Toggle notes
Chapter 1
I Co | StatResG | 1:1 | ¶Παῦλος, κλητὸς ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ διὰ θελήματος ˚Θεοῦ, καὶ Σωσθένης, ὁ ἀδελφὸς, | |
I Co | StatResG | 1:2 | τῇ ἐκκλησίᾳ τοῦ ˚Θεοῦ, ἡγιασμένοις ἐν ˚Χριστῷ ˚Ἰησοῦ, τῇ οὔσῃ ἐν Κορίνθῳ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν: | |
I Co | StatResG | 1:4 | ¶Εὐχαριστῶ τῷ ˚Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ ˚Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν ˚Χριστῷ ˚Ἰησοῦ, | |
I Co | StatResG | 1:7 | ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, | |
I Co | StatResG | 1:8 | ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους, ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ. | |
I Co | StatResG | 1:9 | Πιστὸς ὁ ˚Θεὸς, διʼ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ, ˚Ἰησοῦ ˚Χριστοῦ, τοῦ ˚Κυρίου ἡμῶν. | |
I Co | StatResG | 1:10 | ¶Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. | |
I Co | StatResG | 1:12 | Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, “Ἐγὼ” μέν “εἰμι Παύλου”, “Ἐγὼ” δὲ “Ἀπολλῶ”, “Ἐγὼ” δὲ “Κηφᾶ”, “Ἐγὼ” δὲ “˚Χριστοῦ”. | |
I Co | StatResG | 1:13 | Μεμέρισται ὁ ˚Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; | |
I Co | StatResG | 1:17 | Οὐ γὰρ ἀπέστειλέν με ˚Χριστὸς βαπτίζειν, ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ ˚Χριστοῦ. | |
I Co | StatResG | 1:18 | ¶Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις ˚Θεοῦ ἐστιν. | |
I Co | StatResG | 1:19 | Γέγραπται γάρ, “Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.” | |
I Co | StatResG | 1:20 | Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ ˚Θεὸς τὴν σοφίαν τοῦ κόσμου; | |
I Co | StatResG | 1:21 | Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ ˚Θεοῦ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν ˚Θεόν, εὐδόκησεν ὁ ˚Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. | |
I Co | StatResG | 1:23 | ἡμεῖς δὲ κηρύσσομεν ˚Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσιν δὲ μωρίαν, | |
I Co | StatResG | 1:24 | αὐτοῖς δὲ, τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, ˚Χριστὸν ˚Θεοῦ δύναμιν, καὶ ˚Θεοῦ σοφίαν. | |
I Co | StatResG | 1:25 | Ὅτι τὸ μωρὸν τοῦ ˚Θεοῦ, σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ ˚Θεοῦ, ἰσχυρότερον τῶν ἀνθρώπων. | |
I Co | StatResG | 1:26 | ¶Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς. | |
I Co | StatResG | 1:27 | Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ ˚Θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ ˚Θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, | |
I Co | StatResG | 1:28 | καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ ˚Θεός, τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, | |
I Co | StatResG | 1:30 | Ἐξ αὐτοῦ δὲ, ὑμεῖς ἐστε ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ ˚Θεοῦ, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, | |
Chapter 2
I Co | StatResG | 2:1 | ¶Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθʼ ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ ˚Θεοῦ. | |
I Co | StatResG | 2:2 | Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ ˚Ἰησοῦν ˚Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον. | |
I Co | StatResG | 2:4 | Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλʼ ἐν ἀποδείξει ˚Πνεύματος καὶ δυνάμεως, | |
I Co | StatResG | 2:6 | ¶Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων, | |
I Co | StatResG | 2:7 | ἀλλὰ λαλοῦμεν ˚Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ ˚Θεὸς πρὸ τῶν αἰώνων, εἰς δόξαν ἡμῶν· | |
I Co | StatResG | 2:8 | ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν ˚Κύριον τῆς δόξης ἐσταύρωσαν· | |
I Co | StatResG | 2:9 | ἀλλὰ καθὼς γέγραπται, “Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ ˚Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.” | |
I Co | StatResG | 2:10 | Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ ˚Θεὸς διὰ τοῦ ˚Πνεύματος, τὸ γὰρ ˚Πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ ˚Θεοῦ. | |
I Co | StatResG | 2:11 | Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτως καὶ τὰ τοῦ ˚Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ ˚Πνεῦμα τοῦ ˚Θεοῦ. | |
I Co | StatResG | 2:12 | Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ ˚Πνεῦμα τὸ ἐκ τοῦ ˚Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ ˚Θεοῦ χαρισθέντα ἡμῖν. | |
I Co | StatResG | 2:13 | Ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς ˚Πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. | |
I Co | StatResG | 2:14 | ¶Ψυχικὸς δὲ ἄνθρωπος, οὐ δέχεται τὰ τοῦ ˚Πνεύματος τοῦ ˚Θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. | |
Chapter 3
I Co | StatResG | 3:1 | ¶Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλʼ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν ˚Χριστῷ. | |
I Co | StatResG | 3:3 | ἔτι γὰρ σαρκικοί ἐστε. Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; | |
I Co | StatResG | 3:4 | Ὅταν γὰρ λέγῃ τις, “Ἐγὼ” μέν “εἰμι Παύλου”, ἕτερος δέ, “Ἐγὼ Ἀπολλῶ”, οὐκ ἄνθρωποί ἐστε; | |
I Co | StatResG | 3:5 | ¶Τί οὖν ἐστιν Ἀπολλῶς; Τί δέ ἐστιν Παῦλος; Διάκονοι διʼ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ ˚Κύριος ἔδωκεν. | |
I Co | StatResG | 3:8 | Ὁ φυτεύων δὲ, καὶ ὁ ποτίζων, ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται, κατὰ τὸν ἴδιον κόπον. | |
I Co | StatResG | 3:10 | ¶Κατὰ τὴν χάριν τοῦ ˚Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ. | |
I Co | StatResG | 3:11 | Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι, παρὰ τὸν κείμενον, ὅς ἐστιν ˚Ἰησοῦς ˚Χριστός. | |
I Co | StatResG | 3:12 | Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, | |
I Co | StatResG | 3:13 | ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ αὐτὸ δοκιμάσει. | |
I Co | StatResG | 3:15 | Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. | |
I Co | StatResG | 3:17 | Εἴ τις τὸν ναὸν τοῦ ˚Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ ˚Θεός· ὁ γὰρ ναὸς τοῦ ˚Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. | |
I Co | StatResG | 3:18 | ¶Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. | |
I Co | StatResG | 3:19 | Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ τῷ ˚Θεῷ ἐστιν. Γέγραπται γάρ, “Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.” | |
I Co | StatResG | 3:22 | εἴτε Παῦλος, εἴτε Ἀπολλῶς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα, πάντα ὑμῶν, | |
Chapter 4
I Co | StatResG | 4:1 | ¶Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας ˚Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων ˚Θεοῦ. | |
I Co | StatResG | 4:3 | Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφʼ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλʼ οὐδὲ ἐμαυτὸν ἀνακρίνω. | |
I Co | StatResG | 4:4 | Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με ˚Κύριός ἐστιν. | |
I Co | StatResG | 4:5 | Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ ˚Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ ˚Θεοῦ. | |
I Co | StatResG | 4:6 | ¶Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν διʼ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τό “Μὴ ὑπὲρ ἃ γέγραπται”, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς, φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. | |
I Co | StatResG | 4:7 | Τίς γάρ σε διακρίνει; Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; | |
I Co | StatResG | 4:8 | ¶Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. | |
I Co | StatResG | 4:9 | Δοκῶ γάρ ὁ ˚Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. | |
I Co | StatResG | 4:10 | Ἡμεῖς μωροὶ διὰ ˚Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν ˚Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. | |
I Co | StatResG | 4:11 | Ἄχρι τῆς ἄρτι ὥρας, καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνιτεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, | |
I Co | StatResG | 4:12 | καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν. Λοιδορούμενοι, εὐλογοῦμεν, διωκόμενοι, ἀνεχόμεθα, | |
I Co | StatResG | 4:13 | δυσφημούμενοι, παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. | |
I Co | StatResG | 4:15 | Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν ˚Χριστῷ, ἀλλʼ οὐ πολλοὺς πατέρας, ἐν γὰρ ˚Χριστῷ ˚Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, ἐγὼ ὑμᾶς ἐγέννησα. | |
I Co | StatResG | 4:17 | Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον, ἀγαπητὸν καὶ πιστὸν ἐν ˚Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν ˚Χριστῷ ˚Ἰησοῦ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. | |
I Co | StatResG | 4:19 | Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ ˚Κύριος θελήσῃ, καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. | |
Chapter 5
I Co | StatResG | 5:1 | ¶Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. | |
I Co | StatResG | 5:2 | Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ, τὸ ἔργον τοῦτο ποιήσας. | |
I Co | StatResG | 5:3 | Ἐγὼ μὲν γάρ ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν, τὸν οὕτως τοῦτο κατεργασάμενον. | |
I Co | StatResG | 5:4 | Ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ, | |
I Co | StatResG | 5:5 | παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ ˚Κυρίου. | |
I Co | StatResG | 5:7 | Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη, ˚Χριστός. | |
I Co | StatResG | 5:8 | Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. | |
I Co | StatResG | 5:10 | οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν, ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. | |
I Co | StatResG | 5:11 | Νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις “ἀδελφὸς” ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. | |
Chapter 6
I Co | StatResG | 6:1 | ¶Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; | |
I Co | StatResG | 6:2 | Ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; | |
I Co | StatResG | 6:4 | Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε; | |
I Co | StatResG | 6:5 | Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; | |
I Co | StatResG | 6:7 | Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθʼ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; | |
I Co | StatResG | 6:9 | ¶Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι ˚Θεοῦ Βασιλείαν οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, | |
I Co | StatResG | 6:10 | οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, Βασιλείαν ˚Θεοῦ κληρονομήσουσιν. | |
I Co | StatResG | 6:11 | Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε, ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἐν τῷ ˚Πνεύματι τοῦ ˚Θεοῦ ἡμῶν. | |
I Co | StatResG | 6:12 | ¶Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλʼ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. | |
I Co | StatResG | 6:13 | Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ ˚Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ ˚Κυρίῳ, καὶ ὁ ˚Κύριος τῷ σώματι. | |
I Co | StatResG | 6:15 | Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη ˚Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ ˚Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο! | |
I Co | StatResG | 6:16 | Ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν; “Ἔσονται” γάρ, φησίν, “οἱ δύο εἰς σάρκα μίαν.” | |
I Co | StatResG | 6:18 | Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. | |
I Co | StatResG | 6:19 | Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν, ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου ˚Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ ˚Θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν, | |
Chapter 7
I Co | StatResG | 7:2 | Διὰ δὲ τὰς πορνείας, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. | |
I Co | StatResG | 7:4 | Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ, καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ ἡ γυνή. | |
I Co | StatResG | 7:5 | Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς, διὰ τὴν ἀκρασίαν ὑμῶν. | |
I Co | StatResG | 7:7 | Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν. Ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ ˚Θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως. | |
I Co | StatResG | 7:10 | ¶Τοῖς δὲ γεγαμηκόσιν, παραγγέλλω (οὐκ ἐγὼ, ἀλλὰ ὁ ˚Κύριος), γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι | |
I Co | StatResG | 7:11 | (ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω) καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. | |
I Co | StatResG | 7:12 | ¶Τοῖς δὲ λοιποῖς λέγω (ἐγώ, οὐχ ὁ ˚Κύριος), εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετʼ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. | |
I Co | StatResG | 7:13 | Καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετʼ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα. | |
I Co | StatResG | 7:14 | Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. | |
I Co | StatResG | 7:15 | Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ ˚Θεός. | |
I Co | StatResG | 7:16 | Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; | |
I Co | StatResG | 7:17 | ¶Εἰ μὴ ἑκάστῳ ὡς μεμέρικεν ὁ ˚Κύριος, ἕκαστον ὡς κέκληκεν ὁ ˚Θεός, οὕτως περιπατείτω. Καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. | |
I Co | StatResG | 7:18 | Περιτετμημένος τις ἐκλήθη; Μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ κέκληταί τις; Μὴ περιτεμνέσθω. | |
I Co | StatResG | 7:19 | Ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν ˚Θεοῦ. | |
I Co | StatResG | 7:21 | ¶Δοῦλος ἐκλήθης; Μή σοι μελέτω· ἀλλʼ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. | |
I Co | StatResG | 7:22 | Ὁ γὰρ ἐν ˚Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος ˚Κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστιν ˚Χριστοῦ. | |
I Co | StatResG | 7:25 | ¶Περὶ δὲ τῶν παρθένων, ἐπιταγὴν ˚Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ ˚Κυρίου, πιστὸς εἶναι. | |
I Co | StatResG | 7:26 | Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. | |
I Co | StatResG | 7:28 | Ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες. Καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. | |
I Co | StatResG | 7:29 | Τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν. Τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν, | |
I Co | StatResG | 7:30 | καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες, | |
I Co | StatResG | 7:31 | καὶ οἱ χρώμενοι τὸν κόσμον, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. | |
I Co | StatResG | 7:32 | ¶Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ ˚Κυρίου, πῶς ἀρέσῃ τῷ ˚Κυρίῳ· | |
I Co | StatResG | 7:33 | ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, καὶ μεμέρισται. Καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος | |
I Co | StatResG | 7:34 | ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ ˚Κυρίου, ἵνα ᾖ ἁγία, καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί. | |
I Co | StatResG | 7:35 | Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ ˚Κυρίῳ ἀπερισπάστως. | |
I Co | StatResG | 7:36 | ¶Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. | |
I Co | StatResG | 7:37 | Ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει. | |
I Co | StatResG | 7:38 | Ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων, κρεῖσσον ποιήσει. | |
I Co | StatResG | 7:39 | ¶Γυνὴ δέδεται ἐφʼ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν ˚Κυρίῳ. | |
Chapter 8
I Co | StatResG | 8:1 | ¶Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. | |
I Co | StatResG | 8:4 | ¶Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς ˚Θεὸς εἰ μὴ εἷς. | |
I Co | StatResG | 8:5 | Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, | |
I Co | StatResG | 8:6 | ἀλλʼ ἡμῖν εἷς ˚Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς ˚Κύριος, ˚Ἰησοῦς ˚Χριστός, διʼ οὗ τὰ πάντα, καὶ ἡμεῖς διʼ αὐτοῦ. | |
I Co | StatResG | 8:7 | ¶Ἀλλʼ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνηθείᾳ ἕως ἄρτι τοῦ εἰδώλου, ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα, μολύνεται. | |
I Co | StatResG | 8:8 | Βρῶμα δὲ ἡμᾶς οὐ παραστήσει τῷ ˚Θεῷ· οὔτε ἐὰν μὴ φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν φάγωμεν, ὑστερούμεθα. | |
I Co | StatResG | 8:10 | Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος, οἰκοδομηθήσεται, εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; | |
I Co | StatResG | 8:12 | Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς ˚Χριστὸν ἁμαρτάνετε. | |
Chapter 9
I Co | StatResG | 9:1 | ¶Οὐκ εἰμὶ ἐλεύθερος; Οὐκ εἰμὶ ἀπόστολος; Οὐχὶ ˚Ἰησοῦν τὸν ˚Κύριον ἡμῶν ἑόρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν ˚Κυρίῳ; | |
I Co | StatResG | 9:2 | Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς, ὑμεῖς ἐστε ἐν ˚Κυρίῳ. | |
I Co | StatResG | 9:5 | Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν, γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ ˚Κυρίου, καὶ Κηφᾶς; | |
I Co | StatResG | 9:7 | Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα, καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει; Ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης, οὐκ ἐσθίει; | |
I Co | StatResG | 9:9 | Ἐν γὰρ τῷ Μωϋσέως νόμῳ, γέγραπται, “Οὐ φιμώσεις βοῦν ἀλοῶντα.” Μὴ τῶν βοῶν μέλει τῷ ˚Θεῷ; | |
I Co | StatResG | 9:10 | Ἢ διʼ ἡμᾶς πάντως λέγει; Διʼ ἡμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπʼ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ἐπʼ ἐλπίδι τοῦ μετέχειν. | |
I Co | StatResG | 9:12 | Εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; ¶Ἀλλʼ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ ˚Χριστοῦ. | |
I Co | StatResG | 9:13 | Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται; | |
I Co | StatResG | 9:14 | Οὕτως καὶ ὁ ˚Κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῆν. | |
I Co | StatResG | 9:15 | ¶Ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων. Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου οὐδεὶς κενώσει. | |
I Co | StatResG | 9:16 | Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι. | |
I Co | StatResG | 9:18 | Τίς οὖν μού ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον, θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. | |
I Co | StatResG | 9:20 | Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις, ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· | |
I Co | StatResG | 9:21 | τοῖς ἀνόμοις, ὡς ἄνομος, μὴ ὢν ἄνομος ˚Θεοῦ, ἀλλʼ ἔννομος ˚Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους. | |
I Co | StatResG | 9:22 | Ἐγενόμην τοῖς ἀσθενέσιν, ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω. | |
I Co | StatResG | 9:24 | ¶Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτως τρέχετε, ἵνα καταλάβητε. | |
I Co | StatResG | 9:25 | Πᾶς δὲ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. | |
Chapter 10
I Co | StatResG | 10:1 | ¶Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, | |
I Co | StatResG | 10:4 | καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ ˚Χριστός. | |
I Co | StatResG | 10:5 | Ἀλλʼ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ ˚Θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. | |
I Co | StatResG | 10:6 | ¶Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. | |
I Co | StatResG | 10:7 | Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται, “Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν.” | |
I Co | StatResG | 10:8 | Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. | |
I Co | StatResG | 10:9 | Μηδὲ ἐκπειράζωμεν τὸν ˚Κύριον, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο. | |
I Co | StatResG | 10:11 | Ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν. | |
I Co | StatResG | 10:13 | Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ ˚Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. | |
I Co | StatResG | 10:16 | Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵματος τοῦ ˚Χριστοῦ; Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ ˚Χριστοῦ ἐστιν; | |
I Co | StatResG | 10:17 | Ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. | |
I Co | StatResG | 10:18 | Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; | |
I Co | StatResG | 10:20 | Ἀλλʼ ὅτι ἃ θύουσιν τὰ ἔθνη, δαιμονίοις καὶ οὐ ˚Θεῷ θύουσιν, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. | |
I Co | StatResG | 10:21 | Οὐ δύνασθε ποτήριον ˚Κυρίου πίνειν, καὶ ποτήριον δαιμονίων. Οὐ δύνασθε τραπέζης ˚Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. | |
I Co | StatResG | 10:27 | Εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. | |
I Co | StatResG | 10:28 | Ἐὰν δέ τις ὑμῖν εἴπῃ, “Τοῦτο ἱερόθυτόν ἐστιν”, μὴ ἐσθίετε, διʼ ἐκεῖνον τὸν μηνύσαντα, καὶ τὴν συνείδησιν· | |
I Co | StatResG | 10:29 | συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; | |
Chapter 11
I Co | StatResG | 11:2 | ¶Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. | |
I Co | StatResG | 11:3 | Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ ˚Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ τοῦ ˚Χριστοῦ ὁ ˚Θεός. | |
I Co | StatResG | 11:4 | Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. | |
I Co | StatResG | 11:5 | Πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὐτῆς, ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. | |
I Co | StatResG | 11:6 | Εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω. Εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. | |
I Co | StatResG | 11:7 | Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα ˚Θεοῦ ὑπάρχων· ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. | |
I Co | StatResG | 11:12 | Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός, τὰ δὲ πάντα ἐκ τοῦ ˚Θεοῦ. | |
I Co | StatResG | 11:13 | Ἐν ὑμῖν αὐτοῖς κρίνατε: πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον, τῷ ˚Θεῷ προσεύχεσθαι; | |
I Co | StatResG | 11:16 | Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ ˚Θεοῦ. | |
I Co | StatResG | 11:17 | ¶Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖσσον, ἀλλὰ εἰς τὸ ἧσσον, συνέρχεσθε. | |
I Co | StatResG | 11:18 | Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. | |
I Co | StatResG | 11:19 | Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. | |
I Co | StatResG | 11:21 | Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. | |
I Co | StatResG | 11:22 | Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; Ἢ τῆς ἐκκλησίας τοῦ ˚Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Τί εἴπω ὑμῖν; Ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; Οὐκ ἐπαινῶ! | |
I Co | StatResG | 11:23 | ¶Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ ˚Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ ˚Κύριος ˚Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδετο, ἔλαβεν ἄρτον | |
I Co | StatResG | 11:24 | καὶ εὐχαριστήσας ἔκλασεν, καὶ εἶπεν, “Τοῦτό μού ἐστιν τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.” | |
I Co | StatResG | 11:25 | Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων, “‘Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι’· τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.” | |
I Co | StatResG | 11:26 | Ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ ˚Κυρίου καταγγέλλετε, ἄχρι οὗ ἔλθῃ. | |
I Co | StatResG | 11:27 | ¶Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ ˚Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ ˚Κυρίου. | |
I Co | StatResG | 11:28 | Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. | |
Chapter 12
I Co | StatResG | 12:3 | Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν ˚Πνεύματι ˚Θεοῦ λαλῶν, λέγει, “Ἀνάθεμα ˚Ἰησοῦς”, καὶ οὐδεὶς δύναται εἰπεῖν, “˚Κύριος ˚Ἰησοῦς”, εἰ μὴ ἐν ˚Πνεύματι Ἁγίῳ. | |
I Co | StatResG | 12:6 | Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, καὶ ὁ αὐτὸς ˚Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. | |
I Co | StatResG | 12:8 | ὯΙ μὲν γὰρ διὰ τοῦ ˚Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ ˚Πνεῦμα, | |
I Co | StatResG | 12:9 | ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ ˚Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ ˚Πνεύματι, | |
I Co | StatResG | 12:10 | ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. | |
I Co | StatResG | 12:11 | Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ ˚Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. | |
I Co | StatResG | 12:12 | ¶Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν, καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος, πολλὰ ὄντα, ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ ˚Χριστός. | |
I Co | StatResG | 12:13 | Καὶ γὰρ ἐν ἑνὶ ˚Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν ˚Πνεῦμα ἐποτίσθημεν. | |
I Co | StatResG | 12:15 | Ἐὰν εἴπῃ ὁ πούς, “Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος”, οὐ παρὰ τοῦτο, οὐκ ἔστιν ἐκ τοῦ σώματος. | |
I Co | StatResG | 12:16 | Καὶ ἐὰν εἴπῃ τὸ οὖς, “Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος”, οὐ παρὰ τοῦτο, οὐκ ἔστιν ἐκ τοῦ σώματος. | |
I Co | StatResG | 12:21 | Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, “Χρείαν σου οὐκ ἔχω”, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, “Χρείαν ὑμῶν οὐκ ἔχω.” | |
I Co | StatResG | 12:22 | Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν, | |
I Co | StatResG | 12:23 | καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν, εὐσχημοσύνην περισσοτέραν ἔχει, | |
I Co | StatResG | 12:24 | τὰ δὲ εὐσχήμονα ἡμῶν, οὐ χρείαν ἔχει. Ἀλλὰ ὁ ˚Θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστερουμένῳ, περισσοτέραν δοὺς τιμήν, | |
I Co | StatResG | 12:26 | Καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συγχαίρει πάντα τὰ μέλη. | |
I Co | StatResG | 12:28 | Καὶ οὓς μὲν ἔθετο ὁ ˚Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. | |
I Co | StatResG | 12:29 | Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις; | |
I Co | StatResG | 12:30 | Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν; | |
Chapter 13
I Co | StatResG | 13:1 | ¶Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. | |
I Co | StatResG | 13:2 | Κἂν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. | |
I Co | StatResG | 13:3 | Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ παραδῶ τὸ σῶμά μου, ἵνα καυχήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. | |
I Co | StatResG | 13:4 | ¶Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, | |
I Co | StatResG | 13:8 | ¶Ἡ ἀγάπη οὐδέποτε πίπτει. Εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. | |
I Co | StatResG | 13:11 | Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. | |
I Co | StatResG | 13:12 | Βλέπομεν γὰρ ἄρτι διʼ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. | |
Chapter 14
I Co | StatResG | 14:2 | Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ ˚Θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια. | |
I Co | StatResG | 14:5 | Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων δὲ ὁ προφητεύων, ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. | |
I Co | StatResG | 14:6 | ¶Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω, ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν διδαχῇ; | |
I Co | StatResG | 14:7 | Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; | |
I Co | StatResG | 14:9 | Οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης, ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. | |
I Co | StatResG | 14:11 | Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. | |
I Co | StatResG | 14:12 | Οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας, ζητεῖτε ἵνα περισσεύητε. | |
I Co | StatResG | 14:14 | Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. | |
I Co | StatResG | 14:15 | Τί οὖν ἐστιν; Προσεύξομαι τῷ ˚Πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. Ψαλῶ τῷ ˚Πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. | |
I Co | StatResG | 14:16 | Ἐπεὶ ἐὰν εὐλογῇς πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ, τὸ “Ἀμήν”, ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις, οὐκ οἶδεν; | |
I Co | StatResG | 14:19 | ἀλλὰ ἐν ἐκκλησίᾳ, θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. | |
I Co | StatResG | 14:20 | ¶Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ, νηπιάζετε, ταῖς δὲ φρεσὶν, τέλειοι γίνεσθε. | |
I Co | StatResG | 14:21 | Ἐν τῷ νόμῳ γέγραπται, ὅτι “Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων, λαλήσω τῷ λαῷ τούτῳ… καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου”, λέγει ˚Κύριος. | |
I Co | StatResG | 14:22 | Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. | |
I Co | StatResG | 14:23 | Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; | |
I Co | StatResG | 14:24 | Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, | |
I Co | StatResG | 14:25 | τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ ˚Θεῷ ἀπαγγέλλων, ὅτι “Ὄντως ὁ ˚Θεὸς ἐν ὑμῖν ἐστιν.” | |
I Co | StatResG | 14:26 | ¶Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γινέσθω. | |
I Co | StatResG | 14:27 | Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω. | |
I Co | StatResG | 14:31 | Δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν, καὶ πάντες παρακαλῶνται. | |
I Co | StatResG | 14:33 | Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ ˚Θεὸς, ἀλλὰ εἰρήνης. ¶Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, | |
I Co | StatResG | 14:34 | αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν, ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. | |
I Co | StatResG | 14:35 | Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ. | |
I Co | StatResG | 14:37 | ¶Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι ˚Κυρίου ἐστὶν ἐντολή. | |
Chapter 15
I Co | StatResG | 15:1 | ¶Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, | |
I Co | StatResG | 15:2 | διʼ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. | |
I Co | StatResG | 15:3 | ¶Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον: ὅτι ˚Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς, | |
I Co | StatResG | 15:6 | Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν. | |
I Co | StatResG | 15:9 | Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ ˚Θεοῦ. | |
I Co | StatResG | 15:10 | Χάριτι δὲ ˚Θεοῦ, εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ, οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλὰ ἡ χάρις τοῦ ˚Θεοῦ σὺν ἐμοί. | |
I Co | StatResG | 15:12 | ¶Εἰ δὲ ˚Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; | |
I Co | StatResG | 15:14 | εἰ δὲ ˚Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν. | |
I Co | StatResG | 15:15 | Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ ˚Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ ˚Θεοῦ ὅτι ἤγειρεν τὸν ˚Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. | |
I Co | StatResG | 15:17 | εἰ δὲ ˚Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, καὶ ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. | |
I Co | StatResG | 15:19 | Εἰ ἐν τῇ ζωῇ ταύτῃ, ἐν ˚Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. | |
I Co | StatResG | 15:22 | Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ, πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ ˚Χριστῷ, πάντες ζῳοποιηθήσονται. | |
I Co | StatResG | 15:23 | Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι: ἀπαρχὴ ˚Χριστός, ἔπειτα οἱ τοῦ ˚Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, | |
I Co | StatResG | 15:24 | εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ ˚Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν, καὶ πᾶσαν ἐξουσίαν, καὶ δύναμιν. | |
I Co | StatResG | 15:27 | “Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.” Ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. | |
I Co | StatResG | 15:28 | Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς, ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ ˚Θεὸς πάντα ἐν πᾶσιν. | |
I Co | StatResG | 15:29 | ¶Ἐπεὶ τί ποιήσουσιν, οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; | |
I Co | StatResG | 15:31 | Καθʼ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοί, ἣν ἔχω ἐν ˚Χριστῷ ˚Ἰησοῦ, τῷ ˚Κυρίῳ ἡμῶν. | |
I Co | StatResG | 15:32 | Εἰ κατὰ ἄνθρωπον, ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; Εἰ νεκροὶ οὐκ ἐγείρονται, “Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.” | |
I Co | StatResG | 15:34 | Ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ ˚Θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ. | |
I Co | StatResG | 15:37 | Καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν. | |
I Co | StatResG | 15:38 | Ὁ δὲ ˚Θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων, ἴδιον σῶμα. | |
I Co | StatResG | 15:39 | Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων. | |
I Co | StatResG | 15:40 | Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια. Ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. | |
I Co | StatResG | 15:41 | Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων, ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. | |
I Co | StatResG | 15:43 | σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· | |
I Co | StatResG | 15:44 | σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ πνευματικόν. | |
I Co | StatResG | 15:45 | Οὕτως καὶ γέγραπται, “Ἐγένετο ὁ πρῶτος ἄνθρωπος”, Ἀδὰμ, “εἰς ψυχὴν ζῶσαν”. Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν. | |
I Co | StatResG | 15:48 | Οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. | |
I Co | StatResG | 15:49 | Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. | |
I Co | StatResG | 15:50 | ¶Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα Βασιλείαν ˚Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ, τὴν ἀφθαρσίαν κληρονομεῖ. | |
I Co | StatResG | 15:52 | ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. | |
I Co | StatResG | 15:53 | Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. | |
I Co | StatResG | 15:54 | Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, “Κατεπόθη ὁ θάνατος εἰς νῖκος.” | |
I Co | StatResG | 15:57 | Τῷ δὲ ˚Θεῷ χάρις, τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ. | |
Chapter 16
I Co | StatResG | 16:1 | ¶Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. | |
I Co | StatResG | 16:2 | Κατὰ μίαν σαββάτου, ἕκαστος ὑμῶν παρʼ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω, τότε λογίαι γίνωνται. | |
I Co | StatResG | 16:3 | Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, διʼ ἐπιστολῶν τούτους πέμψω, ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ. | |
I Co | StatResG | 16:6 | Πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε, οὗ ἐὰν πορεύωμαι. | |
I Co | StatResG | 16:7 | Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ ˚Κύριος ἐπιτρέψῃ. | |
I Co | StatResG | 16:10 | ¶Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον ˚Κυρίου ἐργάζεται, ὡς ἐγώ. | |
I Co | StatResG | 16:11 | Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. Προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. | |
I Co | StatResG | 16:12 | ¶Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. | |
I Co | StatResG | 16:15 | ¶Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, οἴδατε τὴν οἰκίαν Στεφανᾶ ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· | |
I Co | StatResG | 16:16 | ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. | |
I Co | StatResG | 16:17 | Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ, καὶ Φορτουνάτου, καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν. | |
I Co | StatResG | 16:19 | ¶Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. Ἀσπάζονται ὑμᾶς ἐν ˚Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα, σὺν τῇ κατʼ οἶκον αὐτῶν ἐκκλησίᾳ. | |