StatResG 11:29  Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ ˚Θεοῦ.
Roma StatResG 11:30  Ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ ˚Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,
Roma StatResG 11:31  οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσιν.
Roma StatResG 11:32  Συνέκλεισεν γὰρ ὁ ˚Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
Roma StatResG 11:33  ¶Ὦ βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως ˚Θεοῦ! Ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
Roma StatResG 11:34  “Τίς” γὰρ “ἔγνω νοῦν ˚Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;”
Roma StatResG 11:35  “Ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;”
Roma StatResG 11:36  Ὅτι ἐξ αὐτοῦ, καὶ διʼ αὐτοῦ, καὶ εἰς αὐτὸν, τὰ πάντα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν!
Chapter 12
Roma StatResG 12:1  ¶Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ ˚Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, τῷ ˚Θεῷ εὐάρεστον, τὴν λογικὴν λατρείαν ὑμῶν.
Roma StatResG 12:2  Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ ˚Θεοῦ, τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον.
Roma StatResG 12:3  ¶Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρʼ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ ˚Θεὸς ἐμέρισεν μέτρον πίστεως.
Roma StatResG 12:4  Καθάπερ γὰρ ἐν ἑνὶ σώματι, πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
Roma StatResG 12:5  οὕτως οἱ πολλοὶ, ἓν σῶμά ἐσμεν ἐν ˚Χριστῷ, τὸ δὲ καθʼ εἷς ἀλλήλων μέλη.
Roma StatResG 12:6  Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα: εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως,
Roma StatResG 12:7  εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ,
Roma StatResG 12:8  εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
Roma StatResG 12:9  ¶Ἡ ἀγάπη ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ,
Roma StatResG 12:10  τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
Roma StatResG 12:11  τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ ˚Κυρίῳ δουλεύοντες,
Roma StatResG 12:12  τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
Roma StatResG 12:13  ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.
Roma StatResG 12:14  Εὐλογεῖτε τοὺς διώκοντας, ὑμᾶς εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
Roma StatResG 12:15  Χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων.
Roma StatResG 12:16  Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες, μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρʼ ἑαυτοῖς.
Roma StatResG 12:17  Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.
Roma StatResG 12:18  Εἰ δυνατόν τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.
Roma StatResG 12:19  Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρ, “Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω”, λέγει ˚Κύριος.
Roma StatResG 12:20  “Ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.”
Roma StatResG 12:21  Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
Chapter 13
Roma StatResG 13:1  ¶Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐ γὰρ ἔστιν ἐξουσία, εἰ μὴ ὑπὸ ˚Θεοῦ, αἱ δὲ οὖσαι ὑπὸ ˚Θεοῦ τεταγμέναι εἰσίν.
Roma StatResG 13:2  Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ ˚Θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρίμα λήμψονται.
Roma StatResG 13:3  Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ, ἀλλὰ τῷ κακῷ. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς.
Roma StatResG 13:4  ˚Θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· ˚Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.
Roma StatResG 13:5  Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
Roma StatResG 13:6  Διὰ τοῦτο γὰρ, καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ ˚Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.
Roma StatResG 13:7  Ἀπόδοτε πᾶσι τὰς ὀφειλάς: τῷ τὸν φόρον, τὸν φόρον, τῷ τὸ τέλος, τὸ τέλος, τῷ τὸν φόβον, τὸν φόβον, τῷ τὴν τιμὴν, τὴν τιμήν.
Roma StatResG 13:8  ¶Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκεν.
Roma StatResG 13:9  Τὸ γάρ, “Οὐ μοιχεύσεις”, “Οὐ φονεύσεις”, “Οὐ κλέψεις”, “οὐκ ἐπιθυμήσεις”, καὶ εἴ τις ἑτέρα ἐντολή ἐν τῷ λόγῳ τούτῳ, ἀνακεφαλαιοῦται, ἐν τῷ, “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.”
Roma StatResG 13:10  Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
Roma StatResG 13:11  ¶Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν.
Roma StatResG 13:12  Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός.
Roma StatResG 13:13  Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ.
Roma StatResG 13:14  Ἀλλὰ ἐνδύσασθε τὸν ˚Κύριον ˚Ἰησοῦν ˚Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε, εἰς ἐπιθυμίας.
Chapter 14
Roma StatResG 14:1  ¶Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.
Roma StatResG 14:2  Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
Roma StatResG 14:3  Ὁ ἐσθίων, τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ ˚Θεὸς γὰρ αὐτὸν προσελάβετο.
Roma StatResG 14:4  Σὺ τίς εἶ, ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ ˚Κύριος στῆσαι αὐτόν.
Roma StatResG 14:5  ¶Ὃς μὲν κρίνει ἡμέραν παρʼ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ, πληροφορείσθω.
Roma StatResG 14:6  Ὁ φρονῶν τὴν ἡμέραν, ˚Κυρίῳ φρονεῖ. Καὶ ὁ ἐσθίων, ˚Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ ˚Θεῷ· καὶ ὁ μὴ ἐσθίων, ˚Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ ˚Θεῷ.
Roma StatResG 14:7  ¶Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει.
Roma StatResG 14:8  Ἐάν τε γὰρ ζῶμεν, τῷ ˚Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ ˚Κυρίῳ ἀποθνῄσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ ˚Κυρίου ἐσμέν.
Roma StatResG 14:9  Εἰς τοῦτο γὰρ ˚Χριστὸς ἀπέθανεν καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
Roma StatResG 14:10  ¶Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ ˚Θεοῦ.
Roma StatResG 14:11  Γέγραπται γάρ, “Ζῶ ἐγώ, λέγει ˚Κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ ˚Θεῷ.”
Roma StatResG 14:12  Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ, λόγον δώσει τῷ ˚Θεῷ.
Roma StatResG 14:13  ¶Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
Roma StatResG 14:14  Οἶδα καὶ πέπεισμαι ἐν ˚Κυρίῳ ˚Ἰησοῦ ὅτι οὐδὲν κοινὸν διʼ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
Roma StatResG 14:15  Εἰ γὰρ διὰ βρῶμα, ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ ˚Χριστὸς ἀπέθανεν.
Roma StatResG 14:16  Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν.
Roma StatResG 14:17  Οὐ γάρ ἐστιν ἡ Βασιλεία τοῦ ˚Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ ἐν ˚Πνεύματι Ἁγίῳ.
Roma StatResG 14:18  Ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ ˚Χριστῷ, εὐάρεστος τῷ ˚Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.
Roma StatResG 14:19  Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους.
Roma StatResG 14:20  Μὴ ἕνεκεν βρώματος, κατάλυε τὸ ἔργον τοῦ ˚Θεοῦ. Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.
Roma StatResG 14:21  Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ.
Roma StatResG 14:22  Σὺ πίστιν ἣν ἔχεις, κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ ˚Θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει.
Roma StatResG 14:23  Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.
Chapter 15
Roma StatResG 15:1  ¶Ὀφείλομεν δὲ ἡμεῖς, οἱ δυνατοὶ, τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
Roma StatResG 15:2  Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.
Roma StatResG 15:3  Καὶ γὰρ ὁ ˚Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, “Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε, ἐπέπεσαν ἐπʼ ἐμέ.”
Roma StatResG 15:4  Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν.
Roma StatResG 15:5  Ὁ δὲ ˚Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ ˚Χριστὸν ˚Ἰησοῦν,
Roma StatResG 15:6  ἵνα ὁμοθυμαδὸν, ἐν ἑνὶ στόματι, δοξάζητε τὸν ˚Θεὸν καὶ Πατέρα τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ.
Roma StatResG 15:7  ¶Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ ˚Χριστὸς προσελάβετο ὑμᾶς, εἰς δόξαν τοῦ ˚Θεοῦ.
Roma StatResG 15:8  Λέγω γὰρ ˚Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας ˚Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων
Roma StatResG 15:9  τὰ δὲ ἔθνη, ὑπὲρ ἐλέους δοξάσαι τὸν ˚Θεόν, καθὼς γέγραπται, “Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, καὶ τῷ ὀνόματί σου ψαλῶ.”
Roma StatResG 15:10  Καὶ πάλιν λέγει, “Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.”
Roma StatResG 15:11  Καὶ πάλιν, “Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν ˚Κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.”
Roma StatResG 15:12  Καὶ πάλιν Ἠσαΐας λέγει, “Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν.”
Roma StatResG 15:13  Ὁ δὲ ˚Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει ˚Πνεύματος Ἁγίου.
Roma StatResG 15:14  ¶Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.
Roma StatResG 15:15  Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ ˚Θεοῦ,
Roma StatResG 15:16  εἰς τὸ εἶναί με λειτουργὸν ˚Χριστοῦ ˚Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν ˚Πνεύματι Ἁγίῳ.
Roma StatResG 15:17  Ἔχω οὖν τὴν καύχησιν ἐν ˚Χριστῷ ˚Ἰησοῦ τὰ πρὸς τὸν ˚Θεόν.
Roma StatResG 15:18  Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο ˚Χριστὸς διʼ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ
Roma StatResG 15:19  ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει ˚Πνεύματος ˚Θεοῦ· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ ˚Χριστοῦ,
Roma StatResG 15:20  οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη ˚Χριστός, ἵνα μὴ ἐπʼ ἀλλότριον θεμέλιον οἰκοδομῶ,
Roma StatResG 15:21  ἀλλὰ καθὼς γέγραπται, “Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν, συνήσουσιν.”
Roma StatResG 15:22  ¶Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
Roma StatResG 15:23  Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν,
Roma StatResG 15:24  ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.
Roma StatResG 15:25  Νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
Roma StatResG 15:26  εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ.
Roma StatResG 15:27  Εὐδόκησαν γάρ καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
Roma StatResG 15:28  Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι διʼ ὑμῶν εἰς Σπανίαν.
Roma StatResG 15:29  Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας ˚Χριστοῦ, ἐλεύσομαι.
Roma StatResG 15:30  ¶Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ ˚Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν ˚Θεόν,
Roma StatResG 15:31  ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,
Roma StatResG 15:32  ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος ˚Θεοῦ, συναναπαύσωμαι ὑμῖν.
Roma StatResG 15:33  Ὁ δὲ ˚Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν!
Chapter 16
Roma StatResG 16:1  ¶Συνίστημι δὲ ὑμῖν Φοίβην, τὴν ἀδελφὴν ἡμῶν, οὖσαν καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς,
Roma StatResG 16:2  ἵνα προσδέξησθε αὐτὴν ἐν ˚Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ.
Roma StatResG 16:3  ¶Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν, τοὺς συνεργούς μου ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
Roma StatResG 16:4  οἵτινες ὑπὲρ τῆς ψυχῆς μου, τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,
Roma StatResG 16:5  καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον, τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς ˚Χριστόν.
Roma StatResG 16:6  Ἀσπάσασθε Μαρίαν, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς.
Roma StatResG 16:7  Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν, τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν ˚Χριστῷ.
Roma StatResG 16:8  Ἀσπάσασθε Ἀμπλιᾶτον, τὸν ἀγαπητόν μου ἐν ˚Κυρίῳ.
Roma StatResG 16:9  Ἀσπάσασθε Οὐρβανὸν, τὸν συνεργὸν ἡμῶν ἐν ˚Χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου.
Roma StatResG 16:10  Ἀσπάσασθε Ἀπελλῆν, τὸν δόκιμον ἐν ˚Χριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.
Roma StatResG 16:11  Ἀσπάσασθε Ἡρῳδίωνα, τὸν συγγενῆν μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν ˚Κυρίῳ.
Roma StatResG 16:12  Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν, τὰς κοπιώσας ἐν ˚Κυρίῳ. Ἀσπάσασθε Περσίδα, τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν ˚Κυρίῳ.
Roma StatResG 16:13  Ἀσπάσασθε Ῥοῦφον, τὸν ἐκλεκτὸν ἐν ˚Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
Roma StatResG 16:14  Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμῆν, Πατρόβαν, Ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
Roma StatResG 16:15  Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
Roma StatResG 16:16  Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ ˚Χριστοῦ.
Roma StatResG 16:17  ¶Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπʼ αὐτῶν.
Roma StatResG 16:18  Οἱ γὰρ τοιοῦτοι τῷ ˚Κυρίῳ ἡμῶν ˚Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας, ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων.
Roma StatResG 16:19  Ἡ γὰρ ὑμῶν ὑπακοὴ, εἰς πάντας ἀφίκετο. Ἐφʼ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
Roma StatResG 16:20  Ὁ δὲ ˚Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ μεθʼ ὑμῶν.
Roma StatResG 16:21  ¶Ἀσπάζεται ὑμᾶς Τιμόθεος, ὁ συνεργός μου, καὶ Λούκιος, καὶ Ἰάσων, καὶ Σωσίπατρος, οἱ συγγενεῖς μου.
Roma StatResG 16:22  Ἀσπάζομαι ὑμᾶς ἐγὼ, Τέρτιος, ὁ γράψας τὴν ἐπιστολὴν, ἐν ˚Κυρίῳ.
Roma StatResG 16:23  Ἀσπάζεται ὑμᾶς Γάϊος, ὁ ξένος μου, καὶ ὅλης τῆς ἐκκλησίας. Ἀσπάζεται ὑμᾶς Ἔραστος, ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός.
Roma StatResG 16:25  ¶Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι, κατὰ τὸ εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα ˚Ἰησοῦ ˚Χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου,
Roma StatResG 16:26  φανερωθέντος δὲ νῦν διά τε Γραφῶν προφητικῶν, κατʼ ἐπιταγὴν τοῦ αἰωνίου ˚Θεοῦ εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος.
Roma StatResG 16:27  Μόνῳ σοφῷ ˚Θεῷ διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν!