Toggle notes
Chapter 1
I Ch | LXX | 1:9 | καὶ υἱοὶ Χους Σαβα καὶ Ευιλατ καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σεβεκαθα καὶ υἱοὶ Ρεγμα Σαβα καὶ Ουδαδαν | |
I Ch | LXX | 1:32 | καὶ υἱοὶ Χεττουρας παλλακῆς Αβρααμ καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβραν Ιεξαν Μαδαν Μαδιαμ Σοβακ Σωε καὶ υἱοὶ Ιεξαν Σαβα καὶ Δαιδαν | |
I Ch | LXX | 1:33 | καὶ υἱοὶ Μαδιαμ Γαιφα καὶ Οφερ καὶ Ενωχ καὶ Αβιδα καὶ Ελδαα πάντες οὗτοι υἱοὶ Χεττουρας | |
I Ch | LXX | 1:46 | καὶ ἀπέθανεν Ασομ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ πατάξας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ | |
I Ch | LXX | 1:50 | καὶ ἀπέθανεν Βαλαεννων υἱὸς Αχοβωρ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αδαδ υἱὸς Βαραδ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ | |
Chapter 2
I Ch | LXX | 2:3 | υἱοὶ Ιουδα Ηρ Αυναν Σηλων τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαυας τῆς Χαναανίτιδος καὶ ἦν Ηρ ὁ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου καὶ ἀπέκτεινεν αὐτόν | |
I Ch | LXX | 2:10 | καὶ Αραμ ἐγέννησεν τὸν Αμιναδαβ καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων ἄρχοντα τοῦ οἴκου Ιουδα | |
I Ch | LXX | 2:18 | καὶ Χαλεβ υἱὸς Εσερων ἐγέννησεν τὴν Γαζουβα γυναῖκα καὶ τὴν Ιεριωθ καὶ οὗτοι υἱοὶ αὐτῆς Ιωασαρ καὶ Σωβαβ καὶ Ορνα | |
I Ch | LXX | 2:21 | καὶ μετὰ ταῦτα εἰσῆλθεν Εσερων πρὸς τὴν θυγατέρα Μαχιρ πατρὸς Γαλααδ καὶ οὗτος ἔλαβεν αὐτήν καὶ αὐτὸς ἑξήκοντα ἦν ἐτῶν καὶ ἔτεκεν αὐτῷ τὸν Σεγουβ | |
I Ch | LXX | 2:23 | καὶ ἔλαβεν Γεδσουρ καὶ Αραμ τὰς κώμας Ιαϊρ ἐξ αὐτῶν τὴν Καναθ καὶ τὰς κώμας αὐτῆς ἑξήκοντα πόλεις πᾶσαι αὗται υἱῶν Μαχιρ πατρὸς Γαλααδ | |
I Ch | LXX | 2:24 | καὶ μετὰ τὸ ἀποθανεῖν Εσερων ἦλθεν Χαλεβ εἰς Εφραθα καὶ ἡ γυνὴ Εσερων Αβια καὶ ἔτεκεν αὐτῷ τὸν Ασχωδ πατέρα Θεκωε | |
I Ch | LXX | 2:25 | καὶ ἦσαν υἱοὶ Ιερεμεηλ πρωτοτόκου Εσερων ὁ πρωτότοκος Ραμ καὶ Βαανα καὶ Αραν καὶ Ασομ ἀδελφὸς αὐτοῦ | |
I Ch | LXX | 2:34 | καὶ οὐκ ἦσαν τῷ Σωσαν υἱοί ἀλλ’ ἢ θυγατέρες καὶ τῷ Σωσαν παῖς Αἰγύπτιος καὶ ὄνομα αὐτῷ Ιωχηλ | |
I Ch | LXX | 2:35 | καὶ ἔδωκεν Σωσαν τὴν θυγατέρα αὐτοῦ τῷ Ιωχηλ παιδὶ αὐτοῦ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ τὸν Εθθι | |
I Ch | LXX | 2:42 | καὶ υἱοὶ Χαλεβ ἀδελφοῦ Ιερεμεηλ Μαρισα ὁ πρωτότοκος αὐτοῦ οὗτος πατὴρ Ζιφ καὶ υἱοὶ Μαρισα πατρὸς Χεβρων | |
I Ch | LXX | 2:46 | καὶ Γαιφα ἡ παλλακὴ Χαλεβ ἐγέννησεν τὸν Αρραν καὶ τὸν Μωσα καὶ τὸν Γεζουε καὶ Αρραν ἐγέννησεν τὸν Γεζουε | |
I Ch | LXX | 2:49 | καὶ ἐγέννησεν Σαγαφ πατέρα Μαρμηνα καὶ τὸν Σαου πατέρα Μαχαβηνα καὶ πατέρα Γαιβαα καὶ θυγάτηρ Χαλεβ Ασχα | |
I Ch | LXX | 2:53 | Εμοσφεως πόλις Ιαϊρ Αιθαλιμ καὶ Μιφιθιμ καὶ Ησαμαθιμ καὶ Ημασαραϊμ ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαῖοι καὶ οἱ Εσθαωλαῖοι | |
Chapter 3
I Ch | LXX | 3:1 | καὶ οὗτοι ἦσαν υἱοὶ Δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρων ὁ πρωτότοκος Αμνων τῇ Αχινααμ τῇ Ιεζραηλίτιδι ὁ δεύτερος Δανιηλ τῇ Αβιγαια τῇ Καρμηλίᾳ | |
I Ch | LXX | 3:2 | ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μωχα θυγατρὸς Θολμαι βασιλέως Γεδσουρ ὁ τέταρτος Αδωνια υἱὸς Αγγιθ | |
I Ch | LXX | 3:4 | ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρων καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ | |
I Ch | LXX | 3:5 | καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ιερουσαλημ Σαμαα Σωβαβ Ναθαν καὶ Σαλωμων τέσσαρες τῇ Βηρσαβεε θυγατρὶ Αμιηλ | |
I Ch | LXX | 3:19 | καὶ υἱοὶ Σαλαθιηλ Ζοροβαβελ καὶ Σεμεϊ καὶ υἱοὶ Ζοροβαβελ Μοσολλαμος καὶ Ανανια καὶ Σαλωμιθ ἀδελφὴ αὐτῶν | |
I Ch | LXX | 3:21 | καὶ υἱοὶ Ανανια Φαλλετια καὶ Ισαια υἱὸς αὐτοῦ Ραφαια υἱὸς αὐτοῦ Ορνα υἱὸς αὐτοῦ Αβδια υἱὸς αὐτοῦ Σεχενια υἱὸς αὐτοῦ | |
I Ch | LXX | 3:22 | καὶ υἱὸς Σεχενια Σαμαια καὶ υἱοὶ Σαμαια Χαττους καὶ Ιωηλ καὶ Μαρι καὶ Νωαδια καὶ Σαφαθ ἕξ | |
Chapter 4
I Ch | LXX | 4:2 | καὶ Ραια υἱὸς αὐτοῦ καὶ Σουβαλ ἐγέννησεν τὸν Ιεθ καὶ Ιεθ ἐγέννησεν τὸν Αχιμι καὶ τὸν Λααδ αὗται αἱ γενέσεις τοῦ Σαραθι | |
I Ch | LXX | 4:4 | καὶ Φανουηλ πατὴρ Γεδωρ καὶ Αζηρ πατὴρ Ωσαν οὗτοι υἱοὶ Ωρ τοῦ πρωτοτόκου Εφραθα πατρὸς Βαιθλαεμ | |
I Ch | LXX | 4:6 | καὶ ἔτεκεν αὐτῷ Αωδα τὸν Ωχαζαμ καὶ τὸν Ηφαδ καὶ τὸν Θαιμαν καὶ τὸν Ασθηραν πάντες οὗτοι υἱοὶ Αωδας | |
I Ch | LXX | 4:9 | καὶ ἦν Ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιγαβης λέγουσα ἔτεκον ὡς γαβης | |
I Ch | LXX | 4:10 | καὶ ἐπεκαλέσατο Ιγαβης τὸν θεὸν Ισραηλ λέγων ἐὰν εὐλογῶν εὐλογήσῃς με καὶ πληθύνῃς τὰ ὅριά μου καὶ ᾖ ἡ χείρ σου μετ’ ἐμοῦ καὶ ποιήσεις γνῶσιν τοῦ μὴ ταπεινῶσαί με καὶ ἐπήγαγεν ὁ θεὸς πάντα ὅσα ᾐτήσατο | |
I Ch | LXX | 4:12 | καὶ Ασσαθων ἐγέννησεν τὸν Βαθρεφαν καὶ τὸν Φεσσηε καὶ τὸν Θανα πατέρα πόλεως Ναας ἀδελφοῦ Εσελων τοῦ Κενεζι οὗτοι ἄνδρες Ρηφα | |
I Ch | LXX | 4:14 | καὶ Μαναθι ἐγέννησεν τὸν Γοφερα καὶ Σαραια ἐγέννησεν τὸν Ιωαβ πατέρα Αγεαδδαϊρ ὅτι τέκτονες ἦσαν | |
I Ch | LXX | 4:17 | καὶ υἱοὶ Εσρι Ιεθερ Μωραδ καὶ Αφερ καὶ Ιαλων καὶ ἐγέννησεν Ιεθερ τὸν Μαρων καὶ τὸν Σεμαι καὶ τὸν Μαρεθ πατέρα Εσθεμων | |
I Ch | LXX | 4:18 | καὶ ἡ γυνὴ αὐτοῦ αὕτη Αδια ἔτεκεν τὸν Ιαρεδ πατέρα Γεδωρ καὶ τὸν Αβερ πατέρα Σωχων καὶ τὸν Ιεκθιηλ πατέρα Ζανω καὶ οὗτοι υἱοὶ Γελια θυγατρὸς Φαραω ἣν ἔλαβεν Μωρηδ | |
I Ch | LXX | 4:19 | καὶ υἱοὶ γυναικὸς τῆς Ιδουιας ἀδελφῆς Ναχεμ καὶ Δαλια πατὴρ Κεϊλα καὶ Σεμειων πατὴρ Ιωμαν καὶ υἱοὶ Ναημ πατρὸς Κεϊλα Αγαρμι καὶ Εσθεμωη Μαχαθι | |
I Ch | LXX | 4:21 | υἱοὶ Σηλωμ υἱοῦ Ιουδα Ηρ πατὴρ Ληχα καὶ Λααδα πατὴρ Μαρησα καὶ γενέσεις οἰκιῶν εφραθ αβακ τῷ οἴκῳ Εσοβα | |
I Ch | LXX | 4:22 | καὶ Ιωακιμ καὶ ἄνδρες Χωζηβα καὶ Ιωας καὶ Σαραφ οἳ κατῴκησαν ἐν Μωαβ καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αθουκιιν | |
I Ch | LXX | 4:23 | οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ναταϊμ καὶ Γαδηρα μετὰ τοῦ βασιλέως ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ | |
I Ch | LXX | 4:27 | καὶ τῷ Σεμεϊ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα | |
I Ch | LXX | 4:31 | καὶ Βαιθμαρχαβωθ καὶ ἥμισυ Σωσιμ καὶ οἶκον Βαρουμσεωριμ αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυιδ | |
I Ch | LXX | 4:33 | καὶ πᾶσαι αἱ ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βααλ αὕτη ἡ κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν | |
I Ch | LXX | 4:38 | οὗτοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος | |
I Ch | LXX | 4:39 | καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γεραρα ἕως τῶν ἀνατολῶν τῆς Γαι τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν | |
I Ch | LXX | 4:40 | καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν καὶ εἰρήνη καὶ ἡσυχία ὅτι ἐκ τῶν υἱῶν Χαμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν | |
I Ch | LXX | 4:41 | καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ’ ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους οὓς εὕροσαν ἐκεῖ καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ’ αὐτῶν ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ | |
I Ch | LXX | 4:42 | καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υἱῶν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτῶν | |
Chapter 5
I Ch | LXX | 5:1 | καὶ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ ὅτι οὗτος ὁ πρωτότοκος καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ιωσηφ υἱῷ Ισραηλ καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια | |
I Ch | LXX | 5:2 | ὅτι Ιουδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ καὶ ἡ εὐλογία τοῦ Ιωσηφ | |
I Ch | LXX | 5:7 | καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατριᾷ αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν ὁ ἄρχων Ιωηλ καὶ Ζαχαρια | |
I Ch | LXX | 5:8 | καὶ Βαλεκ υἱὸς Οζουζ υἱὸς Σαμα υἱὸς Ιωηλ οὗτος κατῴκησεν ἐν Αροηρ καὶ ἐπὶ Ναβαυ καὶ Βεελμαων | |
I Ch | LXX | 5:9 | καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλααδ | |
I Ch | LXX | 5:10 | καὶ ἐν ἡμέραις Σαουλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατ’ ἀνατολὰς τῆς Γαλααδ | |
I Ch | LXX | 5:13 | καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν Μιχαηλ Μοσολλαμ καὶ Σεβεε καὶ Ιωρεε καὶ Ιαχαν καὶ Ζουε καὶ Ωβηδ ἑπτά | |
I Ch | LXX | 5:14 | οὗτοι υἱοὶ Αβιχαιλ υἱοῦ Ουρι υἱοῦ Ιδαι υἱοῦ Γαλααδ υἱοῦ Μιχαηλ υἱοῦ Ισαι υἱοῦ Ιουρι υἱοῦ Ζαβουχαμ | |
I Ch | LXX | 5:16 | κατῴκουν ἐν Γαλααδ ἐν Βασαν καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρων ἕως ἐξόδου | |
I Ch | LXX | 5:17 | πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ιωαθαμ βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ βασιλέως Ισραηλ | |
I Ch | LXX | 5:18 | υἱοὶ Ρουβην καὶ Γαδ καὶ ἥμισυ φυλῆς Μανασση ἐξ υἱῶν δυνάμεως ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν | |
I Ch | LXX | 5:20 | καὶ κατίσχυσαν ἐπ’ αὐτῶν καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ Αγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν ὅτι πρὸς τὸν θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ καὶ ἐπήκουσεν αὐτοῖς ὅτι ἤλπισαν ἐπ’ αὐτόν | |
I Ch | LXX | 5:21 | καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας | |
I Ch | LXX | 5:22 | ὅτι τραυματίαι πολλοὶ ἔπεσον ὅτι παρὰ τοῦ θεοῦ ὁ πόλεμος καὶ κατῴκησαν ἀντ’ αὐτῶν ἕως τῆς μετοικεσίας | |
I Ch | LXX | 5:23 | καὶ οἱ ἡμίσεις φυλῆς Μανασση κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασαν ἕως Βααλερμων καὶ Σανιρ καὶ ὄρος Αερμων καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν | |
I Ch | LXX | 5:24 | καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν Οφερ καὶ Ισεϊ καὶ Ελιηλ καὶ Εσδριηλ καὶ Ιερμια καὶ Ωδουια καὶ Ιεδιηλ ἄνδρες ἰσχυροὶ δυνάμει ἄνδρες ὀνομαστοί ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν | |
I Ch | LXX | 5:25 | καὶ ἠθέτησαν ἐν θεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω θεῶν λαῶν τῆς γῆς οὓς ἐξῆρεν ὁ θεὸς ἀπὸ προσώπου αὐτῶν | |
I Ch | LXX | 5:26 | καὶ ἐπήγειρεν ὁ θεὸς Ισραηλ τὸ πνεῦμα Φαλωχ βασιλέως Ασσουρ καὶ τὸ πνεῦμα Θαγλαθφαλνασαρ βασιλέως Ασσουρ καὶ μετῴκισεν τὸν Ρουβην καὶ τὸν Γαδδι καὶ τὸ ἥμισυ φυλῆς Μανασση καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλαχ καὶ Χαβωρ καὶ ἐπὶ ποταμὸν Γωζαν ἕως τῆς ἡμέρας ταύτης | |
I Ch | LXX | 5:29 | καὶ υἱοὶ Αμβραμ Ααρων καὶ Μωυσῆς καὶ Μαριαμ καὶ υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ | |
I Ch | LXX | 5:36 | καὶ Ιωανας ἐγέννησεν τὸν Αζαριαν οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμων ἐν Ιερουσαλημ | |
Chapter 6
I Ch | LXX | 6:16 | καὶ οὗτοι οὓς κατέστησεν Δαυιδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ | |
I Ch | LXX | 6:17 | καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις ἕως οὗ ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον κυρίου ἐν Ιερουσαλημ καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν | |
I Ch | LXX | 6:18 | καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Κααθ Αιμαν ὁ ψαλτῳδὸς υἱὸς Ιωηλ υἱοῦ Σαμουηλ | |
I Ch | LXX | 6:33 | καὶ ἀδελφοὶ αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν οἱ Λευῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ | |
I Ch | LXX | 6:34 | καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ θεοῦ | |
I Ch | LXX | 6:39 | καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν ἐν τοῖς ὁρίοις αὐτῶν τοῖς υἱοῖς Ααρων τῇ πατριᾷ τοῦ Κααθι ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος | |
I Ch | LXX | 6:42 | καὶ τοῖς υἱοῖς Ααρων ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων τὴν Χεβρων καὶ τὴν Λοβνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Σελνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Εσθαμω καὶ τὰ περισπόρια αὐτῆς | |
I Ch | LXX | 6:44 | καὶ τὴν Ασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ατταν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμυς καὶ τὰ περισπόρια αὐτῆς | |
I Ch | LXX | 6:45 | καὶ ἐκ φυλῆς Βενιαμιν τὴν Γαβεε καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμεθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αγχωχ καὶ τὰ περισπόρια αὐτῆς πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν | |
I Ch | LXX | 6:46 | καὶ τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασση κλήρῳ πόλεις δέκα | |
I Ch | LXX | 6:47 | καὶ τοῖς υἱοῖς Γεδσων κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ισσαχαρ ἐκ φυλῆς Ασηρ ἐκ φυλῆς Νεφθαλι ἐκ φυλῆς Μανασση ἐν τῇ Βασαν πόλεις τρισκαίδεκα | |
I Ch | LXX | 6:48 | καὶ τοῖς υἱοῖς Μεραρι κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ρουβην ἐκ φυλῆς Γαδ ἐκ φυλῆς Ζαβουλων κλήρῳ πόλεις δέκα δύο | |
I Ch | LXX | 6:50 | καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ιουδα καὶ ἐκ φυλῆς υἱῶν Συμεων τὰς πόλεις ταύτας ἃς ἐκάλεσεν αὐτὰς ἐπ’ ὀνόματος | |
I Ch | LXX | 6:52 | καὶ ἔδωκαν αὐτῷ τὰς πόλεις τῶν φυγαδευτηρίων τὴν Συχεμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Εφραιμ καὶ τὴν Γαζερ καὶ τὰ περισπόρια αὐτῆς | |
I Ch | LXX | 6:55 | καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Αναρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιεβλααμ καὶ τὰ περισπόρια αὐτῆς κατὰ πατριὰν τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις | |
I Ch | LXX | 6:56 | τοῖς υἱοῖς Γεδσων ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασση τὴν Γωλαν ἐκ τῆς Βασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ασηρωθ καὶ τὰ περισπόρια αὐτῆς | |
I Ch | LXX | 6:57 | καὶ ἐκ φυλῆς Ισσαχαρ τὴν Κεδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερι καὶ τὰ περισπόρια αὐτῆς | |
I Ch | LXX | 6:59 | καὶ ἐκ φυλῆς Ασηρ τὴν Μασαλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αβαραν καὶ τὰ περισπόρια αὐτῆς | |
I Ch | LXX | 6:61 | καὶ ἀπὸ φυλῆς Νεφθαλι τὴν Κεδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαιμ καὶ τὰ περισπόρια αὐτῆς | |
I Ch | LXX | 6:62 | τοῖς υἱοῖς Μεραρι τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλων τὴν Ρεμμων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαχχια καὶ τὰ περισπόρια αὐτῆς | |
I Ch | LXX | 6:63 | καὶ ἐκ τοῦ πέραν τοῦ Ιορδάνου Ιεριχω κατὰ δυσμὰς τοῦ Ιορδάνου ἐκ φυλῆς Ρουβην τὴν Βοσορ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιασα καὶ τὰ περισπόρια αὐτῆς | |
I Ch | LXX | 6:65 | καὶ ἐκ φυλῆς Γαδ τὴν Ραμωθ Γαλααδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναιμ καὶ τὰ περισπόρια αὐτῆς | |
Chapter 7
I Ch | LXX | 7:2 | καὶ υἱοὶ Θωλα Οζι καὶ Ραφαια καὶ Ιεριηλ καὶ Ιεμου καὶ Ιεβασαμ καὶ Σαμουηλ ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλα ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν ὁ ἀριθμὸς αὐτῶν ἐν ἡμέραις Δαυιδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι | |
I Ch | LXX | 7:3 | καὶ υἱοὶ Οζι Ιεζρια καὶ υἱοὶ Ιεζρια Μιχαηλ καὶ Οβδια καὶ Ιωηλ καὶ Ιεσια πέντε ἄρχοντες πάντες | |
I Ch | LXX | 7:4 | καὶ ἐπ’ αὐτῶν κατὰ γενέσεις αὐτῶν κατ’ οἴκους πατρικοὺς αὐτῶν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς | |
I Ch | LXX | 7:5 | καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ισσαχαρ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων | |
I Ch | LXX | 7:7 | καὶ υἱοὶ Βαλε Ασεβων καὶ Οζι καὶ Οζιηλ καὶ Ιεριμωθ καὶ Ουρι πέντε ἄρχοντες οἴκων πατρικῶν ἰσχυροὶ δυνάμει καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριάκοντα τέσσαρες | |
I Ch | LXX | 7:8 | καὶ υἱοὶ Βαχιρ Ζαμαριας καὶ Ιωας καὶ Ελιεζερ καὶ Ελιθεναν καὶ Αμαρια καὶ Ιεριμωθ καὶ Αβιου καὶ Αναθωθ καὶ Γεμεεθ πάντες οὗτοι υἱοὶ Βαχιρ | |
I Ch | LXX | 7:9 | καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει εἴκοσι χιλιάδες καὶ διακόσιοι | |
I Ch | LXX | 7:10 | καὶ υἱοὶ Ιαδιηλ Βαλααν καὶ υἱοὶ Βαλααν Ιαους καὶ Βενιαμιν καὶ Αωθ καὶ Χανανα καὶ Ζαιθαν καὶ Ραμεσσαι καὶ Αχισααρ | |
I Ch | LXX | 7:11 | πάντες οὗτοι υἱοὶ Ιαδιηλ ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει ἑπτακαίδεκα χιλιάδες καὶ διακόσιοι ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν | |
I Ch | LXX | 7:15 | καὶ Μαχιρ ἔλαβεν γυναῖκα τῷ Αμφιν καὶ Μαμφιν καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχα καὶ ὄνομα τῷ δευτέρῳ Σαλπααδ καὶ ἐγεννήθησαν τῷ Σαλπααδ θυγατέρες | |
I Ch | LXX | 7:16 | καὶ ἔτεκεν Μοωχα γυνὴ Μαχιρ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Φαρες καὶ ὄνομα ἀδελφοῦ αὐτοῦ Σορος υἱὸς αὐτοῦ Ουλαμ | |
I Ch | LXX | 7:20 | καὶ υἱοὶ Εφραιμ Σωθαλα καὶ Βαραδ υἱὸς αὐτοῦ καὶ Θααθ υἱὸς αὐτοῦ Ελεαδα υἱὸς αὐτοῦ Νομεε υἱὸς αὐτοῦ | |
I Ch | LXX | 7:21 | Ζαβεδ υἱὸς αὐτοῦ Σωθελε υἱὸς αὐτοῦ καὶ Εζερ καὶ Ελεαδ καὶ ἀπέκτειναν αὐτοὺς ἄνδρες Γεθ οἱ τεχθέντες ἐν τῇ γῇ ὅτι κατέβησαν λαβεῖν τὰ κτήνη αὐτῶν | |
I Ch | LXX | 7:22 | καὶ ἐπένθησεν Εφραιμ πατὴρ αὐτῶν ἡμέρας πολλάς καὶ ἦλθον ἀδελφοὶ αὐτοῦ τοῦ παρακαλέσαι αὐτόν | |
I Ch | LXX | 7:23 | καὶ εἰσῆλθεν πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Βαραγα ὅτι ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου | |
I Ch | LXX | 7:24 | καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις καὶ ᾠκοδόμησεν Βαιθωρων τὴν κάτω καὶ τὴν ἄνω καὶ υἱοὶ Οζαν Σεηρα | |
I Ch | LXX | 7:28 | καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν Βαιθηλ καὶ αἱ κῶμαι αὐτῆς κατ’ ἀνατολὰς Νααραν πρὸς δυσμαῖς Γαζερ καὶ αἱ κῶμαι αὐτῆς καὶ Συχεμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιαν καὶ αἱ κῶμαι αὐτῆς | |
I Ch | LXX | 7:29 | καὶ ἕως ὁρίων υἱῶν Μανασση Βαιθσααν καὶ αἱ κῶμαι αὐτῆς Θααναχ καὶ αἱ κῶμαι αὐτῆς καὶ Βαλαδ καὶ αἱ κῶμαι αὐτῆς Μαγεδδω καὶ αἱ κῶμαι αὐτῆς Δωρ καὶ αἱ κῶμαι αὐτῆς ἐν ταύταις κατῴκησαν οἱ υἱοὶ Ιωσηφ υἱοῦ Ισραηλ | |
I Ch | LXX | 7:32 | καὶ Χαβερ ἐγέννησεν τὸν Ιαφαλητ καὶ τὸν Σαμηρ καὶ τὸν Χωθαμ καὶ τὴν Σωλα ἀδελφὴν αὐτῶν | |
Chapter 8
I Ch | LXX | 8:1 | καὶ Βενιαμιν ἐγέννησεν τὸν Βαλε πρωτότοκον αὐτοῦ καὶ Ασβηλ τὸν δεύτερον Ααρα τὸν τρίτον | |
I Ch | LXX | 8:6 | οὗτοι υἱοὶ Αωδ οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Γαβεε καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθι | |
I Ch | LXX | 8:8 | καὶ Σααρημ ἐγέννησεν ἐν τῷ πεδίῳ Μωαβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ωσιμ καὶ τὴν Βααδα γυναῖκα αὐτοῦ | |
I Ch | LXX | 8:9 | καὶ ἐγέννησεν ἐκ τῆς Αδα γυναικὸς αὐτοῦ τὸν Ιωβαβ καὶ τὸν Σεβια καὶ τὸν Μισα καὶ τὸν Μελχαμ | |
I Ch | LXX | 8:12 | καὶ υἱοὶ Αλφααλ Ωβηδ Μεσσααμ Σεμμηρ οὗτος ᾠκοδόμησεν τὴν Ωνω καὶ τὴν Λοδ καὶ τὰς κώμας αὐτῆς | |
I Ch | LXX | 8:13 | καὶ Βεριγα καὶ Σαμα οὗτοι ἄρχοντες τῶν πατριῶν τοῖς κατοικοῦσιν Αιλαμ καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γεθ | |
I Ch | LXX | 8:32 | καὶ Μακαλωθ ἐγέννησεν τὸν Σεμαα καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν | |
I Ch | LXX | 8:33 | καὶ Νηρ ἐγέννησεν τὸν Κις καὶ Κις ἐγέννησεν τὸν Σαουλ καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ασαβαλ | |
I Ch | LXX | 8:36 | καὶ Αχαζ ἐγέννησεν τὸν Ιωιαδα καὶ Ιωιαδα ἐγέννησεν τὸν Γαλεμαθ καὶ τὸν Ασμωθ καὶ τὸν Ζαμβρι καὶ Ζαμβρι ἐγέννησεν τὸν Μαισα | |
I Ch | LXX | 8:38 | καὶ τῷ Εσηλ ἓξ υἱοί καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν Εζρικαμ πρωτότοκος αὐτοῦ καὶ Ισμαηλ καὶ Σαραια καὶ Αβδια καὶ Αναν πάντες οὗτοι υἱοὶ Εσηλ | |
I Ch | LXX | 8:39 | καὶ υἱοὶ Ασηλ ἀδελφοῦ αὐτοῦ Αιλαμ πρωτότοκος αὐτοῦ καὶ Ιαις ὁ δεύτερος Ελιφαλετ ὁ τρίτος | |
Chapter 9
I Ch | LXX | 9:1 | καὶ πᾶς Ισραηλ ὁ συλλοχισμὸς αὐτῶν καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν | |
I Ch | LXX | 9:2 | καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ισραηλ οἱ ἱερεῖς οἱ Λευῖται καὶ οἱ δεδομένοι | |
I Ch | LXX | 9:3 | καὶ ἐν Ιερουσαλημ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ιουδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ Μανασση | |
I Ch | LXX | 9:8 | καὶ Ιβαναα υἱὸς Ιρααμ καὶ οὗτοι υἱοὶ Οζι υἱοῦ Μαχιρ καὶ Μασσαλημ υἱὸς Σαφατια υἱοῦ Ραγουηλ υἱοῦ Βαναια | |
I Ch | LXX | 9:9 | καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν ἐννακόσιοι πεντήκοντα ἕξ πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ’ οἴκους πατριῶν αὐτῶν | |
I Ch | LXX | 9:11 | καὶ Αζαρια υἱὸς Χελκια υἱοῦ Μοσολλαμ υἱοῦ Σαδωκ υἱοῦ Μαραιωθ υἱοῦ Αχιτωβ ἡγούμενος οἴκου τοῦ θεοῦ | |
I Ch | LXX | 9:12 | καὶ Αδαια υἱὸς Ιρααμ υἱοῦ Πασχωρ υἱοῦ Μαλχια καὶ Μαασαια υἱὸς Αδιηλ υἱοῦ Ιεδιου υἱοῦ Μοσολλαμ υἱοῦ Μασελμωθ υἱοῦ Εμμηρ | |
I Ch | LXX | 9:13 | καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ | |
I Ch | LXX | 9:16 | καὶ Αβδια υἱὸς Σαμια υἱοῦ Γαλαλ υἱοῦ Ιδιθων καὶ Βαραχια υἱὸς Οσσα υἱοῦ Ηλκανα ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατι | |
I Ch | LXX | 9:18 | καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ’ ἀνατολάς αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευι | |
I Ch | LXX | 9:19 | καὶ Σαλωμ υἱὸς Κωρη υἱοῦ Αβιασαφ υἱοῦ Κορε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ οἱ Κορῖται ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον | |
I Ch | LXX | 9:22 | πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν ὁ καταλοχισμὸς αὐτῶν τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ ὁ βλέπων τῇ πίστει αὐτῶν | |
I Ch | LXX | 9:23 | καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ κυρίου ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν | |
I Ch | LXX | 9:25 | καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων | |
I Ch | LXX | 9:26 | ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ | |
I Ch | LXX | 9:27 | καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν ὅτι ἐπ’ αὐτοὺς φυλακή καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ | |
I Ch | LXX | 9:28 | καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά | |
I Ch | LXX | 9:29 | καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως τοῦ οἴνου τοῦ ἐλαίου τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων | |
I Ch | LXX | 9:31 | καὶ Ματταθιας ἐκ τῶν Λευιτῶν οὗτος ὁ πρωτότοκος τῷ Σαλωμ τῷ Κορίτῃ ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως | |
I Ch | LXX | 9:32 | καὶ Βαναιας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον | |
I Ch | LXX | 9:33 | καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν διατεταγμέναι ἐφημερίαι ὅτι ἡμέρα καὶ νὺξ ἐπ’ αὐτοῖς ἐν τοῖς ἔργοις | |
I Ch | LXX | 9:34 | οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ | |
I Ch | LXX | 9:38 | καὶ Μακελλωθ ἐγέννησεν τὸν Σαμαα καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν | |
I Ch | LXX | 9:39 | καὶ Νηρ ἐγέννησεν τὸν Κις καὶ Κις ἐγέννησεν τὸν Σαουλ καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ισβααλ | |
I Ch | LXX | 9:42 | καὶ Αχαζ ἐγέννησεν τὸν Ιαδα καὶ Ιαδα ἐγέννησεν τὸν Γαλεμεθ καὶ τὸν Γαζμωθ καὶ τὸν Ζαμβρι καὶ Ζαμβρι ἐγέννησεν τὸν Μασα | |
Chapter 10
I Ch | LXX | 10:1 | καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς Ισραηλ καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουε | |
I Ch | LXX | 10:2 | καὶ κατεδίωξαν ἀλλόφυλοι ὀπίσω Σαουλ καὶ ὀπίσω υἱῶν αὐτοῦ καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισουε υἱοὺς Σαουλ | |
I Ch | LXX | 10:3 | καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαουλ καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τοῖς τόξοις καὶ πόνοις καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων | |
I Ch | LXX | 10:4 | καὶ εἶπεν Σαουλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσίν μοι καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἐφοβεῖτο σφόδρα καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ’ αὐτήν | |
I Ch | LXX | 10:5 | καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανεν Σαουλ καὶ ἔπεσεν καί γε αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν | |
I Ch | LXX | 10:6 | καὶ ἀπέθανεν Σαουλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανεν | |
I Ch | LXX | 10:7 | καὶ εἶδεν πᾶς ἀνὴρ Ισραηλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν Ισραηλ καὶ ὅτι ἀπέθανεν Σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον καὶ ἦλθον ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς | |
I Ch | LXX | 10:8 | καὶ ἐγένετο τῇ ἐχομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν Σαουλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουε | |
I Ch | LXX | 10:9 | καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ | |
I Ch | LXX | 10:10 | καὶ ἔθηκαν τὰ σκεύη αὐτοῦ ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγων | |
I Ch | LXX | 10:11 | καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλααδ ἅπαντα ἃ ἐποίησαν ἀλλόφυλοι τῷ Σαουλ καὶ τῷ Ισραηλ | |
I Ch | LXX | 10:12 | καὶ ἠγέρθησαν ἐκ Γαλααδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα Σαουλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς Ιαβις καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν Ιαβις καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας | |
I Ch | LXX | 10:13 | καὶ ἀπέθανεν Σαουλ ἐν ταῖς ἀνομίαις αὐτοῦ αἷς ἠνόμησεν τῷ κυρίῳ κατὰ τὸν λόγον κυρίου διότι οὐκ ἐφύλαξεν ὅτι ἐπηρώτησεν Σαουλ ἐν τῷ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι καὶ ἀπεκρίνατο αὐτῷ Σαμουηλ ὁ προφήτης | |
Chapter 11
I Ch | LXX | 11:2 | καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ καὶ εἶπεν κύριος ὁ θεός σού σοι σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ισραηλ | |
I Ch | LXX | 11:3 | καὶ ἦλθον πάντες πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐναντίον κυρίου καὶ ἔχρισαν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ Ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Σαμουηλ | |
I Ch | LXX | 11:4 | καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ αὕτη Ιεβους καὶ ἐκεῖ οἱ Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν | |
I Ch | LXX | 11:5 | εἶπαν δὲ οἱ κατοικοῦντες Ιεβους τῷ Δαυιδ οὐκ εἰσελεύσῃ ὧδε καὶ προκατελάβετο τὴν περιοχὴν Σιων αὕτη ἡ πόλις Δαυιδ | |
I Ch | LXX | 11:6 | καὶ εἶπεν Δαυιδ πᾶς τύπτων Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν καὶ ἀνέβη ἐπ’ αὐτὴν ἐν πρώτοις Ιωαβ υἱὸς Σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα | |
I Ch | LXX | 11:10 | καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν οἳ ἦσαν τῷ Δαυιδ οἱ κατισχύοντες μετ’ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ισραηλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ισραηλ | |
I Ch | LXX | 11:11 | καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυιδ Ιεσεβααλ υἱὸς Αχαμανι πρῶτος τῶν τριάκοντα οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί | |
I Ch | LXX | 11:13 | οὗτος ἦν μετὰ Δαυιδ ἐν Φασοδομιν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων | |
I Ch | LXX | 11:14 | καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην | |
I Ch | LXX | 11:15 | καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ καὶ παρεμβολὴ τῶν ἀλλοφύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων | |
I Ch | LXX | 11:17 | καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ | |
I Ch | LXX | 11:18 | καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ ὃς ἦν ἐν τῇ πύλῃ καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυιδ καὶ οὐκ ἠθέλησεν Δαυιδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ | |
I Ch | LXX | 11:19 | καὶ εἶπεν ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί | |
I Ch | LXX | 11:20 | καὶ Αβεσσα ἀδελφὸς Ιωαβ οὗτος ἦν ἄρχων τῶν τριῶν οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν | |
I Ch | LXX | 11:21 | ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο | |
I Ch | LXX | 11:22 | καὶ Βαναιας υἱὸς Ιωδαε υἱὸς ἀνδρὸς δυνατοῦ πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαηλ οὗτος ἐπάταξεν τοὺς δύο αριηλ Μωαβ καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος | |
I Ch | LXX | 11:23 | καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον ἄνδρα ὁρατὸν πεντάπηχυν καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων καὶ κατέβη ἐπ’ αὐτὸν Βαναιας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ | |
I Ch | LXX | 11:25 | ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο καὶ κατέστησεν αὐτὸν Δαυιδ ἐπὶ τὴν πατριὰν αὐτοῦ | |
Chapter 12
I Ch | LXX | 12:1 | καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Σωκλαγ ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱοῦ Κις καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ | |
I Ch | LXX | 12:2 | καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις ἐκ τῶν ἀδελφῶν Σαουλ ἐκ Βενιαμιν | |
I Ch | LXX | 12:3 | ὁ ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα τοῦ Γεβωθίτου καὶ Ιωηλ καὶ Ιωφαλητ υἱοὶ Ασμωθ καὶ Βερχια καὶ Ιηουλ ὁ Αναθωθι | |
I Ch | LXX | 12:9 | καὶ ἀπὸ τοῦ Γαδδι ἐχωρίσθησαν πρὸς Δαυιδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει | |
I Ch | LXX | 12:15 | οὗτοι ἐκ τῶν υἱῶν Γαδ ἄρχοντες τῆς στρατιᾶς εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις | |
I Ch | LXX | 12:16 | οὗτοι οἱ διαβάντες τὸν Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν | |
I Ch | LXX | 12:18 | καὶ Δαυιδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς εἰ εἰς εἰρήνην ἥκατε πρός με εἴη μοι καρδία καθ’ ἑαυτὴν ἐφ’ ὑμᾶς καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός ἴδοι ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο | |
I Ch | LXX | 12:19 | καὶ πνεῦμα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τῶν τριάκοντα καὶ εἶπεν πορεύου καὶ ὁ λαός σου Δαυιδ υἱὸς Ιεσσαι εἰρήνη εἰρήνη σοι καὶ εἰρήνη τοῖς βοηθοῖς σου ὅτι ἐβοήθησέν σοι ὁ θεός σου καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων | |
I Ch | LXX | 12:20 | καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαουλ εἰς πόλεμον καὶ οὐκ ἐβοήθησεν αὐτοῖς ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαουλ | |
I Ch | LXX | 12:21 | ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωκλαγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασση Εδνα καὶ Ιωζαβαθ καὶ Ιωδιηλ καὶ Μιχαηλ καὶ Ιωσαβεθ καὶ Ελιμουθ καὶ Σελαθι ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασση | |
I Ch | LXX | 12:22 | καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυιδ ἐπὶ τὸν γεδδουρ ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει | |
I Ch | LXX | 12:24 | καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Χεβρων τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου | |
I Ch | LXX | 12:30 | καὶ ἐκ τῶν υἱῶν Βενιαμιν τῶν ἀδελφῶν Σαουλ τρεῖς χιλιάδες καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαουλ | |
I Ch | LXX | 12:31 | καὶ ἀπὸ υἱῶν Εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ ἰσχύι ἄνδρες ὀνομαστοὶ κατ’ οἴκους πατριῶν αὐτῶν | |
I Ch | LXX | 12:32 | καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση δέκα ὀκτὼ χιλιάδες οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυιδ | |
I Ch | LXX | 12:33 | καὶ ἀπὸ τῶν υἱῶν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτῶν διακόσιοι καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ’ αὐτῶν | |
I Ch | LXX | 12:34 | καὶ ἀπὸ Ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυιδ οὐχ ἑτεροκλινῶς | |
I Ch | LXX | 12:35 | καὶ ἀπὸ Νεφθαλι ἄρχοντες χίλιοι καὶ μετ’ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες | |
I Ch | LXX | 12:38 | καὶ ἐκ πέραν τοῦ Ιορδάνου ἀπὸ Ρουβην καὶ Γαδδι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες | |
I Ch | LXX | 12:39 | πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρων τοῦ βασιλεῦσαι τὸν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ὁ κατάλοιπος Ισραηλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυιδ | |
I Ch | LXX | 12:40 | καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες ὅτι ἡτοίμασαν αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν | |
Chapter 13
I Ch | LXX | 13:2 | καὶ εἶπεν Δαυιδ τῇ πάσῃ ἐκκλησίᾳ Ισραηλ εἰ ἐφ’ ὑμῖν ἀγαθὸν καὶ παρὰ κυρίου θεοῦ ἡμῶν εὐοδωθῇ ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ισραηλ καὶ μετ’ αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσιν κατασχέσεως αὐτῶν καὶ συναχθήσονται πρὸς ἡμᾶς | |
I Ch | LXX | 13:3 | καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡμᾶς ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ’ ἡμερῶν Σαουλ | |
I Ch | LXX | 13:4 | καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ | |
I Ch | LXX | 13:5 | καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ημαθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως Ιαριμ | |
I Ch | LXX | 13:6 | καὶ ἀνήγαγεν αὐτὴν Δαυιδ καὶ πᾶς Ισραηλ ἀνέβη εἰς πόλιν Δαυιδ ἣ ἦν τοῦ Ιουδα τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ κυρίου καθημένου ἐπὶ χερουβιν οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ | |
I Ch | LXX | 13:7 | καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ θεοῦ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου Αμιναδαβ καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν | |
I Ch | LXX | 13:8 | καὶ Δαυιδ καὶ πᾶς Ισραηλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν | |
I Ch | LXX | 13:9 | καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος | |
I Ch | LXX | 13:10 | καὶ ἐθυμώθη ὀργῇ κύριος ἐπὶ Οζα καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ θεοῦ | |
I Ch | LXX | 13:11 | καὶ ἠθύμησεν Δαυιδ ὅτι διέκοψεν κύριος διακοπὴν ἐν Οζα καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης | |
I Ch | LXX | 13:12 | καὶ ἐφοβήθη Δαυιδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων πῶς εἰσοίσω πρὸς ἐμαυτὸν τὴν κιβωτὸν τοῦ θεοῦ | |
I Ch | LXX | 13:13 | καὶ οὐκ ἀπέστρεψεν Δαυιδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυιδ καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου | |
Chapter 14
I Ch | LXX | 14:1 | καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον | |
I Ch | LXX | 14:2 | καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ | |
I Ch | LXX | 14:3 | καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας ἐν Ιερουσαλημ καὶ ἐτέχθησαν Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες | |
I Ch | LXX | 14:4 | καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων οἳ ἦσαν αὐτῷ ἐν Ιερουσαλημ Σαμαα Ισοβααμ Ναθαν Σαλωμων | |
I Ch | LXX | 14:8 | καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυιδ βασιλεὺς ἐπὶ πάντα Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς | |
I Ch | LXX | 14:10 | καὶ ἠρώτησεν Δαυιδ διὰ τοῦ θεοῦ λέγων εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν αὐτῷ κύριος ἀνάβηθι καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου | |
I Ch | LXX | 14:11 | καὶ ἀνέβη εἰς Βααλφαρασιν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυιδ καὶ εἶπεν Δαυιδ διέκοψεν ὁ θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ φαρασιν | |
I Ch | LXX | 14:14 | καὶ ἠρώτησεν Δαυιδ ἔτι ἐν θεῷ καὶ εἶπεν αὐτῷ ὁ θεός οὐ πορεύσῃ ὀπίσω αὐτῶν ἀποστρέφου ἀπ’ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων | |
I Ch | LXX | 14:15 | καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων | |
I Ch | LXX | 14:16 | καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ ὁ θεός καὶ ἐπάταξεν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαων ἕως Γαζαρα | |
Chapter 15
I Ch | LXX | 15:1 | καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυιδ καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν | |
I Ch | LXX | 15:2 | τότε εἶπεν Δαυιδ οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ’ ἢ τοὺς Λευίτας ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος | |
I Ch | LXX | 15:3 | καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτῇ | |
I Ch | LXX | 15:11 | καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας τὸν Ουριηλ Ασαια Ιωηλ Σαμαιαν Ελιηλ Αμιναδαβ | |
I Ch | LXX | 15:12 | καὶ εἶπεν αὐτοῖς ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ οὗ ἡτοίμασα αὐτῇ | |
I Ch | LXX | 15:13 | ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ θεὸς ἡμῶν ἐν ἡμῖν ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι | |
I Ch | LXX | 15:15 | καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ θεοῦ ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραφήν ἐν ἀναφορεῦσιν ἐπ’ αὐτούς | |
I Ch | LXX | 15:16 | καὶ εἶπεν Δαυιδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν νάβλαις καὶ κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης | |
I Ch | LXX | 15:17 | καὶ ἔστησαν οἱ Λευῖται τὸν Αιμαν υἱὸν Ιωηλ ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ασαφ υἱὸς Βαραχια καὶ ἐκ τῶν υἱῶν Μεραρι ἀδελφῶν αὐτοῦ Αιθαν υἱὸς Κισαιου | |
I Ch | LXX | 15:18 | καὶ μετ’ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιφαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας οἱ πυλωροί | |
I Ch | LXX | 15:21 | καὶ Ματταθιας καὶ Ελιφαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ τοῦ ἐνισχῦσαι | |
I Ch | LXX | 15:24 | καὶ Σοβνια καὶ Ιωσαφατ καὶ Ναθαναηλ καὶ Αμασαι καὶ Ζαχαρια καὶ Βαναι καὶ Ελιεζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ Αβδεδομ καὶ Ιια πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ | |
I Ch | LXX | 15:25 | καὶ ἦν Δαυιδ καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐξ οἴκου Αβδεδομ ἐν εὐφροσύνῃ | |
I Ch | LXX | 15:26 | καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς | |
I Ch | LXX | 15:27 | καὶ Δαυιδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενιας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων καὶ ἐπὶ Δαυιδ στολὴ βυσσίνη | |
I Ch | LXX | 15:28 | καὶ πᾶς Ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις ἀναφωνοῦντες νάβλαις καὶ ἐν κινύραις | |
Chapter 16
I Ch | LXX | 16:1 | καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυιδ καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον τοῦ θεοῦ | |
I Ch | LXX | 16:2 | καὶ συνετέλεσεν Δαυιδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου | |
I Ch | LXX | 16:3 | καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην | |
I Ch | LXX | 16:4 | καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν κύριον τὸν θεὸν Ισραηλ | |
I Ch | LXX | 16:5 | Ασαφ ὁ ἡγούμενος καὶ δευτερεύων αὐτῷ Ζαχαριας Ιιηλ Σεμιραμωθ Ιιηλ Ματταθιας Ελιαβ καὶ Βαναιας καὶ Αβδεδομ καὶ Ιιηλ ἐν ὀργάνοις νάβλαις καὶ κινύραις καὶ Ασαφ ἐν κυμβάλοις ἀναφωνῶν | |
I Ch | LXX | 16:6 | καὶ Βαναιας καὶ Οζιηλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ | |
I Ch | LXX | 16:7 | ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τότε ἔταξεν Δαυιδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ασαφ καὶ τῶν ἀδελφῶν αὐτοῦ | |
I Ch | LXX | 16:8 | ἐξομολογεῖσθε τῷ κυρίῳ ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ | |
I Ch | LXX | 16:29 | δότε τῷ κυρίῳ δόξαν ὀνόματος αὐτοῦ λάβετε δῶρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτοῦ καὶ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλαῖς ἁγίαις αὐτοῦ | |
I Ch | LXX | 16:31 | εὐφρανθήτω ὁ οὐρανός καὶ ἀγαλλιάσθω ἡ γῆ καὶ εἰπάτωσαν ἐν τοῖς ἔθνεσιν κύριος βασιλεύων | |
I Ch | LXX | 16:35 | καὶ εἴπατε σῶσον ἡμᾶς ὁ θεὸς τῆς σωτηρίας ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ αἰνεῖν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχᾶσθαι ἐν ταῖς αἰνέσεσίν σου | |
I Ch | LXX | 16:36 | εὐλογημένος κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος καὶ ἐρεῖ πᾶς ὁ λαός αμην καὶ ᾔνεσαν τῷ κυρίῳ | |
I Ch | LXX | 16:37 | καὶ κατέλιπον ἐκεῖ ἔναντι τῆς κιβωτοῦ διαθήκης κυρίου τὸν Ασαφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ λειτουργεῖν ἐναντίον τῆς κιβωτοῦ διὰ παντὸς τὸ τῆς ἡμέρας εἰς ἡμέραν | |
I Ch | LXX | 16:38 | καὶ Αβδεδομ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἑξήκοντα καὶ ὀκτώ καὶ Αβδεδομ υἱὸς Ιδιθων καὶ Οσσα εἰς πυλωρούς | |
I Ch | LXX | 16:39 | καὶ τὸν Σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς ἱερεῖς ἐναντίον σκηνῆς κυρίου ἐν Βαμα τῇ ἐν Γαβαων | |
I Ch | LXX | 16:40 | τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωὶ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ κυρίου ὅσα ἐνετείλατο ἐφ’ υἱοῖς Ισραηλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ θεοῦ | |
I Ch | LXX | 16:41 | καὶ μετ’ αὐτοῦ Αιμαν καὶ Ιδιθων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ’ ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ | |
I Ch | LXX | 16:42 | καὶ μετ’ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ θεοῦ υἱοὶ Ιδιθων εἰς τὴν πύλην | |
Chapter 17
I Ch | LXX | 17:1 | καὶ ἐγένετο ὡς κατῴκησεν Δαυιδ ἐν οἴκῳ αὐτοῦ καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν τὸν προφήτην ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ καὶ ἡ κιβωτὸς διαθήκης κυρίου ὑποκάτω δέρρεων | |
I Ch | LXX | 17:4 | πορεύου καὶ εἰπὸν πρὸς Δαυιδ τὸν παῖδά μου οὕτως εἶπεν κύριος οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ | |
I Ch | LXX | 17:5 | ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν Ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καταλύματι | |
I Ch | LXX | 17:6 | ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ισραηλ εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν Ισραηλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον | |
I Ch | LXX | 17:7 | καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυιδ τάδε λέγει κύριος παντοκράτωρ ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ | |
I Ch | LXX | 17:8 | καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς | |
I Ch | LXX | 17:9 | καὶ θήσομαι τόπον τῷ λαῷ μου Ισραηλ καὶ καταφυτεύσω αὐτόν καὶ κατασκηνώσει καθ’ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι καὶ οὐ προσθήσει ἀδικία τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ’ ἀρχῆς | |
I Ch | LXX | 17:10 | καὶ ἀφ’ ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐταπείνωσα ἅπαντας τοὺς ἐχθρούς σου καὶ αὐξήσω σε καὶ οἶκον οἰκοδομήσει σοι κύριος | |
I Ch | LXX | 17:11 | καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ ὃς ἔσται ἐκ τῆς κοιλίας σου καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ | |
I Ch | LXX | 17:13 | ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου | |
I Ch | LXX | 17:14 | καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος | |
I Ch | LXX | 17:15 | κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ | |
I Ch | LXX | 17:16 | καὶ ἦλθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἀπέναντι κυρίου καὶ εἶπεν τίς εἰμι ἐγώ κύριε ὁ θεός καὶ τίς ὁ οἶκός μου ὅτι ἠγάπησάς με ἕως αἰῶνος | |
I Ch | LXX | 17:17 | καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου ὁ θεός καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με κύριε ὁ θεός | |
I Ch | LXX | 17:20 | κύριε οὐκ ἔστιν ὅμοιός σοι καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν | |
I Ch | LXX | 17:21 | καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαὸν τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανὲς τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου ἔθνη | |
I Ch | LXX | 17:23 | καὶ νῦν κύριε ὁ λόγος σου ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πιστωθήτω ἕως αἰῶνος | |
I Ch | LXX | 17:24 | λεγόντων κύριε κύριε παντοκράτωρ θεὸς Ισραηλ καὶ ὁ οἶκος Δαυιδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου | |
I Ch | LXX | 17:25 | ὅτι σύ κύριε ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου | |
Chapter 18
I Ch | LXX | 18:1 | καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτοὺς καὶ ἔλαβεν τὴν Γεθ καὶ τὰς κώμας αὐτῆς ἐκ χειρὸς ἀλλοφύλων | |
I Ch | LXX | 18:3 | καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ βασιλέα Σουβα Ημαθ πορευομένου αὐτοῦ ἐπιστῆσαι χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν Εὐφράτην | |
I Ch | LXX | 18:4 | καὶ προκατελάβετο Δαυιδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα | |
I Ch | LXX | 18:5 | καὶ ἦλθεν Σύρος ἐκ Δαμασκοῦ βοηθῆσαι Αδρααζαρ βασιλεῖ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι καὶ δύο χιλιάδας ἀνδρῶν | |
I Ch | LXX | 18:6 | καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν καὶ ἦσαν τῷ Δαυιδ εἰς παῖδας φέροντας δῶρα καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο | |
I Ch | LXX | 18:7 | καὶ ἔλαβεν Δαυιδ τοὺς κλοιοὺς τοὺς χρυσοῦς οἳ ἦσαν ἐπὶ τοὺς παῖδας Αδρααζαρ καὶ ἤνεγκεν αὐτοὺς εἰς Ιερουσαλημ | |
I Ch | LXX | 18:8 | καὶ ἐκ τῆς μεταβηχας καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τῶν Αδρααζαρ ἔλαβεν Δαυιδ χαλκὸν πολὺν σφόδρα ἐξ αὐτοῦ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τὰ σκεύη τὰ χαλκᾶ | |
I Ch | LXX | 18:9 | καὶ ἤκουσεν Θωα βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ τὴν πᾶσαν δύναμιν Αδρααζαρ βασιλέως Σουβα | |
I Ch | LXX | 18:10 | καὶ ἀπέστειλεν τὸν Ιδουραμ υἱὸν αὐτοῦ πρὸς τὸν βασιλέα Δαυιδ τοῦ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ τοῦ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀνὴρ πολέμιος Θωα ἦν τῷ Αδρααζαρ καὶ πάντα τὰ σκεύη ἀργυρᾶ καὶ χρυσᾶ | |
I Ch | LXX | 18:11 | καὶ ταῦτα ἡγίασεν Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου οὗ ἔλαβεν ἐκ πάντων τῶν ἐθνῶν ἐξ Ιδουμαίας καὶ Μωαβ καὶ ἐξ υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Αμαληκ | |
I Ch | LXX | 18:12 | καὶ Αβεσσα υἱὸς Σαρουια ἐπάταξεν τὴν Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν ὀκτὼ καὶ δέκα χιλιάδας | |
I Ch | LXX | 18:13 | καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς καὶ ἦσαν πάντες οἱ Ιδουμαῖοι παῖδες Δαυιδ καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο | |
I Ch | LXX | 18:14 | καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ | |
Chapter 19
I Ch | LXX | 19:1 | καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν Ναας βασιλεὺς υἱῶν Αμμων καὶ ἐβασίλευσεν Αναν υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ | |
I Ch | LXX | 19:2 | καὶ εἶπεν Δαυιδ ποιήσω ἔλεος μετὰ Αναν υἱοῦ Ναας ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ’ ἐμοῦ ἔλεος καὶ ἀπέστειλεν ἀγγέλους Δαυιδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ καὶ ἦλθον παῖδες Δαυιδ εἰς γῆν υἱῶν Αμμων τοῦ παρακαλέσαι αὐτόν | |
I Ch | LXX | 19:3 | καὶ εἶπον ἄρχοντες Αμμων πρὸς Αναν μὴ δοξάζων Δαυιδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλοῦντας οὐχ ὅπως ἐξερευνήσωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν ἦλθον παῖδες αὐτοῦ πρὸς σέ | |
I Ch | LXX | 19:4 | καὶ ἔλαβεν Αναν τοὺς παῖδας Δαυιδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς | |
I Ch | LXX | 19:5 | καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυιδ περὶ τῶν ἀνδρῶν καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα καὶ εἶπεν ὁ βασιλεύς καθίσατε ἐν Ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε | |
I Ch | LXX | 19:6 | καὶ εἶδον οἱ υἱοὶ Αμμων ὅτι ᾐσχύνθη λαὸς Δαυιδ καὶ ἀπέστειλεν Αναν καὶ οἱ υἱοὶ Αμμων χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχα καὶ ἐκ Σωβα ἅρματα καὶ ἱππεῖς | |
I Ch | LXX | 19:7 | καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μωχα καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβα καὶ οἱ υἱοὶ Αμμων συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι | |
I Ch | LXX | 19:9 | καὶ ἐξῆλθον οἱ υἱοὶ Αμμων καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ’ ἑαυτοὺς ἐν τῷ πεδίῳ | |
I Ch | LXX | 19:10 | καὶ εἶδεν Ιωαβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ Ισραηλ καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου | |
I Ch | LXX | 19:11 | καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Αβεσσα ἀδελφοῦ αὐτοῦ καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Αμμων | |
I Ch | LXX | 19:12 | καὶ εἶπεν ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ Σύρος καὶ ἔσῃ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ Αμμων κρατήσωσιν ὑπὲρ σέ καὶ σώσω σε | |
I Ch | LXX | 19:13 | ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν καὶ κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει | |
I Ch | LXX | 19:14 | καὶ παρετάξατο Ιωαβ καὶ ὁ λαὸς ὁ μετ’ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον καὶ ἔφυγον ἀπ’ αὐτοῦ | |
I Ch | LXX | 19:15 | καὶ οἱ υἱοὶ Αμμων εἶδον ὅτι ἔφυγον Σύροι καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου Ιωαβ καὶ ἀπὸ προσώπου Αβεσσα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ ἦλθεν Ιωαβ εἰς Ιερουσαλημ | |
I Ch | LXX | 19:16 | καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ισραηλ καὶ ἀπέστειλεν ἀγγέλους καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ Σωφαχ ἀρχιστράτηγος δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτῶν | |
I Ch | LXX | 19:17 | καὶ ἀπηγγέλη τῷ Δαυιδ καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ ἦλθεν ἐπ’ αὐτοὺς καὶ παρετάξατο ἐπ’ αὐτούς καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυιδ καὶ ἐπολέμησαν αὐτόν | |
I Ch | LXX | 19:18 | καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυιδ καὶ ἀπέκτεινεν Δαυιδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν καὶ τὸν Σωφαχ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν | |
Chapter 20
I Ch | LXX | 20:1 | καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν Ιωαβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς καὶ ἔφθειραν τὴν χώραν υἱῶν Αμμων καὶ ἦλθεν καὶ περιεκάθισεν τὴν Ραββα καὶ Δαυιδ ἐκάθητο ἐν Ιερουσαλημ καὶ ἐπάταξεν Ιωαβ τὴν Ραββα καὶ κατέσκαψεν αὐτήν | |
I Ch | LXX | 20:2 | καὶ ἔλαβεν Δαυιδ τὸν στέφανον Μολχολ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ ἐν αὐτῷ λίθος τίμιος καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυιδ καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα | |
I Ch | LXX | 20:3 | καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς καὶ οὕτως ἐποίησεν Δαυιδ τοῖς πᾶσιν υἱοῖς Αμμων καὶ ἀνέστρεψεν Δαυιδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς Ιερουσαλημ | |
I Ch | LXX | 20:4 | καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζερ μετὰ τῶν ἀλλοφύλων τότε ἐπάταξεν Σοβοχαι ὁ Ουσαθι τὸν Σαφου ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν | |
I Ch | LXX | 20:5 | καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων καὶ ἐπάταξεν Ελλαναν υἱὸς Ιαϊρ τὸν Λεεμι ἀδελφὸν Γολιαθ τοῦ Γεθθαίου καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων | |
I Ch | LXX | 20:6 | καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ καὶ ἦν ἀνὴρ ὑπερμεγέθης καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες καὶ οὗτος ἦν ἀπόγονος γιγάντων | |
Chapter 21
I Ch | LXX | 21:2 | καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως πορεύθητε ἀριθμήσατε τὸν Ισραηλ ἀπὸ Βηρσαβεε καὶ ἕως Δαν καὶ ἐνέγκατε πρός με καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν | |
I Ch | LXX | 21:3 | καὶ εἶπεν Ιωαβ προσθείη κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως καὶ οἱ ὀφθαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες πάντες τῷ κυρίῳ μου παῖδες ἵνα τί ζητεῖ ὁ κύριός μου τοῦτο ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ισραηλ | |
I Ch | LXX | 21:4 | τὸ δὲ ῥῆμα τοῦ βασιλέως ἐκραταιώθη ἐπὶ τῷ Ιωαβ καὶ ἐξῆλθεν Ιωαβ καὶ διῆλθεν ἐν παντὶ ὁρίῳ Ισραηλ καὶ ἦλθεν εἰς Ιερουσαλημ | |
I Ch | LXX | 21:5 | καὶ ἔδωκεν Ιωαβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυιδ καὶ ἦν πᾶς Ισραηλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ Ιουδας τετρακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν | |
I Ch | LXX | 21:6 | καὶ τὸν Λευι καὶ τὸν Βενιαμιν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν ὅτι κατίσχυσεν λόγος τοῦ βασιλέως τὸν Ιωαβ | |
I Ch | LXX | 21:8 | καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν ἡμάρτηκα σφόδρα ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου ὅτι ἐματαιώθην σφόδρα | |
I Ch | LXX | 21:10 | πορεύου καὶ λάλησον πρὸς Δαυιδ λέγων οὕτως λέγει κύριος τρία αἴρω ἐγὼ ἐπὶ σέ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι | |
I Ch | LXX | 21:12 | ἢ τρία ἔτη λιμοῦ ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολεθρεῦσαι ἢ τρεῖς ἡμέρας ῥομφαίαν κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος κυρίου ἐξολεθρεύων ἐν πάσῃ κληρονομίᾳ Ισραηλ καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον | |
I Ch | LXX | 21:13 | καὶ εἶπεν Δαυιδ πρὸς Γαδ στενά μοι καὶ τὰ τρία σφόδρα ἐμπεσοῦμαι δὴ εἰς χεῖρας κυρίου ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω | |
I Ch | LXX | 21:15 | καὶ ἀπέστειλεν ὁ θεὸς ἄγγελον εἰς Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι αὐτήν καὶ ὡς ἐξωλέθρευσεν εἶδεν κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολεθρεύοντι ἱκανούσθω σοι ἄνες τὴν χεῖρά σου καὶ ὁ ἄγγελος κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου | |
I Ch | LXX | 21:16 | καὶ ἐπῆρεν Δαυιδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ἄγγελον κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ιερουσαλημ καὶ ἔπεσεν Δαυιδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν | |
I Ch | LXX | 21:17 | καὶ εἶπεν Δαυιδ πρὸς τὸν θεόν οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ καὶ ἐγώ εἰμι ὁ ἁμαρτών κακοποιῶν ἐκακοποίησα καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν κύριε ὁ θεός γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν κύριε | |
I Ch | LXX | 21:18 | καὶ ἄγγελος κυρίου εἶπεν τῷ Γαδ τοῦ εἰπεῖν πρὸς Δαυιδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον τῷ κυρίῳ ἐν ἅλῳ Ορνα τοῦ Ιεβουσαίου | |
I Ch | LXX | 21:20 | καὶ ἐπέστρεψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρες υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ μεθαχαβιν καὶ Ορνα ἦν ἀλοῶν πυρούς | |
I Ch | LXX | 21:21 | καὶ ἦλθεν Δαυιδ πρὸς Ορναν καὶ Ορνα ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησεν τῷ Δαυιδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν | |
I Ch | LXX | 21:22 | καὶ εἶπεν Δαυιδ πρὸς Ορνα δός μοι τὸν τόπον σου τῆς ἅλω καὶ οἰκοδομήσω ἐπ’ αὐτῷ θυσιαστήριον τῷ κυρίῳ ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ | |
I Ch | LXX | 21:23 | καὶ εἶπεν Ορνα πρὸς Δαυιδ λαβὲ σεαυτῷ καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦ ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον καὶ τὰς ἁμάξας εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν τὰ πάντα δέδωκα | |
I Ch | LXX | 21:24 | καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ τῷ Ορνα οὐχί ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ ὅτι οὐ μὴ λάβω ἅ ἐστίν σοι κυρίῳ τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν κυρίῳ | |
I Ch | LXX | 21:26 | καὶ ᾠκοδόμησεν Δαυιδ ἐκεῖ θυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου καὶ ἐβόησεν πρὸς κύριον καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν | |
I Ch | LXX | 21:28 | ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυιδ ὅτι ἐπήκουσεν αὐτῷ κύριος ἐν τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου καὶ ἐθυσίασεν ἐκεῖ | |
I Ch | LXX | 21:29 | καὶ σκηνὴ κυρίου ἣν ἐποίησεν Μωυσῆς ἐν τῇ ἐρήμῳ καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμα ἐν Γαβαων | |
Chapter 22
I Ch | LXX | 22:1 | καὶ εἶπεν Δαυιδ οὗτός ἐστιν ὁ οἶκος κυρίου τοῦ θεοῦ καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ισραηλ | |
I Ch | LXX | 22:2 | καὶ εἶπεν Δαυιδ συναγαγεῖν πάντας τοὺς προσηλύτους ἐν γῇ Ισραηλ καὶ κατέστησεν λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ θεῷ | |
I Ch | LXX | 22:3 | καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν καὶ τοὺς στροφεῖς ἡτοίμασεν Δαυιδ καὶ χαλκὸν εἰς πλῆθος οὐκ ἦν σταθμός | |
I Ch | LXX | 22:4 | καὶ ξύλα κέδρινα οὐκ ἦν ἀριθμός ὅτι ἐφέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλῆθος τῷ Δαυιδ | |
I Ch | LXX | 22:5 | καὶ εἶπεν Δαυιδ Σαλωμων ὁ υἱός μου παιδάριον ἁπαλόν καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ κυρίῳ εἰς μεγαλωσύνην ἄνω εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν ἑτοιμάσω αὐτῷ καὶ ἡτοίμασεν Δαυιδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ | |
I Ch | LXX | 22:6 | καὶ ἐκάλεσεν Σαλωμων τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ κυρίῳ θεῷ Ισραηλ | |
I Ch | LXX | 22:7 | καὶ εἶπεν Δαυιδ Σαλωμων τέκνον ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ | |
I Ch | LXX | 22:8 | καὶ ἐγένετο ἐπ’ ἐμοὶ λόγος κυρίου λέγων αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους μεγάλους ἐποίησας οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τῆς γῆς ἐναντίον μου | |
I Ch | LXX | 22:9 | ἰδοὺ υἱὸς τίκτεταί σοι οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν κυκλόθεν ὅτι Σαλωμων ὄνομα αὐτῷ καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ Ισραηλ ἐν ταῖς ἡμέραις αὐτοῦ | |
I Ch | LXX | 22:10 | οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου καὶ οὗτος ἔσται μοι εἰς υἱὸν κἀγὼ αὐτῷ εἰς πατέρα καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτοῦ ἐν Ισραηλ ἕως αἰῶνος | |
I Ch | LXX | 22:11 | καὶ νῦν υἱέ μου ἔσται μετὰ σοῦ κύριος καὶ εὐοδώσει καὶ οἰκοδομήσεις οἶκον τῷ κυρίῳ θεῷ σου ὡς ἐλάλησεν περὶ σοῦ | |
I Ch | LXX | 22:12 | ἀλλ’ ἢ δῴη σοι σοφίαν καὶ σύνεσιν κύριος καὶ κατισχύσαι σε ἐπὶ Ισραηλ καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον κυρίου τοῦ θεοῦ σου | |
I Ch | LXX | 22:13 | τότε εὐοδώσει ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο κύριος τῷ Μωυσῇ ἐπὶ Ισραηλ ἀνδρίζου καὶ ἴσχυε μὴ φοβοῦ μηδὲ πτοηθῇς | |
I Ch | LXX | 22:14 | καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον οὗ οὐκ ἔστιν σταθμός ὅτι εἰς πλῆθός ἐστιν καὶ ξύλα καὶ λίθους ἡτοίμασα καὶ πρὸς ταῦτα πρόσθες | |
I Ch | LXX | 22:15 | καὶ μετὰ σοῦ εἰς πλῆθος ποιούντων ἔργα τεχνῖται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ | |
I Ch | LXX | 22:16 | ἐν χρυσίῳ ἐν ἀργυρίῳ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριθμός ἀνάστηθι καὶ ποίει καὶ κύριος μετὰ σοῦ | |
I Ch | LXX | 22:18 | οὐχὶ κύριος μεθ’ ὑμῶν καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν ὅτι ἔδωκεν ἐν χερσὶν τοὺς κατοικοῦντας τὴν γῆν καὶ ὑπετάγη ἡ γῆ ἐναντίον κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ | |
Chapter 23
I Ch | LXX | 23:1 | καὶ Δαυιδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσεν Σαλωμων τὸν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ ἐπὶ Ισραηλ | |
I Ch | LXX | 23:3 | καὶ ἠριθμήθησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας | |
I Ch | LXX | 23:4 | ἀπὸ τούτων ἐργοδιῶκται ἐπὶ τὰ ἔργα οἴκου κυρίου εἴκοσι τέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι | |
I Ch | LXX | 23:5 | καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῖς ὀργάνοις οἷς ἐποίησεν τοῦ αἰνεῖν τῷ κυρίῳ | |
I Ch | LXX | 23:11 | καὶ ἦν Ιεθ ὁ ἄρχων καὶ Ζιζα ὁ δεύτερος καὶ Ιωας καὶ Βερια οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν | |
I Ch | LXX | 23:13 | υἱοὶ Αμβραμ Ααρων καὶ Μωυσῆς καὶ διεστάλη Ααρων τοῦ ἁγιασθῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος τοῦ θυμιᾶν ἐναντίον τοῦ κυρίου λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος | |
I Ch | LXX | 23:17 | καὶ ἦσαν υἱοὶ τῷ Ελιεζερ Ρααβια ὁ ἄρχων καὶ οὐκ ἦσαν τῷ Ελιεζερ υἱοὶ ἕτεροι καὶ υἱοὶ Ρααβια ηὐξήθησαν εἰς ὕψος | |
I Ch | LXX | 23:22 | καὶ ἀπέθανεν Ελεαζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ’ ἢ θυγατέρες καὶ ἔλαβον αὐτὰς υἱοὶ Κις ἀδελφοὶ αὐτῶν | |
I Ch | LXX | 23:24 | οὗτοι υἱοὶ Λευι κατ’ οἴκους πατριῶν αὐτῶν ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω | |
I Ch | LXX | 23:25 | ὅτι εἶπεν Δαυιδ κατέπαυσεν κύριος ὁ θεὸς Ισραηλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν Ιερουσαλημ ἕως αἰῶνος | |
I Ch | LXX | 23:26 | καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς | |
I Ch | LXX | 23:27 | ὅτι ἐν τοῖς λόγοις Δαυιδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευι ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω | |
I Ch | LXX | 23:28 | ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ααρων τοῦ λειτουργεῖν ἐν οἴκῳ κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ θεοῦ | |
I Ch | LXX | 23:29 | εἰς τοὺς ἄρτους τῆς προθέσεως εἰς τὴν σεμίδαλιν τῆς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν μέτρον | |
I Ch | LXX | 23:31 | καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς κατὰ ἀριθμὸν κατὰ τὴν κρίσιν ἐπ’ αὐτοῖς διὰ παντὸς τῷ κυρίῳ | |
Chapter 24
I Ch | LXX | 24:2 | καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον τοῦ πατρὸς αὐτῶν καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ υἱοὶ Ααρων | |
I Ch | LXX | 24:3 | καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν | |
I Ch | LXX | 24:4 | καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ιθαμαρ καὶ διεῖλεν αὐτούς τοῖς υἱοῖς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ιθαμαρ ὀκτὼ κατ’ οἴκους πατριῶν | |
I Ch | LXX | 24:5 | καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιθαμαρ | |
I Ch | LXX | 24:6 | καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ καὶ εἷς εἷς τῷ Ιθαμαρ | |
I Ch | LXX | 24:19 | αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ααρων πατρὸς αὐτῶν ὡς ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ | |
I Ch | LXX | 24:20 | καὶ τοῖς υἱοῖς Λευι τοῖς καταλοίποις τοῖς υἱοῖς Αμβραμ Σουβαηλ τοῖς υἱοῖς Σουβαηλ Ιαδια | |
I Ch | LXX | 24:30 | καὶ υἱοὶ τοῦ Μουσι Μοολι καὶ Εδερ καὶ Ιαριμωθ οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ’ οἴκους πατριῶν αὐτῶν | |
Chapter 25
I Ch | LXX | 25:1 | καὶ ἔστησεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ασαφ καὶ Αιμαν καὶ Ιδιθων τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν | |
I Ch | LXX | 25:2 | υἱοὶ Ασαφ Ζακχουρ καὶ Ιωσηφ καὶ Ναθανιας καὶ Εραηλ υἱοὶ Ασαφ ἐχόμενοι Ασαφ τοῦ προφήτου ἐχόμενοι τοῦ βασιλέως | |
I Ch | LXX | 25:3 | τῷ Ιδιθων υἱοὶ Ιδιθων Γοδολια καὶ Σουρι καὶ Ισαια καὶ Σεμεϊ καὶ Ασαβια καὶ Ματταθιας ἕξ μετὰ τὸν πατέρα αὐτῶν Ιδιθων ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ | |
I Ch | LXX | 25:4 | τῷ Αιμανι υἱοὶ Αιμαν Βουκιας καὶ Μανθανιας καὶ Αζαραηλ καὶ Σουβαηλ καὶ Ιεριμωθ καὶ Ανανιας καὶ Ανανι καὶ Ηλιαθα καὶ Γοδολλαθι καὶ Ρωμεμθι‐ωδ καὶ Ιεσβακασα καὶ Μαλληθι καὶ Ωθηρι καὶ Μεαζωθ | |
I Ch | LXX | 25:5 | πάντες οὗτοι υἱοὶ τῷ Αιμαν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας καὶ ἔδωκεν ὁ θεὸς τῷ Αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς | |
I Ch | LXX | 25:6 | πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ Ασαφ καὶ Ιδιθων καὶ Αιμανι | |
I Ch | LXX | 25:7 | καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν δεδιδαγμένοι ᾄδειν κυρίῳ πᾶς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ | |
I Ch | LXX | 25:8 | καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν τελείων καὶ μανθανόντων | |
I Ch | LXX | 25:9 | καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ασαφ τῷ Ιωσηφ Γοδολια ὁ δεύτερος Ηνια ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ δέκα δύο | |
Chapter 26
I Ch | LXX | 26:2 | καὶ τῷ Μοσολλαμια υἱοί Ζαχαριας ὁ πρωτότοκος Ιδιηλ ὁ δεύτερος Ζαβαδιας ὁ τρίτος Ιεθνουηλ ὁ τέταρτος | |
I Ch | LXX | 26:4 | καὶ τῷ Αβδεδομ υἱοί Σαμαιας ὁ πρωτότοκος Ιωζαβαδ ὁ δεύτερος Ιωαα ὁ τρίτος Σωχαρ ὁ τέταρτος Ναθαναηλ ὁ πέμπτος | |
I Ch | LXX | 26:6 | καὶ τῷ Σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ ὅτι δυνατοὶ ἦσαν | |
I Ch | LXX | 26:7 | υἱοὶ Σαμαια Γοθνι καὶ Ραφαηλ καὶ Ωβηδ καὶ Ελζαβαδ καὶ Αχιου υἱοὶ δυνατοί Ελιου καὶ Σαβχια καὶ Ισβακωμ | |
I Ch | LXX | 26:8 | πάντες ἀπὸ τῶν υἱῶν Αβδεδομ αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ οἱ πάντες ἑξήκοντα δύο τῷ Αβδεδομ | |
I Ch | LXX | 26:10 | καὶ τῷ Ωσα τῶν υἱῶν Μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν ὅτι οὐκ ἦν πρωτότοκος καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα | |
I Ch | LXX | 26:11 | τῆς διαιρέσεως τῆς δευτέρας Ταβλαι ὁ τρίτος Ζαχαριας ὁ τέταρτος πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ Ωσα τρισκαίδεκα | |
I Ch | LXX | 26:12 | τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου | |
I Ch | LXX | 26:13 | καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ’ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα | |
I Ch | LXX | 26:14 | καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμια καὶ Ζαχαρια υἱοὶ Ιωας τῷ Μελχια ἔβαλον κλήρους καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ | |
I Ch | LXX | 26:16 | εἰς δεύτερον τῷ Ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως φυλακὴ κατέναντι φυλακῆς | |
I Ch | LXX | 26:17 | πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν βορρᾶ τῆς ἡμέρας τέσσαρες νότον τῆς ἡμέρας τέσσαρες καὶ εἰς τὸ εσεφιν δύο | |
I Ch | LXX | 26:20 | καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων | |
I Ch | LXX | 26:25 | καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ελιεζερ Ρααβιας υἱὸς καὶ Ιωσαιας καὶ Ιωραμ καὶ Ζεχρι καὶ Σαλωμωθ | |
I Ch | LXX | 26:26 | αὐτὸς Σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων οὓς ἡγίασεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως | |
I Ch | LXX | 26:27 | ἃ ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ’ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ | |
I Ch | LXX | 26:28 | καὶ ἐπὶ πάντων τῶν ἁγίων Σαμουηλ τοῦ προφήτου καὶ Σαουλ τοῦ Κις καὶ Αβεννηρ τοῦ Νηρ καὶ Ιωαβ τοῦ Σαρουια πᾶν ὃ ἡγίασαν διὰ χειρὸς Σαλωμωθ καὶ τῶν ἀδελφῶν αὐτοῦ | |
I Ch | LXX | 26:29 | τῷ Ισσαρι Χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν | |
I Ch | LXX | 26:30 | τῷ Χεβρωνι Ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ισραηλ πέραν τοῦ Ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως | |
I Ch | LXX | 26:31 | τοῦ Χεβρωνι Ιουδιας ὁ ἄρχων τῶν Χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ιαζηρ τῆς Γαλααδίτιδος | |
Chapter 27
I Ch | LXX | 27:1 | καὶ υἱοὶ Ισραηλ κατ’ ἀριθμὸν αὐτῶν ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνὸς εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες | |
I Ch | LXX | 27:2 | καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Ιεσβοαμ ὁ τοῦ Ζαβδιηλ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες | |
I Ch | LXX | 27:4 | καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδια ὁ Εχωχι καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες ἄρχοντες δυνάμεως | |
I Ch | LXX | 27:5 | ὁ τρίτος τὸν μῆνα τὸν τρίτον Βαναιας ὁ τοῦ Ιωδαε ὁ ἱερεὺς ὁ ἄρχων καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες | |
I Ch | LXX | 27:6 | αὐτὸς Βαναιας δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Αμιζαβαθ υἱὸς αὐτοῦ | |
I Ch | LXX | 27:7 | ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ασαηλ ὁ ἀδελφὸς Ιωαβ καὶ Ζαβδιας ὁ υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες | |
I Ch | LXX | 27:8 | ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαμαωθ ὁ Ιεσραε καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες | |
I Ch | LXX | 27:9 | ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Οδουιας ὁ τοῦ Εκκης ὁ Θεκωίτης καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες | |
I Ch | LXX | 27:10 | ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χελλης ὁ ἐκ Φαλλους ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες | |
I Ch | LXX | 27:11 | ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαι ὁ Ισαθι τῷ Ζαραϊ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες | |
I Ch | LXX | 27:12 | ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Αβιεζερ ὁ ἐξ Αναθωθ ἐκ γῆς Βενιαμιν καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες | |
I Ch | LXX | 27:13 | ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρα ὁ ἐκ Νετουφατ τῷ Ζαραϊ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες | |
I Ch | LXX | 27:14 | ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναιας ὁ ἐκ Φαραθων τῶν υἱῶν Εφραιμ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες | |
I Ch | LXX | 27:15 | ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδαι ὁ Νετωφατι τῷ Γοθονιηλ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες | |
I Ch | LXX | 27:16 | καὶ ἐπὶ τῶν φυλῶν Ισραηλ τῷ Ρουβην ἡγούμενος Ελιεζερ ὁ τοῦ Ζεχρι τῷ Συμεων Σαφατιας ὁ τοῦ Μααχα | |
I Ch | LXX | 27:21 | τῷ ἡμίσει φυλῆς Μανασση τῷ ἐν τῇ Γαλααδ Ιαδδαι ὁ τοῦ Ζαβδιου τοῖς υἱοῖς Βενιαμιν Ασιηλ ὁ τοῦ Αβεννηρ | |
I Ch | LXX | 27:23 | καὶ οὐκ ἔλαβεν Δαυιδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω ὅτι κύριος εἶπεν πληθῦναι τὸν Ισραηλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ | |
I Ch | LXX | 27:24 | καὶ Ιωαβ ὁ τοῦ Σαρουια ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσεν καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν Ισραηλ καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυιδ | |
I Ch | LXX | 27:25 | καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ασμωθ ὁ τοῦ Ωδιηλ καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ιωναθαν ὁ τοῦ Οζιου | |
I Ch | LXX | 27:27 | καὶ ἐπὶ τῶν χωρίων Σεμεϊ ὁ ἐκ Ραμα καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρι ὁ τοῦ Σεφνι | |
I Ch | LXX | 27:28 | καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανας ὁ Γεδωρίτης ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ιωας | |
I Ch | LXX | 27:29 | καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ασιδων Σατραις ὁ Σαρωνίτης καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωφατ ὁ τοῦ Αδλι | |
I Ch | LXX | 27:31 | καὶ ἐπὶ τῶν προβάτων Ιαζιζ ὁ Αγαρίτης πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυιδ τοῦ βασιλέως | |
I Ch | LXX | 27:32 | καὶ Ιωναθαν ὁ πατράδελφος Δαυιδ σύμβουλος ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός καὶ Ιιηλ ὁ τοῦ Αχαμανι μετὰ τῶν υἱῶν τοῦ βασιλέως | |
Chapter 28
I Ch | LXX | 28:1 | καὶ ἐξεκκλησίασεν Δαυιδ πάντας τοὺς ἄρχοντας Ισραηλ ἄρχοντας τῶν κριτῶν καὶ τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων καὶ τοὺς γαζοφύλακας καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ τοὺς δυνάστας καὶ τοὺς μαχητὰς τῆς στρατιᾶς ἐν Ιερουσαλημ | |
I Ch | LXX | 28:2 | καὶ ἔστη Δαυιδ ἐν μέσῳ τῆς ἐκκλησίας καὶ εἶπεν ἀκούσατέ μου ἀδελφοὶ καὶ λαός μου ἐμοὶ ἐγένετο ἐπὶ καρδίαν οἰκοδομῆσαι οἶκον ἀναπαύσεως τῆς κιβωτοῦ διαθήκης κυρίου καὶ στάσιν ποδῶν κυρίου ἡμῶν καὶ ἡτοίμασα τὰ εἰς τὴν κατασκήνωσιν ἐπιτήδεια | |
I Ch | LXX | 28:3 | καὶ ὁ θεὸς εἶπεν οὐκ οἰκοδομήσεις ἐμοὶ οἶκον τοῦ ἐπονομάσαι τὸ ὄνομά μου ἐπ’ αὐτῷ ὅτι ἄνθρωπος πολεμιστὴς εἶ σὺ καὶ αἵματα ἐξέχεας | |
I Ch | LXX | 28:4 | καὶ ἐξελέξατο κύριος ὁ θεὸς Ισραηλ ἐν ἐμοὶ ἀπὸ παντὸς οἴκου πατρός μου εἶναι βασιλέα ἐπὶ Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἐν Ιουδα ᾑρέτικεν τὸ βασίλειον καὶ ἐξ οἴκου Ιουδα τὸν οἶκον τοῦ πατρός μου καὶ ἐν τοῖς υἱοῖς τοῦ πατρός μου ἐν ἐμοὶ ἠθέλησεν τοῦ γενέσθαι με βασιλέα ἐπὶ τῷ παντὶ Ισραηλ | |
I Ch | LXX | 28:5 | καὶ ἀπὸ πάντων τῶν υἱῶν μου ὅτι πολλοὺς υἱοὺς ἔδωκέν μοι κύριος ἐξελέξατο ἐν Σαλωμων τῷ υἱῷ μου καθίσαι αὐτὸν ἐπὶ θρόνου βασιλείας κυρίου ἐπὶ τὸν Ισραηλ | |
I Ch | LXX | 28:6 | καὶ εἶπέν μοι ὁ θεός Σαλωμων ὁ υἱός σου οἰκοδομήσει τὸν οἶκόν μου καὶ τὴν αὐλήν μου ὅτι ᾑρέτικα ἐν αὐτῷ εἶναί μου υἱόν κἀγὼ ἔσομαι αὐτῷ εἰς πατέρα | |
I Ch | LXX | 28:7 | καὶ κατορθώσω τὴν βασιλείαν αὐτοῦ ἕως αἰῶνος ἐὰν ἰσχύσῃ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ κρίματά μου ὡς ἡ ἡμέρα αὕτη | |
I Ch | LXX | 28:8 | καὶ νῦν κατὰ πρόσωπον πάσης ἐκκλησίας κυρίου καὶ ἐν ὠσὶν θεοῦ ἡμῶν φυλάξασθε καὶ ζητήσατε πάσας τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ἡμῶν ἵνα κληρονομήσητε τὴν γῆν τὴν ἀγαθὴν καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν μεθ’ ὑμᾶς ἕως αἰῶνος | |
I Ch | LXX | 28:9 | καὶ νῦν Σαλωμων υἱέ μου γνῶθι τὸν θεὸν τῶν πατέρων σου καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ ὅτι πάσας καρδίας ἐτάζει κύριος καὶ πᾶν ἐνθύμημα γιγνώσκει ἐὰν ζητήσῃς αὐτόν εὑρεθήσεταί σοι καὶ ἐὰν καταλείψῃς αὐτόν καταλείψει σε εἰς τέλος | |
I Ch | LXX | 28:11 | καὶ ἔδωκεν Δαυιδ Σαλωμων τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ καὶ τῶν ζακχω αὐτοῦ καὶ τῶν ὑπερῴων καὶ τῶν ἀποθηκῶν τῶν ἐσωτέρων καὶ τοῦ οἴκου τοῦ ἐξιλασμοῦ | |
I Ch | LXX | 28:12 | καὶ τὸ παράδειγμα ὃ εἶχεν ἐν πνεύματι αὐτοῦ τῶν αὐλῶν οἴκου κυρίου καὶ πάντων τῶν παστοφορίων τῶν κύκλῳ τῶν εἰς τὰς ἀποθήκας οἴκου κυρίου καὶ τῶν ἀποθηκῶν τῶν ἁγίων | |
I Ch | LXX | 28:13 | καὶ τῶν καταλυμάτων τῶν ἐφημεριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου καὶ τῶν ἀποθηκῶν τῶν λειτουργησίμων σκευῶν τῆς λατρείας οἴκου κυρίου | |
I Ch | LXX | 28:16 | ἔδωκεν αὐτῷ ὁμοίως τὸν σταθμὸν τῶν τραπεζῶν τῆς προθέσεως ἑκάστης τραπέζης χρυσῆς καὶ ὡσαύτως τῶν ἀργυρῶν | |
I Ch | LXX | 28:17 | καὶ τῶν κρεαγρῶν καὶ σπονδείων καὶ τῶν φιαλῶν τῶν χρυσῶν καὶ τὸν σταθμὸν τῶν χρυσῶν καὶ τῶν ἀργυρῶν κεφφουρε ἑκάστου σταθμοῦ | |
I Ch | LXX | 28:18 | καὶ τὸν τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων ἐκ χρυσίου δοκίμου σταθμὸν ὑπέδειξεν αὐτῷ καὶ τὸ παράδειγμα τοῦ ἅρματος τῶν χερουβιν τῶν διαπεπετασμένων ταῖς πτέρυξιν καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης κυρίου | |
I Ch | LXX | 28:19 | πάντα ἐν γραφῇ χειρὸς κυρίου ἔδωκεν Δαυιδ Σαλωμων κατὰ τὴν περιγενηθεῖσαν αὐτῷ σύνεσιν τῆς κατεργασίας τοῦ παραδείγματος | |
I Ch | LXX | 28:20 | καὶ εἶπεν Δαυιδ Σαλωμων τῷ υἱῷ αὐτοῦ ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει μὴ φοβοῦ μηδὲ πτοηθῇς ὅτι κύριος ὁ θεός μου μετὰ σοῦ οὐκ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου κυρίου | |
Chapter 29
I Ch | LXX | 29:1 | καὶ εἶπεν Δαυιδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ Σαλωμων ὁ υἱός μου εἷς ὃν ᾑρέτικεν ἐν αὐτῷ κύριος νέος καὶ ἁπαλός καὶ τὸ ἔργον μέγα ὅτι οὐκ ἀνθρώπῳ ἡ οἰκοδομή ἀλλ’ ἢ κυρίῳ θεῷ | |
I Ch | LXX | 29:2 | κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον ἀργύριον χαλκόν σίδηρον ξύλα λίθους σοομ καὶ πληρώσεως καὶ λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ πάριον πολύν | |
I Ch | LXX | 29:3 | καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ θεοῦ μου ἔστιν μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον καὶ ἰδοὺ δέδωκα εἰς οἶκον θεοῦ μου εἰς ὕψος ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων | |
I Ch | LXX | 29:4 | τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφιρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφθῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ | |
I Ch | LXX | 29:6 | καὶ προεθυμήθησαν ἄρχοντες τῶν πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν Ισραηλ καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκονόμοι τοῦ βασιλέως | |
I Ch | LXX | 29:7 | καὶ ἔδωκαν εἰς τὰ ἔργα οἴκου κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν | |
I Ch | LXX | 29:8 | καὶ οἷς εὑρέθη παρ’ αὐτοῖς λίθος ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου κυρίου διὰ χειρὸς Ιιηλ τοῦ Γηρσωνι | |
I Ch | LXX | 29:9 | καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ κυρίῳ καὶ Δαυιδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως | |
I Ch | LXX | 29:10 | καὶ εὐλόγησεν ὁ βασιλεὺς Δαυιδ τὸν κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων εὐλογητὸς εἶ κύριε ὁ θεὸς Ισραηλ ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος | |
I Ch | LXX | 29:11 | σοί κύριε ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος | |
I Ch | LXX | 29:12 | παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα σὺ πάντων ἄρχεις κύριε ὁ ἄρχων πάσης ἀρχῆς καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία καὶ ἐν χειρί σου παντοκράτωρ μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα | |
I Ch | LXX | 29:14 | καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα ὅτι σὰ τὰ πάντα καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι | |
I Ch | LXX | 29:15 | ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς καὶ οὐκ ἔστιν ὑπομονή | |
I Ch | LXX | 29:16 | κύριε ὁ θεὸς ἡμῶν πᾶν τὸ πλῆθος τοῦτο ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου ἐκ χειρός σού ἐστιν καὶ σοὶ τὰ πάντα | |
I Ch | LXX | 29:17 | καὶ ἔγνων κύριε ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾷς ἐν ἁπλότητι καρδίας προεθυμήθην πάντα ταῦτα καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι | |
I Ch | LXX | 29:18 | κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ τῶν πατέρων ἡμῶν φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρὸς σέ | |
I Ch | LXX | 29:19 | καὶ Σαλωμων τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου | |
I Ch | LXX | 29:20 | καὶ εἶπεν Δαυιδ πάσῃ τῇ ἐκκλησίᾳ εὐλογήσατε κύριον τὸν θεὸν ὑμῶν καὶ εὐλόγησεν πᾶσα ἡ ἐκκλησία κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ κυρίῳ καὶ τῷ βασιλεῖ | |
I Ch | LXX | 29:21 | καὶ ἔθυσεν Δαυιδ τῷ κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους κριοὺς χιλίους ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ισραηλ | |
I Ch | LXX | 29:22 | καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμων υἱὸν Δαυιδ καὶ ἔχρισαν αὐτὸν τῷ κυρίῳ εἰς βασιλέα καὶ Σαδωκ εἰς ἱερωσύνην | |
I Ch | LXX | 29:23 | καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνου Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήθη καὶ ἐπήκουσαν αὐτοῦ πᾶς Ισραηλ | |
I Ch | LXX | 29:24 | οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ τοῦ βασιλέως Δαυιδ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ | |
I Ch | LXX | 29:25 | καὶ ἐμεγάλυνεν κύριος τὸν Σαλωμων ἐπάνωθεν ἐναντίον παντὸς Ισραηλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ | |
I Ch | LXX | 29:28 | καὶ ἐτελεύτησεν ἐν γήρει καλῷ πλήρης ἡμερῶν πλούτῳ καὶ δόξῃ καὶ ἐβασίλευσεν Σαλωμων υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ | |
I Ch | LXX | 29:29 | οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυιδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουηλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Ναθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων Γαδ τοῦ βλέποντος | |