Site uses cookies to provide basic functionality.

OK
ACTS
Up
Toggle notes
Chapter 1
Acts SBLGNT 1:1  Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ⸀ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
Acts SBLGNT 1:2  ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη·
Acts SBLGNT 1:3  οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, διʼ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ·
Acts SBLGNT 1:4  καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
Acts SBLGNT 1:5  ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ⸂ἐν πνεύματι βαπτισθήσεσθε⸃ ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
Acts SBLGNT 1:6  Οἱ μὲν οὖν συνελθόντες ⸀ἠρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
Acts SBLGNT 1:7  εἶπεν ⸀δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,
Acts SBLGNT 1:8  ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφʼ ὑμᾶς, καὶ ἔσεσθέ ⸀μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
Acts SBLGNT 1:9  καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
Acts SBLGNT 1:10  καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ⸂ἐσθήσεσι λευκαῖς⸃,
Acts SBLGNT 1:11  οἳ καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ⸀βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφʼ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
Acts SBLGNT 1:12  Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν.
Acts SBLGNT 1:13  καὶ ὅτε εἰσῆλθον, ⸂εἰς τὸ ὑπερῷον ἀνέβησαν⸃ οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ⸂Ἰωάννης καὶ Ἰάκωβος⸃ καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
Acts SBLGNT 1:14  οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ ⸀προσευχῇ σὺν γυναιξὶν καὶ ⸀Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ ⸀σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
Acts SBLGNT 1:15  Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ⸀ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ⸀ὡς ἑκατὸν εἴκοσι)·
Acts SBLGNT 1:16  Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν ⸀γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ⸀Ἰησοῦν,
Acts SBLGNT 1:17  ὅτι κατηριθμημένος ἦν ⸀ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.—
Acts SBLGNT 1:18  Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
Acts SBLGNT 1:19  καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ⸀ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἁκελδαμάχ, τοῦτʼ ἔστιν Χωρίον Αἵματος.—
Acts SBLGNT 1:20  γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί· Τὴν ἐπισκοπὴν αὐτοῦ ⸀λαβέτω ἕτερος.
Acts SBLGNT 1:21  δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ⸀ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφʼ ἡμᾶς ὁ κύριος Ἰησοῦς,
Acts SBLGNT 1:22  ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφʼ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ ⸂σὺν ἡμῖν γενέσθαι⸃ ἕνα τούτων.
Acts SBLGNT 1:23  καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν.
Acts SBLGNT 1:24  καὶ προσευξάμενοι εἶπαν Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα,
Acts SBLGNT 1:25  λαβεῖν τὸν ⸀τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ⸀ἀφʼ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
Acts SBLGNT 1:26  καὶ ἔδωκαν κλήρους ⸀αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
Chapter 2
Acts SBLGNT 2:1  Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ⸂πάντες ὁμοῦ⸃ ἐπὶ τὸ αὐτό,
Acts SBLGNT 2:2  καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι,
Acts SBLGNT 2:3  καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ⸂καὶ ἐκάθισεν⸃ ἐφʼ ἕνα ἕκαστον αὐτῶν,
Acts SBLGNT 2:4  καὶ ἐπλήσθησαν ⸀πάντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ⸂ἀποφθέγγεσθαι αὐτοῖς⸃.
Acts SBLGNT 2:5  Ἦσαν δὲ ⸀ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·
Acts SBLGNT 2:6  γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ⸀ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν·
Acts SBLGNT 2:7  ἐξίσταντο ⸀δὲ καὶ ἐθαύμαζον ⸀λέγοντες· ⸀Οὐχ ἰδοὺ ⸀πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
Acts SBLGNT 2:8  καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν;
Acts SBLGNT 2:9  Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,
Acts SBLGNT 2:10  Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι,
Acts SBLGNT 2:11  Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ.
Acts SBLGNT 2:12  ἐξίσταντο δὲ πάντες καὶ ⸀διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· Τί ⸀θέλει τοῦτο εἶναι;
Acts SBLGNT 2:13  ἕτεροι δὲ ⸀διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.
Acts SBLGNT 2:14  Σταθεὶς δὲ ⸀ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ⸀πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
Acts SBLGNT 2:15  οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας,
Acts SBLGNT 2:16  ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·
Acts SBLGNT 2:17  Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ⸀ἐνυπνίοις ἐνυπνιασθήσονται·
Acts SBLGNT 2:18  καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν.
Acts SBLGNT 2:19  καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
Acts SBLGNT 2:20  ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ⸀ἢ ⸀ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
Acts SBLGNT 2:21  καὶ ἔσται πᾶς ὃς ⸀ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
Acts SBLGNT 2:22  Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ⸂ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ⸃ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν διʼ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, ⸀καθὼς αὐτοὶ οἴδατε,
Acts SBLGNT 2:23  τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ⸀ἔκδοτον διὰ ⸀χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,
Acts SBLGNT 2:24  ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ·
Acts SBLGNT 2:25  Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ.
Acts SBLGNT 2:26  διὰ τοῦτο ηὐφράνθη ⸂ἡ καρδία μου⸃ καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι·
Acts SBLGNT 2:27  ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ⸀ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
Acts SBLGNT 2:28  ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
Acts SBLGNT 2:29  Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·
Acts SBLGNT 2:30  προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος ⸀αὐτοῦ καθίσαι ἐπὶ ⸂τὸν θρόνον⸃ αὐτοῦ,
Acts SBLGNT 2:31  προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι ⸂οὔτε ἐγκατελείφθη⸃ εἰς ⸀ᾅδην ⸀οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
Acts SBLGNT 2:32  τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
Acts SBLGNT 2:33  τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ ⸂πνεύματος τοῦ ἁγίου⸃ λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ⸀ὃ ⸀ὑμεῖς βλέπετε καὶ ἀκούετε.
Acts SBLGNT 2:34  οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· Εἶπεν ⸀ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου,
Acts SBLGNT 2:35  ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Acts SBLGNT 2:36  ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον ⸂αὐτὸν καὶ χριστὸν⸃ ⸂ἐποίησεν ὁ θεός⸃, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
Acts SBLGNT 2:37  Ἀκούσαντες δὲ κατενύγησαν ⸂τὴν καρδίαν⸃, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ⸀ποιήσωμεν, ἄνδρες ἀδελφοί;
Acts SBLGNT 2:38  Πέτρος δὲ ⸂πρὸς αὐτούς· Μετανοήσατε⸃, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ⸀ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ⸀τῶν ἁμαρτιῶν ⸀ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος·
Acts SBLGNT 2:39  ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν.
Acts SBLGNT 2:40  ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει ⸀αὐτοὺς λέγων· Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
Acts SBLGNT 2:41  οἱ μὲν ⸀οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ⸀ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
Acts SBLGNT 2:42  ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ ⸀κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
Acts SBLGNT 2:43  ⸀Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά ⸀τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
Acts SBLGNT 2:44  πάντες δὲ οἱ ⸀πιστεύοντες ⸂ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ⸃ εἶχον ἅπαντα κοινά,
Acts SBLGNT 2:45  καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν·
Acts SBLGNT 2:46  καθʼ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατʼ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,
Acts SBLGNT 2:47  αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθʼ ἡμέραν ⸂ἐπὶ τὸ αὐτό⸃.
Chapter 3
Acts SBLGNT 3:1  ⸂Πέτρος δὲ⸃ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην,
Acts SBLGNT 3:2  καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθʼ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν,
Acts SBLGNT 3:3  ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην ⸀λαβεῖν.
Acts SBLGNT 3:4  ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν· Βλέψον εἰς ἡμᾶς.
Acts SBLGNT 3:5  ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρʼ αὐτῶν λαβεῖν.
Acts SBLGNT 3:6  εἶπεν δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ⸀περιπάτει.
Acts SBLGNT 3:7  καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν ⸀αὐτόν· παραχρῆμα δὲ ἐστερεώθησαν ⸂αἱ βάσεις αὐτοῦ⸃ καὶ τὰ ⸀σφυδρά,
Acts SBLGNT 3:8  καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν.
Acts SBLGNT 3:9  καὶ εἶδεν ⸂πᾶς ὁ λαὸς αὐτὸν⸃ περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν,
Acts SBLGNT 3:10  ἐπεγίνωσκον ⸀δὲ αὐτὸν ὅτι ⸀οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
Acts SBLGNT 3:11  Κρατοῦντος δὲ ⸀αὐτοῦ τὸν Πέτρον καὶ ⸀τὸν Ἰωάννην συνέδραμεν ⸂πᾶς ὁ λαὸς πρὸς αὐτοὺς⸃ ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.
Acts SBLGNT 3:12  ἰδὼν δὲ ⸀ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
Acts SBLGNT 3:13  ὁ θεὸς Ἀβραὰμ καὶ ⸂Ἰσαὰκ καὶ⸃ Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς ⸀μὲν παρεδώκατε καὶ ⸀ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν·
Acts SBLGNT 3:14  ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
Acts SBLGNT 3:15  τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
Acts SBLGNT 3:16  καὶ ⸀ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ διʼ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
Acts SBLGNT 3:17  Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·
Acts SBLGNT 3:18  ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν ⸀προφητῶν παθεῖν τὸν χριστὸν ⸀αὐτοῦ ἐπλήρωσεν οὕτως.
Acts SBLGNT 3:19  μετανοήσατε οὖν καὶ ἐπιστρέψατε ⸀πρὸς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας,
Acts SBLGNT 3:20  ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν,
Acts SBLGNT 3:21  ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ ⸀στόματος τῶν ἁγίων ⸂ἀπʼ αἰῶνος αὐτοῦ προφητῶν⸃.
Acts SBLGNT 3:22  Μωϋσῆς ⸀μὲν εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ ⸀θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
Acts SBLGNT 3:23  ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ⸀ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ.
Acts SBLGNT 3:24  καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.
Acts SBLGNT 3:25  ὑμεῖς ἐστε ⸀οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς ⸂διέθετο ὁ θεὸς⸃ πρὸς τοὺς πατέρας ⸀ὑμῶν, λέγων πρὸς Ἀβραάμ Καὶ ἐν τῷ σπέρματί σου ⸀ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
Acts SBLGNT 3:26  ὑμῖν πρῶτον ⸂ἀναστήσας ὁ θεὸς⸃ τὸν παῖδα ⸀αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
Chapter 4
Acts SBLGNT 4:1  Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ⸀ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,
Acts SBLGNT 4:2  διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν ⸂τὴν ἐκ⸃ νεκρῶν,
Acts SBLGNT 4:3  καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη.
Acts SBLGNT 4:4  πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ⸀ὁ ἀριθμὸς τῶν ἀνδρῶν ⸀ὡς χιλιάδες πέντε.
Acts SBLGNT 4:5  Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ ⸀τοὺς πρεσβυτέρους καὶ ⸁τοὺς γραμματεῖς ⸀ἐν Ἰερουσαλήμ
Acts SBLGNT 4:6  (καὶ ⸂Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος⸃ καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ),
Acts SBLGNT 4:7  καὶ στήσαντες αὐτοὺς ἐν ⸀τῷ μέσῳ ἐπυνθάνοντο· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
Acts SBLGNT 4:8  τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· Ἄρχοντες τοῦ λαοῦ καὶ ⸀πρεσβύτεροι,
Acts SBLGNT 4:9  εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος ⸀σέσωσται,
Acts SBLGNT 4:10  γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
Acts SBLGNT 4:11  οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφʼ ὑμῶν τῶν ⸀οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.
Acts SBLGNT 4:12  καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, ⸀οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ⸂ὑπὸ τὸν οὐρανὸν⸃ τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
Acts SBLGNT 4:13  Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,
Acts SBLGNT 4:14  τόν ⸀τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν.
Acts SBLGNT 4:15  κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους
Acts SBLGNT 4:16  λέγοντες· Τί ⸀ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν διʼ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ⸀ἀρνεῖσθαι·
Acts SBLGNT 4:17  ἀλλʼ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ⸀ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
Acts SBLGNT 4:18  καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν ⸀τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
Acts SBLGNT 4:19  ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες ⸂εἶπον πρὸς αὐτούς⸃· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε,
Acts SBLGNT 4:20  οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.
Acts SBLGNT 4:21  οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς ⸀κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι·
Acts SBLGNT 4:22  ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφʼ ὃν ⸀γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
Acts SBLGNT 4:23  Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.
Acts SBLGNT 4:24  οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· Δέσποτα, ⸀σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
Acts SBLGNT 4:25  ὁ ⸂τοῦ πατρὸς ἡμῶν⸃ διὰ ⸂πνεύματος ἁγίου⸃ στόματος Δαυὶδ παιδός σου εἰπών· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;
Acts SBLGNT 4:26  παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
Acts SBLGNT 4:27  συνήχθησαν γὰρ ἐπʼ ἀληθείας ⸂ἐν τῇ πόλει ταύτῃ⸃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
Acts SBLGNT 4:28  ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ ⸀βουλὴ προώρισεν γενέσθαι.
Acts SBLGNT 4:29  καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,
Acts SBLGNT 4:30  ἐν τῷ τὴν χεῖρά ⸀σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
Acts SBLGNT 4:31  καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες ⸂τοῦ ἁγίου πνεύματος⸃, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
Acts SBLGNT 4:32  Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ⸀καρδία καὶ ⸀ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ⸀αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλʼ ἦν αὐτοῖς ⸀πάντα κοινά.
Acts SBLGNT 4:33  καὶ ⸂δυνάμει μεγάλῃ⸃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι ⸂τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ⸃, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
Acts SBLGNT 4:34  οὐδὲ γὰρ ἐνδεής τις ⸀ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων
Acts SBLGNT 4:35  καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
Acts SBLGNT 4:36  ⸀Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει,
Acts SBLGNT 4:37  ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν ⸀παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
Chapter 5
Acts SBLGNT 5:1  Ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφίρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα
Acts SBLGNT 5:2  καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς ⸀γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
Acts SBLGNT 5:3  εἶπεν δὲ ⸀ὁ Πέτρος· Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ ⸀νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
Acts SBLGNT 5:4  οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ.
Acts SBLGNT 5:5  ἀκούων δὲ ὁ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ⸀ἀκούοντας.
Acts SBLGNT 5:6  ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
Acts SBLGNT 5:7  Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.
Acts SBLGNT 5:8  ἀπεκρίθη δὲ ⸂πρὸς αὐτὴν⸃ ⸀Πέτρος· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν· Ναί, τοσούτου.
Acts SBLGNT 5:9  ὁ δὲ ⸀Πέτρος πρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.
Acts SBLGNT 5:10  ἔπεσεν δὲ παραχρῆμα ⸀πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
Acts SBLGNT 5:11  καὶ ἐγένετο φόβος μέγας ἐφʼ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
Acts SBLGNT 5:12  Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ⸂πολλὰ ἐν τῷ λαῷ⸃· καὶ ἦσαν ὁμοθυμαδὸν ⸀ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶντος·
Acts SBLGNT 5:13  τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλʼ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός,
Acts SBLGNT 5:14  μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν·
Acts SBLGNT 5:15  ὥστε ⸂καὶ εἰς⸃ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ ⸀κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ⸀ἐπισκιάσῃ τινὶ αὐτῶν.
Acts SBLGNT 5:16  συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ ⸀πόλεων Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
Acts SBLGNT 5:17  Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
Acts SBLGNT 5:18  καὶ ἐπέβαλον τὰς ⸀χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
Acts SBLGNT 5:19  ἄγγελος δὲ κυρίου ⸀διὰ νυκτὸς ⸀ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν·
Acts SBLGNT 5:20  Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
Acts SBLGNT 5:21  ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
Acts SBLGNT 5:22  οἱ δὲ ⸂παραγενόμενοι ὑπηρέται⸃ οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν
Acts SBLGNT 5:23  λέγοντες ὅτι ⸀Τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ⸀ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.
Acts SBLGNT 5:24  ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ ⸀τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
Acts SBLGNT 5:25  παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
Acts SBLGNT 5:26  τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ⸀ἤγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ⸀μὴ λιθασθῶσιν.
Acts SBLGNT 5:27  Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
Acts SBLGNT 5:28  ⸀λέγων· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφʼ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
Acts SBLGNT 5:29  ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν· Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
Acts SBLGNT 5:30  ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου·
Acts SBLGNT 5:31  τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, ⸀τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν·
Acts SBLGNT 5:32  καὶ ἡμεῖς ⸀ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ ⸀πνεῦμα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
Acts SBLGNT 5:33  Οἱ δὲ ⸀ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς.
Acts SBLGNT 5:34  ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω ⸀βραχὺ τοὺς ⸀ἀνθρώπους ποιῆσαι,
Acts SBLGNT 5:35  εἶπέν τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
Acts SBLGNT 5:36  πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ ⸀προσεκλίθη ⸂ἀνδρῶν ἀριθμὸς ὡς⸃ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
Acts SBLGNT 5:37  μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε ⸀λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
Acts SBLGNT 5:38  καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ⸀ἄφετε αὐτούς· (ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ ⸀αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται,
Acts SBLGNT 5:39  εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ ⸀δυνήσεσθε καταλῦσαι ⸀αὐτούς·) μήποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ,
Acts SBLGNT 5:40  καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ⸀ἀπέλυσαν.
Acts SBLGNT 5:41  οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι ⸂κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος⸃ ἀτιμασθῆναι·
Acts SBLGNT 5:42  πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατʼ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι ⸂τὸν χριστὸν Ἰησοῦν⸃.
Chapter 6
Acts SBLGNT 6:1  Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
Acts SBLGNT 6:2  προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν· Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις·
Acts SBLGNT 6:3  ἐπισκέψασθε ⸀δέ, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ πλήρεις ⸀πνεύματος καὶ σοφίας, οὓς ⸀καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης·
Acts SBLGNT 6:4  ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
Acts SBLGNT 6:5  καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα ⸀πλήρης πίστεως καὶ πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα,
Acts SBLGNT 6:6  οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
Acts SBLGNT 6:7  Καὶ ὁ λόγος τοῦ θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.
Acts SBLGNT 6:8  Στέφανος δὲ πλήρης ⸀χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
Acts SBLGNT 6:9  ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ,
Acts SBLGNT 6:10  καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.
Acts SBLGNT 6:11  τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν θεόν·
Acts SBLGNT 6:12  συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον,
Acts SBLGNT 6:13  ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ⸂λαλῶν ῥήματα⸃ κατὰ τοῦ τόπου τοῦ ⸀ἁγίου καὶ τοῦ νόμου,
Acts SBLGNT 6:14  ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς.
Acts SBLGNT 6:15  καὶ ἀτενίσαντες εἰς αὐτὸν ⸀πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
Chapter 7
Acts SBLGNT 7:1  Εἶπεν δὲ ὁ ἀρχιερεύς· ⸀Εἰ ταῦτα οὕτως ἔχει;
Acts SBLGNT 7:2  ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
Acts SBLGNT 7:3  καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ⸀ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς ⸀τὴν γῆν ἣν ἄν σοι δείξω.
Acts SBLGNT 7:4  τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε,
Acts SBLGNT 7:5  καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
Acts SBLGNT 7:6  ἐλάλησεν ⸀δὲ οὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
Acts SBLGNT 7:7  καὶ τὸ ἔθνος ᾧ ⸀ἐὰν ⸀δουλεύσουσιν κρινῶ ἐγώ, ⸂ὁ θεὸς εἶπεν⸃, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.
Acts SBLGNT 7:8  καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ⸀καὶ Ἰσαὰκ τὸν Ἰακώβ, ⸁καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
Acts SBLGNT 7:9  Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετʼ αὐτοῦ,
Acts SBLGNT 7:10  καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον ⸀καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
Acts SBLGNT 7:11  ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν ⸀Αἴγυπτον καὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν·
Acts SBLGNT 7:12  ἀκούσας δὲ Ἰακὼβ ὄντα ⸂σιτία εἰς Αἴγυπτον⸃ ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον·
Acts SBLGNT 7:13  καὶ ἐν τῷ δευτέρῳ ⸀ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ ⸀γένος Ἰωσήφ.
Acts SBLGNT 7:14  ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο ⸂Ἰακὼβ τὸν πατέρα αὐτοῦ⸃ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε,
Acts SBLGNT 7:15  ⸂καὶ κατέβη⸃ Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
Acts SBLGNT 7:16  καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ⸀ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ⸀ἐν Συχέμ.
Acts SBLGNT 7:17  Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ⸀ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
Acts SBLGNT 7:18  ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ⸂ἐπʼ Αἴγυπτον⸃, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
Acts SBLGNT 7:19  οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς ⸀πατέρας τοῦ ποιεῖν ⸂τὰ βρέφη ἔκθετα⸃ αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι.
Acts SBLGNT 7:20  ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός·
Acts SBLGNT 7:21  ⸂ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν⸃ ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
Acts SBLGNT 7:22  καὶ ἐπαιδεύθη ⸀Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις ⸀αὐτοῦ.
Acts SBLGNT 7:23  Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
Acts SBLGNT 7:24  καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
Acts SBLGNT 7:25  ἐνόμιζεν δὲ συνιέναι τοὺς ⸀ἀδελφοὺς ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν ⸂σωτηρίαν αὐτοῖς⸃, οἱ δὲ οὐ συνῆκαν.
Acts SBLGNT 7:26  τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ ⸀συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών· Ἄνδρες, ἀδελφοί ⸀ἐστε· ἱνατί ἀδικεῖτε ἀλλήλους;
Acts SBLGNT 7:27  ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ⸀ἡμῶν;
Acts SBLGNT 7:28  μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ⸀ἐχθὲς τὸν Αἰγύπτιον;
Acts SBLGNT 7:29  ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
Acts SBLGNT 7:30  Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ⸀ἄγγελος ἐν φλογὶ πυρὸς βάτου·
Acts SBLGNT 7:31  ὁ δὲ Μωϋσῆς ἰδὼν ⸀ἐθαύμασεν τὸ ὅραμα. προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ ⸀κυρίου·
Acts SBLGNT 7:32  Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ ⸀καὶ Ἰσαὰκ ⸁καὶ Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
Acts SBLGNT 7:33  εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ⸀ἐφʼ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
Acts SBLGNT 7:34  ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ ⸀αὐτοῦ ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ⸀ἀποστείλω σε εἰς Αἴγυπτον.
Acts SBLGNT 7:35  Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν, τοῦτον ὁ θεὸς ⸀καὶ ἄρχοντα καὶ λυτρωτὴν ⸂ἀπέσταλκεν σὺν⸃ χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
Acts SBLGNT 7:36  οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν ⸀γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα.
Acts SBLGNT 7:37  οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ ⸀εἴπας τοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει ⸂ὁ θεὸς⸃ ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.
Acts SBLGNT 7:38  οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο ⸀λόγια ζῶντα δοῦναι ⸀ἡμῖν,
Acts SBLGNT 7:39  ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ⸂ἐν ταῖς καρδίαις⸃ αὐτῶν εἰς Αἴγυπτον,
Acts SBLGNT 7:40  εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ⸀ἐγένετο αὐτῷ.
Acts SBLGNT 7:41  καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
Acts SBLGNT 7:42  ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
Acts SBLGNT 7:43  καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ ⸀θεοῦ ⸀Ῥαιφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
Acts SBLGNT 7:44  Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει,
Acts SBLGNT 7:45  ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ·
Acts SBLGNT 7:46  ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ ⸀θεῷ Ἰακώβ.
Acts SBLGNT 7:47  Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον.
Acts SBLGNT 7:48  ἀλλʼ οὐχ ὁ ὕψιστος ἐν ⸀χειροποιήτοις κατοικεῖ· καθὼς ὁ προφήτης λέγει·
Acts SBLGNT 7:49  Ὁ οὐρανός μοι θρόνος, ⸂ἡ δὲ⸃ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
Acts SBLGNT 7:50  οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;
Acts SBLGNT 7:51  Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ⸀καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
Acts SBLGNT 7:52  τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ⸀ἐγένεσθε,
Acts SBLGNT 7:53  οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
Acts SBLGNT 7:54  Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν.
Acts SBLGNT 7:55  ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ,
Acts SBLGNT 7:56  καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ⸀διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ.
Acts SBLGNT 7:57  κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν,
Acts SBLGNT 7:58  καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια ⸀αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
Acts SBLGNT 7:59  καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου·
Acts SBLGNT 7:60  θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς ⸂ταύτην τὴν ἁμαρτίαν⸃· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
Chapter 8
Acts SBLGNT 8:1  Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας πλὴν τῶν ἀποστόλων.
Acts SBLGNT 8:2  συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ⸀ἐποίησαν κοπετὸν μέγαν ἐπʼ αὐτῷ.
Acts SBLGNT 8:3  Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
Acts SBLGNT 8:4  Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
Acts SBLGNT 8:5  Φίλιππος δὲ κατελθὼν εἰς ⸀τὴν πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν.
Acts SBLGNT 8:6  προσεῖχον ⸀δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει·
Acts SBLGNT 8:7  ⸀πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ⸀ἐξήρχοντο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν·
Acts SBLGNT 8:8  ⸂ἐγένετο δὲ⸃ ⸂πολλὴ χαρὰ⸃ ἐν τῇ πόλει ἐκείνῃ.
Acts SBLGNT 8:9  Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ⸀ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν,
Acts SBLGNT 8:10  ᾧ προσεῖχον ⸀πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· Οὗτός ἐστιν ἡ Δύναμις τοῦ θεοῦ ἡ ⸀καλουμένη Μεγάλη.
Acts SBLGNT 8:11  προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
Acts SBLGNT 8:12  ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ ⸀περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
Acts SBLGNT 8:13  ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε ⸂σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας⸃ ἐξίστατο.
Acts SBLGNT 8:14  Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς ⸀αὐτοὺς Πέτρον καὶ Ἰωάννην,
Acts SBLGNT 8:15  οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον·
Acts SBLGNT 8:16  ⸀οὐδέπω γὰρ ἦν ἐπʼ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ ⸀κυρίου Ἰησοῦ.
Acts SBLGNT 8:17  τότε ⸀ἐπετίθεσαν τὰς χεῖρας ἐπʼ αὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον.
Acts SBLGNT 8:18  ⸀ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ ⸀πνεῦμα προσήνεγκεν αὐτοῖς χρήματα
Acts SBLGNT 8:19  λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον.
Acts SBLGNT 8:20  Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
Acts SBLGNT 8:21  οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ⸀ἔναντι τοῦ θεοῦ.
Acts SBLGNT 8:22  μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ ⸀κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
Acts SBLGNT 8:23  εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
Acts SBLGNT 8:24  ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπʼ ἐμὲ ὧν εἰρήκατε.
Acts SBLGNT 8:25  Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ⸀ὑπέστρεφον εἰς ⸀Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαριτῶν ⸀εὐηγγελίζοντο.
Acts SBLGNT 8:26  Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων· Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
Acts SBLGNT 8:27  καὶ ἀναστὰς ἐπορεύθη, καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης ⸀Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ,
Acts SBLGNT 8:28  ἦν ⸀τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν.
Acts SBLGNT 8:29  εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
Acts SBLGNT 8:30  προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος ⸂Ἠσαΐαν τὸν προφήτην⸃ καὶ εἶπεν· Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
Acts SBLGNT 8:31  ὁ δὲ εἶπεν· Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ⸀ὁδηγήσει με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
Acts SBLGNT 8:32  ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ ⸀κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
Acts SBLGNT 8:33  ἐν τῇ ⸀ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· ⸀τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
Acts SBLGNT 8:34  ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει ⸀τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;
Acts SBLGNT 8:35  ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
Acts SBLGNT 8:36  ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· Ἰδοὺ ὕδωρ, τί κωλύει με ⸀βαπτισθῆναι;
Acts SBLGNT 8:38  καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
Acts SBLGNT 8:39  ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
Acts SBLGNT 8:40  Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
Chapter 9
Acts SBLGNT 9:1  Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ
Acts SBLGNT 9:2  ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
Acts SBLGNT 9:3  ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ⸂ἐξαίφνης τε αὐτὸν περιήστραψεν⸃ φῶς ⸀ἐκ τοῦ οὐρανοῦ,
Acts SBLGNT 9:4  καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις;
Acts SBLGNT 9:5  εἶπεν δέ· Τίς εἶ, κύριε; ὁ ⸀δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
Acts SBLGNT 9:6  ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ⸂ὅ τί⸃ σε δεῖ ποιεῖν.
Acts SBLGNT 9:7  οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.
Acts SBLGNT 9:8  ἠγέρθη δὲ ⸀Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων ⸀δὲ τῶν ὀφθαλμῶν αὐτοῦ ⸀οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
Acts SBLGNT 9:9  καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
Acts SBLGNT 9:10  Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ⸂ἐν ὁράματι ὁ κύριος⸃· Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, κύριε.
Acts SBLGNT 9:11  ὁ δὲ κύριος πρὸς αὐτόν· ⸀Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται,
Acts SBLGNT 9:12  καὶ εἶδεν ⸂ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι⸃ εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ ⸀χεῖρας ὅπως ἀναβλέψῃ.
Acts SBLGNT 9:13  ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ⸀ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ⸂τοῖς ἁγίοις σου ἐποίησεν⸃ ἐν Ἰερουσαλήμ·
Acts SBLGNT 9:14  καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
Acts SBLGNT 9:15  εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ⸂ἐστίν μοι⸃ οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ⸀ἐθνῶν ⸀τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ,
Acts SBLGNT 9:16  ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
Acts SBLGNT 9:17  ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, ⸀Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
Acts SBLGNT 9:18  καὶ εὐθέως ἀπέπεσαν ⸂αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν⸃ ⸀ὡς λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη,
Acts SBLGNT 9:19  καὶ λαβὼν τροφὴν ⸀ἐνίσχυσεν. Ἐγένετο ⸀δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς,
Acts SBLGNT 9:20  καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν ⸀Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
Acts SBLGNT 9:21  ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ⸀ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
Acts SBLGNT 9:22  Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ ⸀συνέχυννεν ⸀τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.
Acts SBLGNT 9:23  Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
Acts SBLGNT 9:24  ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. ⸂παρετηροῦντο δὲ καὶ⸃ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
Acts SBLGNT 9:25  λαβόντες δὲ ⸂οἱ μαθηταὶ αὐτοῦ⸃ νυκτὸς ⸂διὰ τοῦ τείχους καθῆκαν αὐτὸν⸃ χαλάσαντες ἐν σπυρίδι.
Acts SBLGNT 9:26  Παραγενόμενος δὲ ⸀εἰς Ἰερουσαλὴμ ⸀ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
Acts SBLGNT 9:27  Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ⸀τοῦ Ἰησοῦ.
Acts SBLGNT 9:28  καὶ ἦν μετʼ αὐτῶν εἰσπορευόμενος ⸂καὶ ἐκπορευόμενος⸃ εἰς ⸀Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ ⸀κυρίου,
Acts SBLGNT 9:29  ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ⸂ἀνελεῖν αὐτόν⸃.
Acts SBLGNT 9:30  ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
Acts SBLGNT 9:31  ⸂Ἡ μὲν οὖν ἐκκλησία καθʼ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο⸃.
Acts SBLGNT 9:32  Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
Acts SBLGNT 9:33  εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ⸂ὀνόματι Αἰνέαν⸃ ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ ⸀κραβάττου, ὃς ἦν παραλελυμένος.
Acts SBLGNT 9:34  καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ⸀Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη.
Acts SBLGNT 9:35  καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν ⸀Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
Acts SBLGNT 9:36  Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ⸂ἔργων ἀγαθῶν⸃ καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
Acts SBLGNT 9:37  ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ⸂ἔθηκαν αὐτὴν⸃ ἐν ὑπερῴῳ.
Acts SBLGNT 9:38  ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν ⸂δύο ἄνδρας⸃ πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ ⸀ὀκνήσῃς διελθεῖν ἕως ⸀ἡμῶν·
Acts SBLGNT 9:39  ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα ἡ Δορκάς.
Acts SBLGNT 9:40  ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος ⸀καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
Acts SBLGNT 9:41  δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
Acts SBLGNT 9:42  γνωστὸν δὲ ἐγένετο καθʼ ὅλης ⸀τῆς Ἰόππης, καὶ ⸂ἐπίστευσαν πολλοὶ⸃ ἐπὶ τὸν κύριον.
Acts SBLGNT 9:43  ἐγένετο ⸀δὲ ἡμέρας ἱκανὰς ⸀μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
Chapter 10
Acts SBLGNT 10:1  Ἀνὴρ δέ ⸀τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
Acts SBLGNT 10:2  εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ⸀ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός,
Acts SBLGNT 10:3  εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ⸀περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.
Acts SBLGNT 10:4  ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν· Τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ⸀ἔμπροσθεν τοῦ θεοῦ·
Acts SBLGNT 10:5  καὶ νῦν πέμψον ⸂ἄνδρας εἰς Ἰόππην⸃ καὶ μετάπεμψαι Σίμωνά ⸂τινα ὃς ἐπικαλεῖται Πέτρος⸃·
Acts SBLGNT 10:6  οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
Acts SBLGNT 10:7  ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ⸀αὐτῷ, φωνήσας δύο τῶν ⸀οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ
Acts SBLGNT 10:8  καὶ ἐξηγησάμενος ⸂ἅπαντα αὐτοῖς⸃ ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
Acts SBLGNT 10:9  Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
Acts SBLGNT 10:10  ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ ⸀αὐτῶν ⸀ἐγένετο ἐπʼ αὐτὸν ἔκστασις,
Acts SBLGNT 10:11  καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ ⸀καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ⸀ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς,
Acts SBLGNT 10:12  ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα ⸂καὶ ἑρπετὰ τῆς γῆς καὶ⸃ πετεινὰ τοῦ οὐρανοῦ.
Acts SBLGNT 10:13  καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
Acts SBLGNT 10:14  ὁ δὲ Πέτρος εἶπεν· Μηδαμῶς, κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ⸀καὶ ἀκάθαρτον.
Acts SBLGNT 10:15  καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
Acts SBLGNT 10:16  τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸀εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
Acts SBLGNT 10:17  Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ⸀ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ⸀ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν ⸀τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
Acts SBLGNT 10:18  καὶ φωνήσαντες ⸀ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.
Acts SBLGNT 10:19  τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν ⸂αὐτῷ τὸ πνεῦμα⸃· Ἰδοὺ ⸀ἄνδρες ⸀ζητοῦντές σε·
Acts SBLGNT 10:20  ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ⸀ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς.
Acts SBLGNT 10:21  καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία διʼ ἣν πάρεστε;
Acts SBLGNT 10:22  οἱ δὲ εἶπαν· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
Acts SBLGNT 10:23  εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ⸀ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ.
Acts SBLGNT 10:24  ⸂τῇ δὲ⸃ ἐπαύριον ⸀εἰσῆλθεν εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
Acts SBLGNT 10:25  ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
Acts SBLGNT 10:26  ὁ δὲ Πέτρος ⸂ἤγειρεν αὐτὸν⸃ λέγων· Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.
Acts SBLGNT 10:27  καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,
Acts SBLGNT 10:28  ἔφη τε πρὸς αὐτούς· Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
Acts SBLGNT 10:29  διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με.
Acts SBLGNT 10:30  Καὶ ὁ Κορνήλιος ἔφη· Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ⸀ἤμην τὴν ⸀ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ
Acts SBLGNT 10:31  καὶ φησί· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ.
Acts SBLGNT 10:32  πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ ⸀θάλασσαν.
Acts SBLGNT 10:33  ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ ⸀κυρίου.
Acts SBLGNT 10:34  Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· Ἐπʼ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός,
Acts SBLGNT 10:35  ἀλλʼ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.
Acts SBLGNT 10:36  τὸν λόγον ⸀ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστιν πάντων κύριος.
Acts SBLGNT 10:37  ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθʼ ὅλης τῆς Ἰουδαίας, ⸀ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,
Acts SBLGNT 10:38  Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετʼ αὐτοῦ·
Acts SBLGNT 10:39  καὶ ⸀ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων ⸀καὶ Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου.
Acts SBLGNT 10:40  τοῦτον ὁ θεὸς ἤγειρεν ⸀τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,
Acts SBLGNT 10:41  οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
Acts SBLGNT 10:42  καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι ⸀οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
Acts SBLGNT 10:43  τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
Acts SBLGNT 10:44  Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
Acts SBLGNT 10:45  καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ⸀ὅσοι συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ⸂ἁγίου πνεύματος⸃ ἐκκέχυται·
Acts SBLGNT 10:46  ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ⸀ἀπεκρίθη Πέτρος·
Acts SBLGNT 10:47  Μήτι τὸ ὕδωρ ⸂δύναται κωλῦσαί⸃ τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον ⸀ὡς καὶ ἡμεῖς;
Acts SBLGNT 10:48  προσέταξεν ⸀δὲ αὐτοὺς ⸂ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι⸃. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
Chapter 11
Acts SBLGNT 11:1  Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
Acts SBLGNT 11:2  ⸂ὅτε δὲ⸃ ἀνέβη Πέτρος εἰς ⸀Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
Acts SBLGNT 11:3  λέγοντες ὅτι ⸂Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες⸃ αὐτοῖς.
Acts SBLGNT 11:4  ἀρξάμενος ⸀δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·
Acts SBLGNT 11:5  Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
Acts SBLGNT 11:6  εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ·
Acts SBLGNT 11:7  ἤκουσα δὲ ⸀καὶ φωνῆς λεγούσης μοι· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
Acts SBLGNT 11:8  εἶπον δέ· Μηδαμῶς, κύριε, ⸀ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
Acts SBLGNT 11:9  ἀπεκρίθη δὲ ⸂φωνὴ ἐκ δευτέρου⸃ ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
Acts SBLGNT 11:10  τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ⸂ἀνεσπάσθη πάλιν⸃ ἅπαντα εἰς τὸν οὐρανόν.
Acts SBLGNT 11:11  καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ⸀ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
Acts SBLGNT 11:12  εἶπεν δὲ ⸂τὸ πνεῦμά μοι⸃ συνελθεῖν αὐτοῖς μηδὲν ⸀διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
Acts SBLGNT 11:13  ἀπήγγειλεν ⸀δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ ⸀εἰπόντα· Ἀπόστειλον εἰς ⸀Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
Acts SBLGNT 11:14  ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
Acts SBLGNT 11:15  ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτοὺς ὥσπερ καὶ ἐφʼ ἡμᾶς ἐν ἀρχῇ.
Acts SBLGNT 11:16  ἐμνήσθην δὲ τοῦ ῥήματος ⸀τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
Acts SBLGNT 11:17  εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ⸀ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
Acts SBLGNT 11:18  ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ⸀ἐδόξασαν τὸν θεὸν λέγοντες· ⸀Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν ⸂εἰς ζωὴν ἔδωκεν⸃.
Acts SBLGNT 11:19  Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
Acts SBLGNT 11:20  ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ⸀ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν ⸀καὶ πρὸς τοὺς ⸀Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
Acts SBLGNT 11:21  καὶ ἦν χεὶρ κυρίου μετʼ αὐτῶν, πολύς τε ἀριθμὸς ⸀ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
Acts SBLGNT 11:22  ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ⸀οὔσης ἐν ⸀Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν ⸀Βαρναβᾶν ἕως Ἀντιοχείας·
Acts SBLGNT 11:23  ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν ⸀τὴν τοῦ θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας ⸀προσμένειν τῷ κυρίῳ,
Acts SBLGNT 11:24  ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
Acts SBLGNT 11:25  ἐξῆλθεν δὲ εἰς ⸀Ταρσὸν ἀναζητῆσαι Σαῦλον,
Acts SBLGNT 11:26  καὶ εὑρὼν ⸀ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ ⸂αὐτοῖς καὶ⸃ ἐνιαυτὸν ὅλον συναχθῆναι ⸀ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε ⸀πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
Acts SBLGNT 11:27  Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν·
Acts SBLGNT 11:28  ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν ⸀μεγάλην μέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ⸀ἥτις ἐγένετο ἐπὶ ⸀Κλαυδίου.
Acts SBLGNT 11:29  τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
Acts SBLGNT 11:30  ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
Chapter 12
Acts SBLGNT 12:1  Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
Acts SBLGNT 12:2  ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρῃ.
Acts SBLGNT 12:3  ⸂ἰδὼν δὲ⸃ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον (ἦσαν ⸀δὲ ἡμέραι τῶν ἀζύμων),
Acts SBLGNT 12:4  ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
Acts SBLGNT 12:5  ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ⸀ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν ⸀περὶ αὐτοῦ.
Acts SBLGNT 12:6  Ὅτε δὲ ἤμελλεν ⸂προαγαγεῖν αὐτὸν⸃ ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
Acts SBLGNT 12:7  καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
Acts SBLGNT 12:8  εἶπεν ⸀δὲ ὁ ἄγγελος πρὸς αὐτόν· ⸀Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.
Acts SBLGNT 12:9  καὶ ἐξελθὼν ⸀ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
Acts SBLGNT 12:10  διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπʼ αὐτοῦ.
Acts SBLGNT 12:11  καὶ ὁ Πέτρος ⸂ἐν ἑαυτῷ γενόμενος⸃ εἶπεν· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν ⸀ὁ κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
Acts SBLGNT 12:12  Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν ⸀τῆς Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
Acts SBLGNT 12:13  κρούσαντος δὲ ⸀αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη,
Acts SBLGNT 12:14  καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
Acts SBLGNT 12:15  οἱ δὲ πρὸς αὐτὴν εἶπαν· Μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· Ὁ ἄγγελός ⸂ἐστιν αὐτοῦ⸃.
Acts SBLGNT 12:16  ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν.
Acts SBLGNT 12:17  κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν ⸀τε· Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
Acts SBLGNT 12:18  Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
Acts SBLGNT 12:19  Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας ⸀εἰς Καισάρειαν διέτριβεν.
Acts SBLGNT 12:20  Ἦν ⸀δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
Acts SBLGNT 12:21  τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν ⸀καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς·
Acts SBLGNT 12:22  ὁ δὲ δῆμος ἐπεφώνει· ⸂Θεοῦ φωνὴ⸃ καὶ οὐκ ἀνθρώπου.
Acts SBLGNT 12:23  παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθʼ ὧν οὐκ ἔδωκεν ⸀τὴν δόξαν τῷ θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
Acts SBLGNT 12:24  Ὁ δὲ λόγος τοῦ ⸀θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο.
Acts SBLGNT 12:25  Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν, ⸀εἰς Ἰερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, ⸀συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον.
Chapter 13
Acts SBLGNT 13:1  Ἦσαν ⸀δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.
Acts SBLGNT 13:2  λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν ⸀καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
Acts SBLGNT 13:3  τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
Acts SBLGNT 13:4  ⸀Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ⸂ἁγίου πνεύματος⸃ κατῆλθον ⸀εἰς Σελεύκειαν, ἐκεῖθέν ⸀τε ἀπέπλευσαν ⸁εἰς Κύπρον,
Acts SBLGNT 13:5  καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
Acts SBLGNT 13:6  διελθόντες δὲ ⸀ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ⸀ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα ⸀Βαριησοῦ,
Acts SBLGNT 13:7  ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ·
Acts SBLGNT 13:8  ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
Acts SBLGNT 13:9  Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ⸀ἁγίου ἀτενίσας εἰς αὐτὸν
Acts SBLGNT 13:10  εἶπεν· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ⸀ὁδοὺς κυρίου τὰς εὐθείας;
Acts SBLGNT 13:11  καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα ⸀δὲ ⸀ἔπεσεν ἐπʼ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
Acts SBLGNT 13:12  τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
Acts SBLGNT 13:13  Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ ⸀περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπʼ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
Acts SBLGNT 13:14  αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν ⸂τὴν Πισιδίαν⸃, καὶ ⸀εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
Acts SBLGNT 13:15  μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἴ ⸀τίς ἐστιν ⸂ἐν ὑμῖν λόγος⸃ παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
Acts SBLGNT 13:16  ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε.
Acts SBLGNT 13:17  ὁ θεὸς τοῦ λαοῦ τούτου ⸀Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ ⸀Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
Acts SBLGNT 13:18  καί, ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
Acts SBLGNT 13:19  ⸀καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν ⸀κατεκληρονόμησεν τὴν γῆν αὐτῶν
Acts SBLGNT 13:20  ⸂ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα⸃ ἔδωκεν κριτὰς ἕως Σαμουὴλ ⸀τοῦ προφήτου.
Acts SBLGNT 13:21  κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα·
Acts SBLGNT 13:22  καὶ μεταστήσας αὐτὸν ἤγειρεν ⸂τὸν Δαυὶδ αὐτοῖς⸃ εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
Acts SBLGNT 13:23  τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατʼ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ ⸂σωτῆρα Ἰησοῦν⸃,
Acts SBLGNT 13:24  προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας ⸂παντὶ τῷ λαῷ⸃ Ἰσραήλ.
Acts SBLGNT 13:25  ὡς δὲ ἐπλήρου ⸀Ἰωάννης τὸν δρόμον, ἔλεγεν· ⸂Τί ἐμὲ⸃ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλʼ ἰδοὺ ἔρχεται μετʼ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
Acts SBLGNT 13:26  Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ⸀ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ⸀ἐξαπεστάλη.
Acts SBLGNT 13:27  οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
Acts SBLGNT 13:28  καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν·
Acts SBLGNT 13:29  ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
Acts SBLGNT 13:30  ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
Acts SBLGNT 13:31  ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες ⸀νῦν εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
Acts SBLGNT 13:32  καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην
Acts SBLGNT 13:33  ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ⸀ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ⸂ψαλμῷ γέγραπται τῷ δευτέρῳ⸃· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
Acts SBLGNT 13:34  ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
Acts SBLGNT 13:35  ⸀διότι καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·
Acts SBLGNT 13:36  Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν,
Acts SBLGNT 13:37  ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.
Acts SBLGNT 13:38  γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ⸀ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι
Acts SBLGNT 13:39  ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
Acts SBLGNT 13:40  βλέπετε οὖν μὴ ⸀ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις·
Acts SBLGNT 13:41  Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ⸂ἐργάζομαι ἐγὼ⸃ ἐν ταῖς ἡμέραις ὑμῶν, ⸀ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
Acts SBLGNT 13:42  Ἐξιόντων δὲ ⸀αὐτῶν ⸀παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ⸀ταῦτα.
Acts SBLGNT 13:43  λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες ⸀αὐτοῖς ἔπειθον· αὐτοὺς ⸀προσμένειν τῇ χάριτι τοῦ θεοῦ.
Acts SBLGNT 13:44  Τῷ ⸀δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου.
Acts SBLGNT 13:45  ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ⸀ὑπὸ Παύλου ⸀λαλουμένοις ⸀βλασφημοῦντες.
Acts SBLGNT 13:46  παρρησιασάμενοί ⸀τε ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ⸀ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη·
Acts SBLGNT 13:47  οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
Acts SBLGNT 13:48  ἀκούοντα δὲ τὰ ἔθνη ⸀ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ ⸀κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
Acts SBLGNT 13:49  διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου διʼ ὅλης τῆς χώρας.
Acts SBLGNT 13:50  οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας ⸀γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον ⸀καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
Acts SBLGNT 13:51  οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ⸀ποδῶν ἐπʼ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον,
Acts SBLGNT 13:52  οἵ ⸀τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.
Chapter 14
Acts SBLGNT 14:1  Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
Acts SBLGNT 14:2  οἱ δὲ ⸀ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
Acts SBLGNT 14:3  ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι ⸀τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
Acts SBLGNT 14:4  ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
Acts SBLGNT 14:5  ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
Acts SBLGNT 14:6  συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
Acts SBLGNT 14:7  κἀκεῖ ⸂εὐαγγελιζόμενοι ἦσαν⸃.
Acts SBLGNT 14:8  Καί τις ἀνὴρ ⸂ἀδύνατος ἐν Λύστροις⸃ τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς ⸀αὐτοῦ, ὃς οὐδέποτε ⸀περιεπάτησεν.
Acts SBLGNT 14:9  οὗτος ⸀ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ⸂ἔχει πίστιν⸃ τοῦ σωθῆναι
Acts SBLGNT 14:10  εἶπεν ⸀μεγάλῃ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ⸀ὀρθός· καὶ ⸀ἥλατο καὶ περιεπάτει.
Acts SBLGNT 14:11  οἵ ⸀τε ὄχλοι ἰδόντες ὃ ⸀ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς
Acts SBLGNT 14:12  ἐκάλουν τε ⸀τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
Acts SBLGNT 14:13  ὅ ⸀τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς ⸀πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
Acts SBLGNT 14:14  ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ⸀αὐτῶν ⸀ἐξεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
Acts SBLGNT 14:15  καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ ⸀θεὸν ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Acts SBLGNT 14:16  ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
Acts SBLGNT 14:17  ⸀καίτοι οὐκ ἀμάρτυρον ⸀αὑτὸν ἀφῆκεν ⸀ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ⸀ὑμῶν.
Acts SBLGNT 14:18  καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
Acts SBLGNT 14:19  Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, ⸀νομίζοντες αὐτὸν τεθνηκέναι.
Acts SBLGNT 14:20  κυκλωσάντων δὲ ⸂τῶν μαθητῶν αὐτὸν⸃ ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
Acts SBLGNT 14:21  Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ ⸀εἰς Ἰκόνιον καὶ ⸁εἰς Ἀντιόχειαν,
Acts SBLGNT 14:22  ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
Acts SBLGNT 14:23  χειροτονήσαντες δὲ αὐτοῖς ⸂κατʼ ἐκκλησίαν πρεσβυτέρους⸃ προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
Acts SBLGNT 14:24  καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς ⸀τὴν Παμφυλίαν,
Acts SBLGNT 14:25  καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν,
Acts SBLGNT 14:26  κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
Acts SBLGNT 14:27  παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ⸀ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετʼ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
Acts SBLGNT 14:28  διέτριβον ⸀δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
Chapter 15
Acts SBLGNT 15:1  Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ ⸀περιτμηθῆτε τῷ ἔθει ⸀τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
Acts SBLGNT 15:2  γενομένης ⸀δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
Acts SBLGNT 15:3  οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν ⸀τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς.
Acts SBLGNT 15:4  παραγενόμενοι δὲ εἰς ⸀Ἱεροσόλυμα ⸀παρεδέχθησαν ⸀ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετʼ αὐτῶν.
Acts SBLGNT 15:5  ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
Acts SBLGNT 15:6  Συνήχθησάν ⸀τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
Acts SBLGNT 15:7  πολλῆς δὲ ⸀ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφʼ ἡμερῶν ἀρχαίων ⸂ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς⸃ διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι,
Acts SBLGNT 15:8  καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς ⸀δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν,
Acts SBLGNT 15:9  καὶ ⸀οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
Acts SBLGNT 15:10  νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
Acts SBLGNT 15:11  ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθʼ ὃν τρόπον κἀκεῖνοι.
Acts SBLGNT 15:12  Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν διʼ αὐτῶν.
Acts SBLGNT 15:13  μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου.
Acts SBLGNT 15:14  Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν ⸀λαὸν τῷ ὀνόματι αὐτοῦ.
Acts SBLGNT 15:15  καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται·
Acts SBLGNT 15:16  Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ ⸀κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν,
Acts SBLGNT 15:17  ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτούς, λέγει ⸀κύριος ποιῶν ⸀ταῦτα
Acts SBLGNT 15:19  διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν,
Acts SBLGNT 15:20  ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ⸀ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ ⸀τοῦ πνικτοῦ καὶ τοῦ αἵματος·
Acts SBLGNT 15:21  Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
Acts SBLGNT 15:22  Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν ⸀τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν ⸀καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
Acts SBLGNT 15:23  γράψαντες διὰ χειρὸς ⸀αὐτῶν· Οἱ ἀπόστολοι καὶ οἱ ⸀πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν.
Acts SBLGNT 15:24  ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ⸀ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ⸀ὑμῶν οἷς οὐ διεστειλάμεθα,
Acts SBLGNT 15:25  ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ⸀ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
Acts SBLGNT 15:26  ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Acts SBLGNT 15:27  ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
Acts SBLGNT 15:28  ἔδοξεν γὰρ τῷ ⸂πνεύματι τῷ ἁγίῳ⸃ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν ⸂τούτων τῶν ἐπάναγκες⸃,
Acts SBLGNT 15:29  ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ ⸀πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.
Acts SBLGNT 15:30  Οἱ μὲν οὖν ἀπολυθέντες ⸀κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν·
Acts SBLGNT 15:31  ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
Acts SBLGNT 15:32  Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν·
Acts SBLGNT 15:33  ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετʼ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ⸂ἀποστείλαντας αὐτούς⸃.
Acts SBLGNT 15:35  Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
Acts SBLGNT 15:36  Μετὰ δέ τινας ἡμέρας εἶπεν ⸂πρὸς Βαρναβᾶν Παῦλος⸃· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ⸀ἀδελφοὺς κατὰ ⸂πόλιν πᾶσαν⸃ ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν.
Acts SBLGNT 15:37  Βαρναβᾶς δὲ ⸀ἐβούλετο συμπαραλαβεῖν ⸀καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον·
Acts SBLGNT 15:38  Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπʼ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ ⸀συμπαραλαμβάνειν τοῦτον.
Acts SBLGNT 15:39  ἐγένετο ⸀δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπʼ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον,
Acts SBLGNT 15:40  Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ ⸀κυρίου ὑπὸ τῶν ἀδελφῶν,
Acts SBLGNT 15:41  διήρχετο δὲ τὴν Συρίαν καὶ ⸀τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.
Chapter 16
Acts SBLGNT 16:1  Κατήντησεν δὲ ⸀καὶ εἰς Δέρβην καὶ ⸀εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς ⸀γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος,
Acts SBLGNT 16:2  ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν·
Acts SBLGNT 16:3  τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ⸂ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ⸃ ὑπῆρχεν.
Acts SBLGNT 16:4  ὡς δὲ διεπορεύοντο τὰς πόλεις, ⸀παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων ⸀καὶ πρεσβυτέρων τῶν ἐν ⸀Ἱεροσολύμοις.
Acts SBLGNT 16:5  αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθʼ ἡμέραν.
Acts SBLGNT 16:6  ⸀Διῆλθον δὲ τὴν Φρυγίαν ⸀καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
Acts SBLGNT 16:7  ἐλθόντες ⸀δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον ⸀εἰς τὴν Βιθυνίαν ⸀πορευθῆναι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ⸀Ἰησοῦ·
Acts SBLGNT 16:8  παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
Acts SBLGNT 16:9  καὶ ὅραμα ⸀διὰ νυκτὸς ⸂τῷ Παύλῳ ὤφθη⸃, ἀνὴρ ⸂Μακεδών τις ἦν⸃ ἑστὼς ⸀καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
Acts SBLGNT 16:10  ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν ⸀εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ ⸀θεὸς εὐαγγελίσασθαι αὐτούς.
Acts SBLGNT 16:11  Ἀναχθέντες ⸀οὖν ⸀ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ ⸀δὲ ἐπιούσῃ εἰς ⸂Νέαν Πόλιν⸃,
Acts SBLGNT 16:12  ⸀κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν ⸂πρώτη τῆς μερίδος⸃ Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ⸀ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
Acts SBLGNT 16:13  τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς ⸀πύλης παρὰ ποταμὸν οὗ ⸂ἐνομίζομεν προσευχὴν⸃ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
Acts SBLGNT 16:14  καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ ⸀τοῦ Παύλου.
Acts SBLGNT 16:15  ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου ⸀μένετε· καὶ παρεβιάσατο ἡμᾶς.
Acts SBLGNT 16:16  Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς ⸀τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα ⸀πύθωνα ⸀ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη·
Acts SBLGNT 16:17  αὕτη ⸀κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ⸀ὑμῖν ὁδὸν σωτηρίας.
Acts SBLGNT 16:18  τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς ⸀δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· Παραγγέλλω σοι ⸀ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπʼ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
Acts SBLGNT 16:19  Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
Acts SBLGNT 16:20  καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες,
Acts SBLGNT 16:21  καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν.
Acts SBLGNT 16:22  καὶ συνεπέστη ὁ ὄχλος κατʼ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν,
Acts SBLGNT 16:23  πολλάς ⸀τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
Acts SBLGNT 16:24  ὃς παραγγελίαν τοιαύτην ⸀λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ⸂ἠσφαλίσατο αὐτῶν⸃ εἰς τὸ ξύλον.
Acts SBLGNT 16:25  Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι·
Acts SBLGNT 16:26  ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν ⸀δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
Acts SBLGNT 16:27  ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος ⸀τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
Acts SBLGNT 16:28  ἐφώνησεν δὲ ⸂φωνῇ μεγάλῃ ὁ Παῦλος⸃ λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
Acts SBLGNT 16:29  αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ ⸀τῷ Σιλᾷ,
Acts SBLGNT 16:30  καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
Acts SBLGNT 16:31  οἱ δὲ εἶπαν· Πίστευσον ἐπὶ τὸν κύριον ⸀Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
Acts SBLGNT 16:32  καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ ⸀κυρίου ⸀σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
Acts SBLGNT 16:33  καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ⸀πάντες παραχρῆμα,
Acts SBLGNT 16:34  ἀναγαγών τε αὐτοὺς εἰς τὸν ⸀οἶκον παρέθηκεν τράπεζαν καὶ ⸀ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ θεῷ.
Acts SBLGNT 16:35  Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
Acts SBLGNT 16:36  ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους ⸀τούτους πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
Acts SBLGNT 16:37  ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ⸀ἡμᾶς ἐξαγαγέτωσαν.
Acts SBLGNT 16:38  ⸀ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ⸂ἐφοβήθησαν δὲ⸃ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν,
Acts SBLGNT 16:39  καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ⸂ἀπελθεῖν ἀπὸ⸃ τῆς πόλεως.
Acts SBLGNT 16:40  ἐξελθόντες δὲ ⸀ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες ⸂παρεκάλεσαν τοὺς ἀδελφοὺς⸃ καὶ ἐξῆλθαν.
Chapter 17
Acts SBLGNT 17:1  Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ ⸀τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ⸀ἦν συναγωγὴ τῶν Ἰουδαίων.
Acts SBLGNT 17:2  κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν,
Acts SBLGNT 17:3  διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ⸂ὁ χριστός, ὁ⸃ Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
Acts SBLGNT 17:4  καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων ⸂πλῆθος πολὺ⸃ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
Acts SBLGNT 17:5  ⸂ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι⸃ τῶν ἀγοραίων ⸂ἄνδρας τινὰς⸃ πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ⸂καὶ ἐπιστάντες⸃ τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς ⸀προαγαγεῖν εἰς τὸν δῆμον·
Acts SBLGNT 17:6  μὴ εὑρόντες δὲ αὐτοὺς ⸀ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν,
Acts SBLGNT 17:7  οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ⸂ἕτερον λέγοντες⸃ εἶναι Ἰησοῦν.
Acts SBLGNT 17:8  ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα,
Acts SBLGNT 17:9  καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
Acts SBLGNT 17:10  Οἱ δὲ ἀδελφοὶ εὐθέως ⸀διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ⸂τῶν Ἰουδαίων ἀπῄεσαν⸃·
Acts SBLGNT 17:11  οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, ⸀τὸ καθʼ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως.
Acts SBLGNT 17:12  πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι.
Acts SBLGNT 17:13  ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες ⸂καὶ ταράσσοντες⸃ τοὺς ὄχλους.
Acts SBLGNT 17:14  εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ⸀ἕως ἐπὶ τὴν θάλασσαν· ⸂ὑπέμεινάν τε⸃ ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ.
Acts SBLGNT 17:15  οἱ δὲ ⸀καθιστάνοντες τὸν Παῦλον ⸀ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ ⸀τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.
Acts SBLGNT 17:16  Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ ⸀θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν.
Acts SBLGNT 17:17  διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
Acts SBLGNT 17:18  τινὲς δὲ καὶ τῶν Ἐπικουρείων ⸀καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.
Acts SBLGNT 17:19  ἐπιλαβόμενοί ⸀τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες· Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;
Acts SBLGNT 17:20  ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι ⸂τίνα θέλει⸃ ταῦτα εἶναι.
Acts SBLGNT 17:21  Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ⸀ἢ ἀκούειν ⸀τι καινότερον.
Acts SBLGNT 17:22  Σταθεὶς ⸀δὲ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ·
Acts SBLGNT 17:23  διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ θεῷ. ⸀ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, ⸀τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν.
Acts SBLGNT 17:24  ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ⸂ὑπάρχων κύριος⸃ οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ
Acts SBLGNT 17:25  οὐδὲ ὑπὸ χειρῶν ⸀ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν ⸂καὶ τὰ⸃ πάντα·
Acts SBLGNT 17:26  ἐποίησέν τε ἐξ ⸀ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ ⸂παντὸς προσώπου⸃ τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
Acts SBLGNT 17:27  ζητεῖν τὸν ⸀θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
Acts SBLGNT 17:28  ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν· Τοῦ γὰρ καὶ γένος ἐσμέν.
Acts SBLGNT 17:29  γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
Acts SBLGNT 17:30  τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν ⸀παραγγέλλει τοῖς ἀνθρώποις ⸀πάντας πανταχοῦ μετανοεῖν,
Acts SBLGNT 17:31  ⸀καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
Acts SBLGNT 17:32  Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἶπαν Ἀκουσόμεθά σου ⸂περὶ τούτου καὶ πάλιν⸃.
Acts SBLGNT 17:33  ⸀οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν·
Acts SBLGNT 17:34  τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.
Chapter 18
Acts SBLGNT 18:1  ⸀Μετὰ ταῦτα ⸀χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.
Acts SBLGNT 18:2  καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ ⸀διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ⸀ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς,
Acts SBLGNT 18:3  καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρʼ αὐτοῖς καὶ ⸀ἠργάζετο, ἦσαν γὰρ σκηνοποιοὶ ⸂τῇ τέχνῃ⸃.
Acts SBLGNT 18:4  διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
Acts SBLGNT 18:5  Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ ⸀λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις ⸀εἶναι τὸν χριστὸν Ἰησοῦν.
Acts SBLGNT 18:6  ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
Acts SBLGNT 18:7  καὶ μεταβὰς ἐκεῖθεν ⸀εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι ⸀Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
Acts SBLGNT 18:8  Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
Acts SBLGNT 18:9  εἶπεν δὲ ὁ κύριος ⸂ἐν νυκτὶ διʼ ὁράματος⸃ τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
Acts SBLGNT 18:10  διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
Acts SBLGNT 18:11  ἐκάθισεν ⸀δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
Acts SBLGNT 18:12  Γαλλίωνος δὲ ⸂ἀνθυπάτου ὄντος⸃ τῆς Ἀχαΐας κατεπέστησαν ⸂ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι⸃ τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
Acts SBLGNT 18:13  λέγοντες ὅτι Παρὰ τὸν νόμον ⸂ἀναπείθει οὗτος⸃ τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
Acts SBLGNT 18:14  μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ ⸀μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·
Acts SBLGNT 18:15  εἰ δὲ ⸀ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθʼ ὑμᾶς, ὄψεσθε αὐτοί· ⸀κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
Acts SBLGNT 18:16  καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
Acts SBLGNT 18:17  ἐπιλαβόμενοι δὲ ⸀πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ⸀ἔμελεν.
Acts SBLGNT 18:18  Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ⸂ἐν Κεγχρεαῖς τὴν κεφαλήν⸃, εἶχεν γὰρ εὐχήν.
Acts SBLGNT 18:19  ⸀κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν ⸀διελέξατο τοῖς Ἰουδαίοις.
Acts SBLGNT 18:20  ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον ⸀μεῖναι οὐκ ἐπένευσεν,
Acts SBLGNT 18:21  ⸂ἀλλὰ ἀποταξάμενος καὶ⸃ ⸀εἰπών· ⸀Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,
Acts SBLGNT 18:22  καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν,
Acts SBLGNT 18:23  καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ⸀στηρίζων πάντας τοὺς μαθητάς.
Acts SBLGNT 18:24  Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
Acts SBLGNT 18:25  οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ ⸀Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου.
Acts SBLGNT 18:26  οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ ⸂Πρίσκιλλα καὶ Ἀκύλας⸃ προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ⸂ὁδὸν τοῦ θεοῦ⸃.
Acts SBLGNT 18:27  βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·
Acts SBLGNT 18:28  εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.
Chapter 19
Acts SBLGNT 19:1  Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ⸀ἐλθεῖν εἰς Ἔφεσον καὶ ⸀εὑρεῖν τινας μαθητάς,
Acts SBLGNT 19:2  εἶπέν ⸀τε πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ ⸀δὲ πρὸς αὐτόν· Ἀλλʼ οὐδʼ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν.
Acts SBLGNT 19:3  εἶπέν ⸀τε· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν· Εἰς τὸ Ἰωάννου βάπτισμα.
Acts SBLGNT 19:4  εἶπεν δὲ Παῦλος· ⸀Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτʼ ἔστιν εἰς ⸀τὸν Ἰησοῦν.
Acts SBLGNT 19:5  ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ·
Acts SBLGNT 19:6  καὶ ἐπιθέντος αὐτοῖς τοῦ ⸀Παύλου χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.
Acts SBLGNT 19:7  ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ ⸀δώδεκα.
Acts SBLGNT 19:8  Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ ⸀πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ.
Acts SBLGNT 19:9  ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπʼ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθʼ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ ⸀Τυράννου.
Acts SBLGNT 19:10  τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.
Acts SBLGNT 19:11  Δυνάμεις τε οὐ τὰς τυχούσας ⸂ὁ θεὸς ἐποίει⸃ διὰ τῶν χειρῶν Παύλου,
Acts SBLGNT 19:12  ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ⸀ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπʼ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ⸀ἐκπορεύεσθαι.
Acts SBLGNT 19:13  ἐπεχείρησαν δέ τινες ⸀καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες· ⸀Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ⸀ὃν Παῦλος κηρύσσει.
Acts SBLGNT 19:14  ἦσαν δέ ⸀τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ ⸀υἱοὶ τοῦτο ποιοῦντες.
Acts SBLGNT 19:15  ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν ⸀αὐτοῖς· ⸀Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;
Acts SBLGNT 19:16  καὶ ⸀ἐφαλόμενος ⸂ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς⸃ ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν ⸂κατακυριεύσας ἀμφοτέρων⸃ ἴσχυσεν κατʼ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
Acts SBLGNT 19:17  τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ⸀ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.
Acts SBLGNT 19:18  πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
Acts SBLGNT 19:19  ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.
Acts SBLGNT 19:20  οὕτως κατὰ κράτος ⸂τοῦ κυρίου ὁ λόγος⸃ ηὔξανεν καὶ ἴσχυεν.
Acts SBLGNT 19:21  Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν.
Acts SBLGNT 19:22  ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
Acts SBLGNT 19:23  Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
Acts SBLGNT 19:24  Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις ⸂οὐκ ὀλίγην ἐργασίαν⸃,
Acts SBLGNT 19:25  οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ⸀ἡμῖν ἐστιν,
Acts SBLGNT 19:26  καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.
Acts SBLGNT 19:27  οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ⸂Ἀρτέμιδος ἱερὸν⸃ εἰς οὐθὲν λογισθῆναι, μέλλειν ⸀τε καὶ καθαιρεῖσθαι ⸂τῆς μεγαλειότητος⸃ αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
Acts SBLGNT 19:28  Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
Acts SBLGNT 19:29  καὶ ἐπλήσθη ἡ ⸀πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
Acts SBLGNT 19:30  ⸂Παύλου δὲ⸃ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί·
Acts SBLGNT 19:31  τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
Acts SBLGNT 19:32  ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.
Acts SBLGNT 19:33  ἐκ δὲ τοῦ ὄχλου ⸀συνεβίβασαν Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων, ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
Acts SBLGNT 19:34  ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ⸀ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
Acts SBLGNT 19:35  καταστείλας δὲ ⸂ὁ γραμματεὺς τὸν ὄχλον⸃ φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ⸀ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς ⸀μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς;
Acts SBLGNT 19:36  ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.
Acts SBLGNT 19:37  ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ⸀ἡμῶν.
Acts SBLGNT 19:38  εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις.
Acts SBLGNT 19:39  εἰ δέ τι ⸀περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
Acts SBLGNT 19:40  καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ⸀ἀποδοῦναι λόγον ⸀περὶ τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.
Chapter 20
Acts SBLGNT 20:1  Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον ⸀μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ ⸀παρακαλέσας, ἀσπασάμενος ἐξῆλθεν ⸀πορεύεσθαι ⸀εἰς Μακεδονίαν.
Acts SBLGNT 20:2  διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα
Acts SBLGNT 20:3  ποιήσας τε μῆνας τρεῖς· γενομένης ⸂ἐπιβουλῆς αὐτῷ⸃ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο ⸀γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
Acts SBLGNT 20:4  συνείπετο δὲ ⸀αὐτῷ Σώπατρος ⸀Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος·
Acts SBLGNT 20:5  οὗτοι ⸀δὲ ⸀προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι·
Acts SBLGNT 20:6  ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ⸀οὗ διετρίψαμεν ἡμέρας ἑπτά.
Acts SBLGNT 20:7  Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ⸀ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
Acts SBLGNT 20:8  ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι·
Acts SBLGNT 20:9  ⸀καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός.
Acts SBLGNT 20:10  καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν· Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
Acts SBLGNT 20:11  ἀναβὰς δὲ καὶ κλάσας ⸀τὸν ἄρτον καὶ γευσάμενος ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.
Acts SBLGNT 20:12  ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
Acts SBLGNT 20:13  Ἡμεῖς δὲ ⸀προελθόντες ⸀ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ ⸂διατεταγμένος ἦν⸃ μέλλων αὐτὸς πεζεύειν.
Acts SBLGNT 20:14  ὡς δὲ ⸀συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην,
Acts SBLGNT 20:15  κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ⸀ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς ⸀Σάμον, τῇ ⸀δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον·
Acts SBLGNT 20:16  ⸀κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν ⸀εἴη αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
Acts SBLGNT 20:17  Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
Acts SBLGNT 20:18  ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
Acts SBLGNT 20:19  δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης ⸀καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·
Acts SBLGNT 20:20  ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατʼ οἴκους,
Acts SBLGNT 20:21  διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν ⸀εἰς θεὸν μετάνοιαν καὶ ⸀πίστιν εἰς τὸν κύριον ἡμῶν ⸀Ἰησοῦν.
Acts SBLGNT 20:22  καὶ νῦν ἰδοὺ ⸂δεδεμένος ἐγὼ⸃ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ⸀μοι μὴ εἰδώς,
Acts SBLGNT 20:23  πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί ⸀μοι λέγον ὅτι δεσμὰ ⸂καὶ θλίψεις με⸃ μένουσιν·
Acts SBLGNT 20:24  ἀλλʼ οὐδενὸς ⸀λόγου ⸀ποιοῦμαι τὴν ⸀ψυχὴν τιμίαν ἐμαυτῷ ὡς ⸀τελειῶσαι τὸν δρόμον ⸀μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
Acts SBLGNT 20:25  Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν ⸀βασιλείαν.
Acts SBLGNT 20:26  ⸀διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός ⸀εἰμι ἀπὸ τοῦ αἵματος πάντων,
Acts SBLGNT 20:27  οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ⸂πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν⸃.
Acts SBLGNT 20:28  ⸀προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ⸀θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ⸂αἵματος τοῦ ἰδίου⸃.
Acts SBLGNT 20:29  ἐγὼ ⸀οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου,
Acts SBLGNT 20:30  καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ⸀ἑαυτῶν·
Acts SBLGNT 20:31  διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
Acts SBLGNT 20:32  καὶ τὰ νῦν παρατίθεμαι ⸀ὑμᾶς τῷ ⸀θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ⸀οἰκοδομῆσαι καὶ δοῦναι ⸀τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
Acts SBLGNT 20:33  ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
Acts SBLGNT 20:34  αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
Acts SBLGNT 20:35  πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
Acts SBLGNT 20:36  Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
Acts SBLGNT 20:37  ἱκανὸς δὲ ⸂κλαυθμὸς ἐγένετο⸃ πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,
Acts SBLGNT 20:38  ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
Chapter 21
Acts SBLGNT 21:1  Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπʼ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν ⸀Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα·
Acts SBLGNT 21:2  καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν.
Acts SBLGNT 21:3  ⸀ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ ⸀κατήλθομεν εἰς Τύρον, ἐκεῖσε γὰρ ⸂τὸ πλοῖον ἦν⸃ ἀποφορτιζόμενον τὸν γόμον.
Acts SBLGNT 21:4  ⸂ἀνευρόντες δὲ τοὺς⸃ μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ⸀ἐπιβαίνειν εἰς ⸀Ἱεροσόλυμα.
Acts SBLGNT 21:5  ὅτε δὲ ἐγένετο ⸂ἐξαρτίσαι ἡμᾶς⸃ τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν ⸀προσευξάμενοι
Acts SBLGNT 21:6  ⸂ἀπησπασάμεθα ἀλλήλους, καὶ⸃ ⸀ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
Acts SBLGNT 21:7  Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρʼ αὐτοῖς.
Acts SBLGNT 21:8  τῇ δὲ ἐπαύριον ἐξελθόντες ⸀ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρʼ αὐτῷ.
Acts SBLGNT 21:9  τούτῳ δὲ ἦσαν θυγατέρες ⸂τέσσαρες παρθένοι⸃ προφητεύουσαι.
Acts SBLGNT 21:10  ἐπιμενόντων ⸀δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἅγαβος,
Acts SBLGNT 21:11  καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ⸀ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
Acts SBLGNT 21:12  ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ.
Acts SBLGNT 21:13  ⸂τότε ἀπεκρίθη⸃ ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ.
Acts SBLGNT 21:14  μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· ⸂Τοῦ κυρίου τὸ θέλημα⸃ ⸀γινέσθω.
Acts SBLGNT 21:15  Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ⸀Ἱεροσόλυμα·
Acts SBLGNT 21:16  συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρʼ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
Acts SBLGNT 21:17  Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ⸀ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί.
Acts SBLGNT 21:18  τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
Acts SBLGNT 21:19  καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθʼ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ.
Acts SBLGNT 21:20  οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν ⸀θεόν, ⸂εἶπόν τε⸃ αὐτῷ· Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ⸂ἐν τοῖς Ἰουδαίοις⸃ τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν·
Acts SBLGNT 21:21  κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν.
Acts SBLGNT 21:22  τί οὖν ἐστιν; πάντως ⸀ἀκούσονται ὅτι ἐλήλυθας.
Acts SBLGNT 21:23  τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ⸀ἀφʼ ἑαυτῶν.
Acts SBLGNT 21:24  τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπʼ αὐτοῖς ἵνα ⸀ξυρήσονται τὴν κεφαλήν, καὶ ⸀γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς ⸂φυλάσσων τὸν νόμον⸃.
Acts SBLGNT 21:25  περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ⸀ἀπεστείλαμεν ⸀κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον ⸀καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
Acts SBLGNT 21:26  τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
Acts SBLGNT 21:27  Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ⸂ἐπʼ αὐτὸν τὰς χεῖρας⸃,
Acts SBLGNT 21:28  κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας ⸀πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
Acts SBLGNT 21:29  ἦσαν γὰρ ⸀προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
Acts SBLGNT 21:30  ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
Acts SBLGNT 21:31  ζητούντων ⸀τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη ⸀συγχύννεται Ἰερουσαλήμ,
Acts SBLGNT 21:32  ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπʼ αὐτούς, οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
Acts SBLGNT 21:33  ⸂τότε ἐγγίσας⸃ ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο ⸀τίς εἴη καὶ τί ἐστιν πεποιηκώς.
Acts SBLGNT 21:34  ἄλλοι δὲ ἄλλο τι ⸀ἐπεφώνουν ἐν τῷ ὄχλῳ· μὴ ⸂δυναμένου δὲ αὐτοῦ⸃ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
Acts SBLGNT 21:35  ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου,
Acts SBLGNT 21:36  ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ ⸀κράζοντες· Αἶρε αὐτόν.
Acts SBLGNT 21:37  Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ· Εἰ ἔξεστίν μοι εἰπεῖν ⸀τι πρὸς σέ; ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις;
Acts SBLGNT 21:38  οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
Acts SBLGNT 21:39  εἶπεν δὲ ὁ Παῦλος· Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.
Acts SBLGNT 21:40  ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ, πολλῆς δὲ σιγῆς γενομένης ⸀προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ λέγων
Chapter 22
Acts SBLGNT 22:1  Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
Acts SBLGNT 22:2  Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν·
Acts SBLGNT 22:3  ⸀Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον,
Acts SBLGNT 22:4  ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
Acts SBLGNT 22:5  ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
Acts SBLGNT 22:6  Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
Acts SBLGNT 22:7  ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
Acts SBLGNT 22:8  ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, κύριε; εἶπέν τε πρὸς ⸀ἐμέ· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
Acts SBLGNT 22:9  οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ⸀ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
Acts SBLGNT 22:10  εἶπον δέ· Τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με· Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
Acts SBLGNT 22:11  ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
Acts SBLGNT 22:12  Ἁνανίας δέ τις ἀνὴρ ⸀εὐλαβὴς κατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
Acts SBLGNT 22:13  ἐλθὼν πρὸς ⸀ἐμὲ καὶ ἐπιστὰς εἶπέν μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
Acts SBLGNT 22:14  ὁ δὲ εἶπεν· Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
Acts SBLGNT 22:15  ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
Acts SBLGNT 22:16  καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα ⸀αὐτοῦ.
Acts SBLGNT 22:17  Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει
Acts SBLGNT 22:18  καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι· Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί ⸀σου μαρτυρίαν περὶ ἐμοῦ.
Acts SBLGNT 22:19  κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
Acts SBLGNT 22:20  καὶ ὅτε ⸀ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν ⸀καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
Acts SBLGNT 22:21  καὶ εἶπεν πρός με· Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
Acts SBLGNT 22:22  Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
Acts SBLGNT 22:23  ⸀κραυγαζόντων ⸀τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
Acts SBLGNT 22:24  ἐκέλευσεν ⸂ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν⸃ εἰς τὴν παρεμβολήν, ⸀εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ διʼ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
Acts SBLGNT 22:25  ὡς δὲ ⸀προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
Acts SBLGNT 22:26  ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν ⸂τῷ χιλιάρχῳ ἀπήγγειλεν⸃ λέγων· ⸀Τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.
Acts SBLGNT 22:27  προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, ⸀σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη· Ναί.
Acts SBLGNT 22:28  ἀπεκρίθη ⸀δὲ ὁ χιλίαρχος· Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· Ἐγὼ δὲ καὶ γεγέννημαι.
Acts SBLGNT 22:29  εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι ⸂αὐτὸν ἦν⸃ δεδεκώς.
Acts SBLGNT 22:30  Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ⸀ὑπὸ τῶν Ἰουδαίων ἔλυσεν ⸀αὐτόν, καὶ ἐκέλευσεν ⸀συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ ⸀πᾶν τὸ ⸀συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
Chapter 23
Acts SBLGNT 23:1  ἀτενίσας δὲ ⸂ὁ Παῦλος τῷ συνεδρίῳ⸃ εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
Acts SBLGNT 23:2  ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
Acts SBLGNT 23:3  τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;
Acts SBLGNT 23:4  οἱ δὲ παρεστῶτες εἶπαν· Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;
Acts SBLGNT 23:5  ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ⸀ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
Acts SBLGNT 23:6  Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ⸀ἔκραζεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸀Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸀ἐγὼ κρίνομαι.
Acts SBLGNT 23:7  τοῦτο δὲ αὐτοῦ ⸀λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων ⸂καὶ Σαδδουκαίων⸃, καὶ ἐσχίσθη τὸ πλῆθος.
Acts SBLGNT 23:8  Σαδδουκαῖοι ⸀μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν ⸀μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.
Acts SBLGNT 23:9  ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες ⸂τινὲς τῶν γραμματέων⸃ τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ⸀ἄγγελος—
Acts SBLGNT 23:10  πολλῆς δὲ ⸀γινομένης στάσεως ⸀φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα ⸀καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν ⸀τε εἰς τὴν παρεμβολήν.
Acts SBLGNT 23:11  Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· ⸀Θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
Acts SBLGNT 23:12  Γενομένης δὲ ἡμέρας ποιήσαντες ⸂συστροφὴν οἱ Ἰουδαῖοι⸃ ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον.
Acts SBLGNT 23:13  ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ⸀ποιησάμενοι·
Acts SBLGNT 23:14  οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
Acts SBLGNT 23:15  νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ⸀ὅπως ⸂καταγάγῃ αὐτὸν εἰς⸃ ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
Acts SBLGNT 23:16  Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου ⸂τὴν ἐνέδραν⸃ παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ.
Acts SBLGNT 23:17  προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον ⸀ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ⸂ἀπαγγεῖλαί τι⸃ αὐτῷ.
Acts SBLGNT 23:18  ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν ⸀νεανίαν ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι.
Acts SBLGNT 23:19  ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατʼ ἰδίαν ἐπυνθάνετο· Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;
Acts SBLGNT 23:20  εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον ⸂τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον⸃ ὡς ⸀μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ·
Acts SBLGNT 23:21  σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν ⸂εἰσιν ἕτοιμοι⸃ προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
Acts SBLGNT 23:22  ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν ⸀νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ⸀ἐμέ.
Acts SBLGNT 23:23  Καὶ προσκαλεσάμενός ⸂τινας δύο⸃ τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός,
Acts SBLGNT 23:24  κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα,
Acts SBLGNT 23:25  γράψας ἐπιστολὴν ⸀ἔχουσαν τὸν τύπον τοῦτον·
Acts SBLGNT 23:26  Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
Acts SBLGNT 23:27  τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπʼ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ⸀ἐξειλάμην, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν,
Acts SBLGNT 23:28  βουλόμενός ⸀τε ⸀ἐπιγνῶναι τὴν αἰτίαν διʼ ἣν ἐνεκάλουν αὐτῷ, ⸀κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν.
Acts SBLGNT 23:29  ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ⸀δὲ ἄξιον θανάτου ἢ δεσμῶν ⸂ἔχοντα ἔγκλημα⸃.
Acts SBLGNT 23:30  μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ⸀ἄνδρα ἔσεσθαι ⸀ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις ⸀λέγειν πρὸς αὐτὸν ἐπὶ ⸀σοῦ.
Acts SBLGNT 23:31  Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον ⸀διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα·
Acts SBLGNT 23:32  τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ⸀ἀπέρχεσθαι σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
Acts SBLGNT 23:33  οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.
Acts SBLGNT 23:34  ἀναγνοὺς ⸀δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ⸀ἐπαρχείας ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
Acts SBLGNT 23:35  Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ⸀κελεύσας ἐν τῷ πραιτωρίῳ ⸀τοῦ Ἡρῴδου φυλάσσεσθαι ⸀αὐτόν.
Chapter 24
Acts SBLGNT 24:1  Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ ⸂πρεσβυτέρων τινῶν⸃ καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
Acts SBLGNT 24:2  κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ ⸀διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας
Acts SBLGNT 24:3  πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
Acts SBLGNT 24:4  ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
Acts SBLGNT 24:5  εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα ⸀στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
Acts SBLGNT 24:6  ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ⸀ἐκρατήσαμεν,
Acts SBLGNT 24:8  παρʼ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
Acts SBLGNT 24:9  συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
Acts SBLGNT 24:10  Ἀπεκρίθη ⸀τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος ⸀εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
Acts SBLGNT 24:11  δυναμένου σου ⸀ἐπιγνῶναι, ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι ⸀δώδεκα ἀφʼ ἧς ἀνέβην προσκυνήσων ⸀εἰς Ἰερουσαλήμ,
Acts SBLGNT 24:12  καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ⸀ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν,
Acts SBLGNT 24:13  ⸀οὐδὲ ⸀παραστῆσαι δύνανταί ⸀σοι περὶ ὧν ⸀νυνὶ κατηγοροῦσίν μου.
Acts SBLGNT 24:14  ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ ⸂τοῖς ἐν⸃ τοῖς προφήταις γεγραμμένοις,
Acts SBLGNT 24:15  ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ⸀ἔσεσθαι δικαίων τε καὶ ἀδίκων·
Acts SBLGNT 24:16  ἐν τούτῳ ⸀καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ⸀ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
Acts SBLGNT 24:17  διʼ ἐτῶν δὲ πλειόνων ⸂ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην⸃ καὶ προσφοράς,
Acts SBLGNT 24:18  ἐν ⸀αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου,
Acts SBLGNT 24:19  τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ⸀ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ⸀ἐμέ,
Acts SBLGNT 24:20  ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί ⸀εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου
Acts SBLGNT 24:21  ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ⸂ἐν αὐτοῖς ἑστὼς⸃ ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ⸀ἐφʼ ὑμῶν.
Acts SBLGNT 24:22  ⸂Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ⸃, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, ⸀εἴπας· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθʼ ὑμᾶς·
Acts SBLGNT 24:23  ⸀διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι ⸀αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ⸀ὑπηρετεῖν αὐτῷ.
Acts SBLGNT 24:24  Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ⸀ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν ⸀Ἰησοῦν πίστεως.
Acts SBLGNT 24:25  διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ ⸀μέλλοντος ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε·
Acts SBLGNT 24:26  ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ ⸀Παύλου· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
Acts SBLGNT 24:27  Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε ⸀χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
Chapter 25
Acts SBLGNT 25:1  Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας,
Acts SBLGNT 25:2  ἐνεφάνισάν ⸀τε αὐτῷ ⸂οἱ ἀρχιερεῖς⸃ καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν
Acts SBLGNT 25:3  αἰτούμενοι χάριν κατʼ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
Acts SBLGNT 25:4  ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ⸂εἰς Καισάρειαν⸃, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·
Acts SBLGNT 25:5  Οἱ οὖν ⸂ἐν ὑμῖν, φησίν, δυνατοὶ⸃ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ⸀ἄτοπον κατηγορείτωσαν αὐτοῦ.
Acts SBLGNT 25:6  Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας ⸂οὐ πλείους ὀκτὼ⸃ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
Acts SBLGNT 25:7  παραγενομένου δὲ αὐτοῦ περιέστησαν ⸀αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα ⸀καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
Acts SBLGNT 25:8  ⸂τοῦ Παύλου ἀπολογουμένου⸃ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
Acts SBLGNT 25:9  ὁ Φῆστος δὲ ⸂θέλων τοῖς Ἰουδαίοις⸃ χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων ⸀κριθῆναι ἐπʼ ἐμοῦ;
Acts SBLGNT 25:10  εἶπεν δὲ ὁ Παῦλος· ⸂Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς⸃ εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ⸀ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
Acts SBLGNT 25:11  εἰ μὲν ⸀οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
Acts SBLGNT 25:12  τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
Acts SBLGNT 25:13  Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον.
Acts SBLGNT 25:14  ὡς δὲ πλείους ἡμέρας ⸀διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
Acts SBLGNT 25:15  περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατʼ αὐτοῦ ⸀καταδίκην·
Acts SBLGNT 25:16  πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ⸀ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
Acts SBLGNT 25:17  συνελθόντων ⸀οὖν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
Acts SBLGNT 25:18  περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ⸀ἔφερον ὧν ⸂ἐγὼ ὑπενόουν⸃ ⸀πονηρῶν,
Acts SBLGNT 25:19  ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
Acts SBLGNT 25:20  ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ ⸀τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων.
Acts SBLGNT 25:21  τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ⸀ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα.
Acts SBLGNT 25:22  Ἀγρίππας δὲ πρὸς τὸν ⸀Φῆστον· Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ⸀Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
Acts SBLGNT 25:23  Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν ⸀τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατʼ ⸀ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.
Acts SBLGNT 25:24  καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ⸀ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ⸀ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ⸀βοῶντες μὴ δεῖν ⸂αὐτὸν ζῆν⸃ μηκέτι.
Acts SBLGNT 25:25  ἐγὼ δὲ ⸀κατελαβόμην μηδὲν ἄξιον ⸂αὐτὸν θανάτου⸃ πεπραχέναι, ⸀αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα ⸀πέμπειν.
Acts SBLGNT 25:26  περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφʼ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί ⸀γράψω·
Acts SBLGNT 25:27  ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατʼ αὐτοῦ αἰτίας σημᾶναι.
Chapter 26
Acts SBLGNT 26:1  Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ⸀ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ⸂ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο⸃·
Acts SBLGNT 26:2  Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ⸂σήμερον ἀπολογεῖσθαι⸃,
Acts SBLGNT 26:3  μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ⸀ἐθῶν τε καὶ ζητημάτων· διὸ ⸀δέομαι μακροθύμως ἀκοῦσαί μου.
Acts SBLGNT 26:4  Τὴν μὲν οὖν βίωσίν μου ⸀τὴν ἐκ νεότητος τὴν ἀπʼ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν ⸀τε Ἱεροσολύμοις ἴσασι ⸀πάντες Ἰουδαῖοι,
Acts SBLGNT 26:5  προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.
Acts SBLGNT 26:6  καὶ νῦν ἐπʼ ἐλπίδι τῆς ⸀εἰς τοὺς πατέρας ⸀ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,
Acts SBLGNT 26:7  εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ⸂ὑπὸ Ἰουδαίων, βασιλεῦ⸃·
Acts SBLGNT 26:8  τί ἄπιστον κρίνεται παρʼ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;
Acts SBLGNT 26:9  Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·
Acts SBLGNT 26:10  ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς ⸀τε τῶν ἁγίων ἐγὼ ⸀ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον,
Acts SBLGNT 26:11  καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
Acts SBLGNT 26:12  Ἐν ⸀οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετʼ ἐξουσίας καὶ ἐπιτροπῆς ⸀τῆς τῶν ἀρχιερέων
Acts SBLGNT 26:13  ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους·
Acts SBLGNT 26:14  πάντων ⸀τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν ⸀λέγουσαν πρός ⸀με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
Acts SBLGNT 26:15  ἐγὼ δὲ εἶπα· Τίς εἶ, κύριε; ὁ δὲ ⸀κύριος εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
Acts SBLGNT 26:16  ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ⸀με ὧν τε ὀφθήσομαί σοι,
Acts SBLGNT 26:17  ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ⸀ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ⸂ἀποστέλλω σε⸃
Acts SBLGNT 26:18  ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ⸀ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
Acts SBLGNT 26:19  Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
Acts SBLGNT 26:20  ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν ⸀τε καὶ Ἱεροσολύμοις, ⸀πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ⸀ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
Acts SBLGNT 26:21  ἕνεκα τούτων ⸂με Ἰουδαῖοι⸃ ⸀συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
Acts SBLGNT 26:22  ἐπικουρίας οὖν τυχὼν τῆς ⸀ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
Acts SBLGNT 26:23  εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ ⸀τε λαῷ καὶ τοῖς ἔθνεσιν.
Acts SBLGNT 26:24  Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ⸀φησιν· Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
Acts SBLGNT 26:25  ὁ δὲ ⸀Παῦλος· Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
Acts SBLGNT 26:26  ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν ⸀καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ ⸀αὐτὸν τούτων οὐ πείθομαι ⸀οὐθέν, οὐ γάρ ⸀ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
Acts SBLGNT 26:27  πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.
Acts SBLGNT 26:28  ὁ δὲ Ἀγρίππας πρὸς τὸν ⸀Παῦλον· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ⸀ποιῆσαι.
Acts SBLGNT 26:29  ὁ δὲ ⸀Παῦλος· Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν ⸀μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων.
Acts SBLGNT 26:30  ⸀Ἀνέστη ⸀τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς,
Acts SBLGNT 26:31  καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ⸂ἢ δεσμῶν ἄξιον⸃ ⸀τι πράσσει ὁ ἄνθρωπος οὗτος.
Acts SBLGNT 26:32  Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
Chapter 27
Acts SBLGNT 27:1  Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς.
Acts SBLGNT 27:2  ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ ⸀μέλλοντι πλεῖν ⸀εἰς τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως·
Acts SBLGNT 27:3  τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα, φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους ⸀πορευθέντι ἐπιμελείας τυχεῖν.
Acts SBLGNT 27:4  κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους,
Acts SBLGNT 27:5  τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας.
Acts SBLGNT 27:6  κἀκεῖ εὑρὼν ὁ ⸀ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό.
Acts SBLGNT 27:7  ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην,
Acts SBLGNT 27:8  μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας ᾧ ἐγγὺς ⸂ἦν πόλις⸃ ⸀Λασαία.
Acts SBLGNT 27:9  Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος
Acts SBLGNT 27:10  λέγων αὐτοῖς· Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν.
Acts SBLGNT 27:11  ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ⸂μᾶλλον ἐπείθετο⸃ ἢ τοῖς ⸀ὑπὸ Παύλου λεγομένοις.
Acts SBLGNT 27:12  ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθῆναι ⸀ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
Acts SBLGNT 27:13  Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.
Acts SBLGNT 27:14  μετʼ οὐ πολὺ δὲ ἔβαλεν κατʼ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος ⸀Εὐρακύλων·
Acts SBLGNT 27:15  συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα.
Acts SBLGNT 27:16  νησίον δέ τι ὑποδραμόντες καλούμενον ⸀Καῦδα ⸂ἰσχύσαμεν μόλις⸃ περικρατεῖς γενέσθαι τῆς σκάφης,
Acts SBLGNT 27:17  ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο.
Acts SBLGNT 27:18  σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο,
Acts SBLGNT 27:19  καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ⸀ἔρριψαν.
Acts SBLGNT 27:20  μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ⸂ἐλπὶς πᾶσα⸃ τοῦ σῴζεσθαι ἡμᾶς.
Acts SBLGNT 27:21  Πολλῆς ⸀τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
Acts SBLGNT 27:22  καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου·
Acts SBLGNT 27:23  παρέστη γάρ μοι ταύτῃ τῇ ⸀νυκτὶ τοῦ θεοῦ, οὗ ⸀εἰμι, ᾧ καὶ λατρεύω, ⸀ἄγγελος
Acts SBLGNT 27:24  λέγων· Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι ὁ θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.
Acts SBLGNT 27:25  διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθʼ ὃν τρόπον λελάληταί μοι.
Acts SBLGNT 27:26  εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
Acts SBLGNT 27:27  Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν.
Acts SBLGNT 27:28  καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε·
Acts SBLGNT 27:29  φοβούμενοί τε ⸂μή που κατὰ⸃ τραχεῖς τόπους ἐκπέσωμεν ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι.
Acts SBLGNT 27:30  τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρῴρης ⸂ἀγκύρας μελλόντων⸃ ἐκτείνειν,
Acts SBLGNT 27:31  εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις· Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε.
Acts SBLGNT 27:32  τότε ⸂ἀπέκοψαν οἱ στρατιῶται⸃ τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
Acts SBLGNT 27:33  Ἄχρι δὲ οὗ ⸂ἡμέρα ἤμελλεν⸃ γίνεσθαι παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων· Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι·
Acts SBLGNT 27:34  διὸ παρακαλῶ ὑμᾶς ⸀μεταλαβεῖν τροφῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ⸀ἀπὸ τῆς κεφαλῆς ⸀ἀπολεῖται.
Acts SBLGNT 27:35  ⸀εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν.
Acts SBLGNT 27:36  εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς.
Acts SBLGNT 27:37  ἤμεθα δὲ ⸂αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ⸃ ⸀διακόσιαι ἑβδομήκοντα ἕξ.
Acts SBLGNT 27:38  κορεσθέντες ⸀δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
Acts SBLGNT 27:39  Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ⸀ἐβουλεύοντο εἰ ⸀δύναιντο ⸀ἐξῶσαι τὸ πλοῖον.
Acts SBLGNT 27:40  καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.
Acts SBLGNT 27:41  περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ⸀ἐπέκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς ⸀βίας.
Acts SBLGNT 27:42  τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ·
Acts SBLGNT 27:43  ὁ δὲ ⸀ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι,
Acts SBLGNT 27:44  καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου· καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
Chapter 28
Acts SBLGNT 28:1  Καὶ διασωθέντες τότε ⸀ἐπέγνωμεν ὅτι ⸀Μελίτη ἡ νῆσος καλεῖται.
Acts SBLGNT 28:2  οἵ ⸀τε βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ⸀ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.
Acts SBLGNT 28:3  συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων ⸀τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ⸀ἀπὸ τῆς θέρμης ⸀ἐξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ.
Acts SBLGNT 28:4  ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ⸂πρὸς ἀλλήλους ἔλεγον⸃· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν.
Acts SBLGNT 28:5  ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν·
Acts SBLGNT 28:6  οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, ⸀μεταβαλόμενοι ἔλεγον ⸂αὐτὸν εἶναι θεόν⸃.
Acts SBLGNT 28:7  Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς ⸂τρεῖς ἡμέρας⸃ φιλοφρόνως ἐξένισεν.
Acts SBLGNT 28:8  ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ ⸀δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
Acts SBLGNT 28:9  τούτου ⸀δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ ⸂ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας⸃ προσήρχοντο καὶ ἐθεραπεύοντο,
Acts SBLGNT 28:10  οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς ⸂τὰς χρείας⸃.
Acts SBLGNT 28:11  Μετὰ δὲ τρεῖς μῆνας ⸀ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις.
Acts SBLGNT 28:12  καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς,
Acts SBLGNT 28:13  ὅθεν ⸀περιελόντες κατηντήσαμεν εἰς Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους,
Acts SBLGNT 28:14  οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ⸀παρʼ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν.
Acts SBLGNT 28:15  κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ⸀ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος.
Acts SBLGNT 28:16  Ὅτε δὲ ⸀εἰσήλθομεν εἰς Ῥώμην, ⸂ἐπετράπη τῷ Παύλῳ⸃ μένειν καθʼ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
Acts SBLGNT 28:17  Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι ⸀αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς· ⸂Ἐγώ, ἄνδρες ἀδελφοί⸃, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων,
Acts SBLGNT 28:18  οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί·
Acts SBLGNT 28:19  ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι ⸀κατηγορεῖν.
Acts SBLGNT 28:20  διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
Acts SBLGNT 28:21  οἱ δὲ πρὸς αὐτὸν εἶπαν· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν.
Acts SBLGNT 28:22  ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ⸂ἡμῖν ἐστιν⸃ ὅτι πανταχοῦ ἀντιλέγεται.
Acts SBLGNT 28:23  Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ⸀ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε ⸀αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας.
Acts SBLGNT 28:24  καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις οἱ δὲ ἠπίστουν,
Acts SBLGNT 28:25  ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ⸀ὑμῶν
Acts SBLGNT 28:26  ⸀λέγων· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
Acts SBLGNT 28:27  ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
Acts SBLGNT 28:28  γνωστὸν οὖν ⸂ἔστω ὑμῖν⸃ ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη ⸀τοῦτο τὸ σωτήριον τοῦ θεοῦ· αὐτοὶ καὶ ⸀ἀκούσονται.
Acts SBLGNT 28:30  ⸀Ἐνέμεινεν ⸀δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
Acts SBLGNT 28:31  κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.